Epistulae
Diogenes Sinopensis Epistulae
Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.
(4) καὶ οὔπω μέγα τοῦτο ὅταν μετὰ βίας πράττητε τὰ καλά, καὶ τὰ κρείσσονα λεηλατούμενα πάρεστιν ὁρᾶν, καὶ οἷς μὲν ἄν, ὦ κακαὶ κεφαλαί, ἐπιχειρήσητε, τούτους ἀδικεῖτε, καίτοι αὐτοὶ μείζονος τιμωρίας ἄξιοι ὄντες. ἔν τε τοῖς γυμνασίοις ὅταν ᾖ τὰ καλούμενα Ἕρμαια ἢ Παναθήναια, καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἐσθίετε καὶ πίνετε, μεθύετε, περαίνετε, γυναικοπαθεῖτε. εἶτ’ ἐνασεβεῖτε ὑμεῖς ἔτι καὶ κρύφα καὶ φανερῶς ποιεῖτε ταῦτα. οὐδὲν μὲν μέλει τῷ κυνί, ὑμῖν δὲ πάντα ταῦτα ἐπιμελῆ ἐστιν.
(5) καὶ ὅπου κύνας εἴργετε βίου φυσικοῦ καὶ ἀληθοῦς, πῶς εἰς αὐτοὺς οὐκ ἂν πλημμελήσαιτε; κἀγὼ μὲν ὁ κύων τῷ λόγῳ, ἡ δὲ φύσις τῷ ἔργῳ ὁμοίως πάντας ὑμᾶς τιμωρεῖται· ὁμοίως γὰρ πᾶσιν ὑμῖν θάνατος ἐπικρέμαται, ὃν ὑμεῖς φοβεῖσθε. καὶ πολλάκις εἶδον πτωχοὺς ὑγιαί δι’ ἔνδειαν, πλουσίους δὲ νοσοῦντας δι’ ἀκρασίαν τῆς δυστυχοῦς γαστρὸς καὶ πόσθης· χαρισάμενοι γὰρ τούτοις ὀλίγον ἐγαργαλίσθητε χρόνον ὑφ’ ἡδονῆς μεγάλας καὶ ἰσχυρὰς ἐναποδεικνυμένης ἀλγηδόνας.
(6) καὶ οὐδὲν ὠφελήσει ὑμᾶς οὔτε οἰκία οὔτε τὰ ἐν αὐτῇ
κιονόκρανα, ἀλλ’ ἐν ταῖς χρυσαῖς καὶ ἀργυραῖς κλίναις κατακείμενοι στρεβλοῦσθε καλῶς ποιοῦντες, οὐδ’ ἰσχυροποιεῖσθαι δύνασθε, ἵνα τὰ τῶν ἀγαθῶν λείψανα μετὰ τῶν λαχάνων καταφάγητε κακοὶ κακῶν ἐπιτήδειοι ὄντες. ἀλλ’ εἰ νοῦν ἔχετε ὥσπερ οὐκ ἔχετε, ἐὰν μεθύητε, Σωκράτει τε τῷ σοφῷ πεισθέντες κἀμοὶ κοινῇ βουλῇ συνελθόντες ἡβηδὸν σύμπαντες ἢ σωφρονεῖν μάθετε ἢ ἀπάγξασθε· οὐ γὰρ δυνατὸν εἶναι ἄλλως ἐν τῷ ζῆν, εἰ μὴ θέλετε ὥσπερ ἐν συμποσίῳ, ἕως ἂν ὑπερπιόντες καὶ ὑπερμεθυσθέντες ὑπὸ ἰλίγγων καὶ στρόφων συνεχόμενοι ὑφ’ ἑτέρων ἄγησθε καὶ μὴ αὐτοὶ δύνησθε σωθῆναι.(7) σπαταλῶσι δ’ ὑμῖν καὶ ἐνθυμουμένοις, ὅσα γε τὰ ἀγαθὰ ὧν δεσπόται λέγεσθε εἶναι, ἔρχονται οἱ κοινοὶ δήμιοι, οὓς ὑμεῖς καλεῖτε ἰατρούς, οἷς ἃ ἂν ἐπὶ τὴν γαστέρα ἐπέλθῃ, ταῦτα λέγουσι καὶ πράττουσιν. οὗτοι δὲ καλῶς ποιοῦντες τέμνουσι καὶ κάουσι καὶ δεσμεύουσι φάρμακά τε διδόασι καὶ ἔσω καὶ ἔξω τοῦ σώματος. κὰν ὑγιασθῆτε, οὐδὲ τοῖς καλουμένοις ἰατροῖς χάριν ἔχετε, ἀλλὰ τοῖς θεοῖς φατὲ δεῖν ἔχειν χάριν· ἐὰν δὲ μή, τοῖς ἰατροῖς ἐγκαλεῖτε. πλεῖον δ’ ἔμοιγε πάρεστι τὸ εὐφραίνεσθαι τοῦ λυπεῖσθαι καὶ τὸ εἰδέναι τοῦ ἀγνοεῖν·
(8) διετέλεσα γὰρ ἐντυγχάνων Ἀντισθένει τῷ σοφῷ, ὃς μόνοις τοῖς εἰδόσιν αὐτὸν διεῖλε καὶ τοῖς ἀλλοτρίοις τοῖς οὐκ εἰδόσι φύσιν, λόγον, ἀλήθειαν παρεξέβη, οὐδὲν φροντίσας κνωδάλων νηπίων μὴ ἐπισταμένων, ὡς εἴρηται ἐν ἐπιστολῇ, λόγους κυνός. βαρβάροις δὲ οὖσιν οἰμῴζειν λέγω, ἕως ἂν ἑλληνιστὶ μαθόντες Ἕλληνες ἀληθινοὶ γένησθε· νῦν μὲν γὰρ πολὺ χαριέστεροί εἰσιν οἱ καλούμενοι βάρβαροι καὶ τόπῳ ἐν ᾧ εἰσὶ καὶ τρόπῳ, καὶ οἱ μὲν καλούμενοι Ἕλληνες στρατεύουσιν ἐπὶ τοὺς βαρβάρους, οἱ δὲ βάρβαροι διαφυλάττειν οἴονται δεῖν τὴν ἑαυτῶν, πάντες ὄντες αὐτάρκεις. ὑμῖν δὲ ἱκανὸν οὐδέν· καὶ γὰρ φιλόδοξοι καὶ ἄλογοι καὶ ἀχρήστως τρεφόμενοί ἐστε.