Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
⟨⟨ἔτι δὲ πρὸς τούτοις ⟨ἄλλο⟩ νόησον, ὦ Τάτ, ἐνέργημα τούτων, ὅτι καὶ εἰς τὴν γῆν σπερματίζουσιν [ἃς καλοῦσιν] ⟨ἐνεργείας⟩ τινάς, τὰς μὲν σωτηρίους, τὰς δὲ ὀλεθριωτάτας,⟩⟩ ⟨ἃς⟩ ⟨⟨καλοῦσιν οἱ πολλοὶ δαίμονας.⟩⟩—
Τίς ⟨δ᾽ ἂν⟩ αὐτοῖς εἴη, ὦ πάτερ, ὁ τοῦ σώματος τύπος; [τούτους οὖν] [[καλοῦσιν οἱ πολλοὶ δαίμονας.]]—[[Οὐδὲ γὰρ ἴδιόν τί ἐστι γένος τὸ τῶν δαιμόνων.]] Οὔτε [ἄλλα] σώματα ἔχοΥϲΙΝ ἐξ ἰδίας τινὸς ὕλης, οὔτε ψυχ῀ιΗ κινοῦΝται ὥσπερ ἡμεῖς· ⟨⟨οὐδὲ γὰρ ἴδιόν τί ἐστι γένος τὸ τῶν δαιμόνων,⟩⟩ ἀλλὰ ἐνέργειαί εἰσι τῶν τριάκοντα ἓξ τούτων θεῶν.
[[ἔτι δὲ πρὸς τούτοις νόησον, ὦ Τάτ, ἐνέργημα τούτων, ὅτι καὶ εἰς τὴν γῆν σπερματίζουσιν ἃς καλοῦσι τάνας, τὰς μὲν σωτηρίους, τὰς δὲ ὀλεθριωτάτας.]]
ἔτι καὶ ⟨ἄλλοι⟩ ἐν οὐρανῷ φερόμενοι ἀστέρες ⎡γεννῶσιν⎤ αὐτοῖς, ⟨οἱ καλούμενοι⟩ [ὑπο]λειτουργ⟨οί⟩, οὓς καὶ ὑπηρέτας καὶ στρατιώτας ἔχουσιν. οὗτοι δὲ ὑπ᾽ ἐκείνων ⎡μιγνύμενοι⎤ φέρονται ἐν τῷ αἰθέρι αἰωρούμενοι, τὸν τούτου τόπον ἀναπληροῦντες,
ὅπως μηδεὶϲ ᾖ τόπος ἄνω κενὸς ἀστέρων, συγκοσμοῦντες τὸ πᾶν, ἐνέργειαν ἰδίαν ἔχοντες, ὑποτεταγμένην δὲ ⟨τῇ⟩ τῶν τριάκοντα ἓξ ἐνεργείᾳ· ἐξ ὧν [κ]αἱ κατὰ τὰς χώρας φθοραὶ γίνονται τῶν ἄλλων ἐμψύχων [ζῴων], καὶ ἡ πληθὺς τῶν λυμαινομένων ζῴων τοὺς καρπούς.[[ὑπὸ δὲ τούτους ἐστιν ἡ καλουμένη ἄρκτος, κατὰ μέσον τοῦ ζῳδιακοῦ, ἐξ ἀστέρων συγκειμένη ἑπτά, ἔχουσα ἀντίζυγον ἑτέραν ὑπὲρ κεφαλῆς. ταύτης μὲν ἡ ἐνέργειά ἐστι καθάπερ ἄξονος, μηδαμοῦ μὲν δυνούσης μηδὲ ἀνατελλούσης, μενούσης δὲ ἐν τῷ αὐτῷ τόπῳ, τῆς περὶ αὐτὸ στρεφομένης, ἐνεργούσης δὲ τὴν ζωφόρου κυκλοῦ, παραδιδοῦσα τὸ πᾶν τοῦτο ἀπὸ μὲν τῆς νυκτὸς ἡμέρᾳ, ἀπὸ ἡμέρας νυκτί.]]
μετὰ δὲ τούτοΥϲ ἐστὶν ἄλλος χορὸς ἀστέρων, οὓς ἡμεῖς ⟨⟨μὲν⟩⟩ προσηγοριῶν οὐ κατηξιώσαμεν· οἱ δὲ μεθ᾽ ἡμᾶς [μιμησάμενοι] ⟨ἐσόμενοι⟩ [[μὲν]] καὶ ⟨τ⟩ούτοι⟨ς⟩ προσηγορίας [τούτοις] θήσονται.
κάτωθεν δὲ τῆς σελήνης εἰσὶν ἕτεροι ἀστέρες φθαρτοί, ἀργοί, πρὸς ὀλίγον χρόνον συνιστάμενοι, εἰς τὸν ὑπὲρ γῆς ἀέρα ἐξ αὐτῆς τῆς γῆς ἀναθυμιώμενοι, οὓς καὶ ἡμεῖς ὁρῶμεν διαλυομένους. ⟨οὗτοι⟩ τὴν φύσιν ὁμοίαν ἔχοΥϲι τοῖς ἀχρήστοις τῶν ἐπὶ γῆς ζῴων, ⟨ὅσα⟩ ἐπὶ ἕτερον [δὲ] οὐδὲν γίνεται ἢ ἵνα μόνον φθαρῇ, οἷον τὸ τῶν μυιῶν γένος καὶ τῶν ψυλλῶν καὶ τῶν σκωλήκων καὶ τῶν ἄλλων τῶν ὁμοίων. καθ⟨άπερ⟩ γὰρ ἐκεῖνα, ὦ Τάτ, οὔτε ἡμῖν οὔτε τῷ κόσμῳ χρήσιμά ἐστι, τοὐναντίον δὲ λυπεῖ ἐνοχλοῦντα, παρακολουθήματα ὄντα τῆς φύσεως, καὶ κατὰ τὸ περισσὸν τὴν γένεσιν ἔχοντα, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀπὸ τῆς γῆς ἀναθυμιώμενοι ἀστέρες τὸν μὲν ἄνω τόπον οὐ καταλαμβάνουσιν,—ἀδυνατοῦσι γάρ, ὡς κάτωθεν ἀνιόντες,—πολὺ δὲ ⟨τὸ⟩ ἐμβριθὲς ἔχοντες, ἑλκόμενοι κάτω ὑπὸ τῆς ἰδίας ὕλης διαχέονται ταχέως, καὶ διαλυθέντες πίπτουσι πάλιν εἰς γῆν, μηδὲν ἐνεργήσαντες ἢ μόνον ὀχλήσαντες τῷ ὑπὲρ γῆν ἀέρι.