Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
τὸν αὐτὸν τρόπον, ⟨εἰ⟩ οἱ μέν τινες τῶν μυρμήκων τοῦτο ἔπραττον, οἱ δ᾽ οὔ, καλῶς ἂν ἔλεγες ἐπιστήμῃ αὐτο⟨ὺς⟩ [τοῦτο πράττειν] καὶ τέχνῃ συνάγειν τὰς τροφάς· εἰ δὲ πάντες ὁμοίως ἄγονται [[ὑπὸ τῆς φύσεως]] ἐπὶ τοῦτο καὶ ἄκοντες, δῆλον ὅτι οὐκ ἐπιστήμῃ οὐδὲ τέχνῃ τοῦτο πράττουσιν, ⟨⟨ὑπὸ ⟨δὲ⟩ τῆς φύσεως⟩⟩ ⟨ἀγόμενοι⟩.
καὶ ὁ μὲν [κύριος καὶ πάντων] δημιουργὸς τῶν ἀιδίων σωμάτων, ὦ Τάτ, ἅπαξ ποιήσας οὐκέτι ἐποίησεν οὐδὲ ποιεῖ· ταῦτα γὰρ ἑαυτοῖς παραδοὺς καὶ ἑνώσας ἀλλήλοις ἀφῆκε φέρεσθαι, μηδεν⟨ὸς⟩ ἐνδέοντα [ὡς ἀίδια]. εἰ δὲ δέονται τινῶν, ἀλλήλων δέ[ησ]ονται, οὐδεμιᾶς δὲ τῆς ἔξωθεν ἐπιφορᾶς, ⟨...⟩ ⎡ὡς⎤ ἀθάνατα· ἔδει γὰρ τὰ ὑπ᾽ ἐκείνου σώματα γενόμενα τοιαύτην ἔχειν [καὶ] τὴν φύσιν.
ὁ δὲ ἡμέτερος δημιουργός, ἐν σώματι ὤν, ἐποίησεν ἡμᾶς, καὶ ποιεῖ ἀεὶ καὶ ποιήσει, σώματα ⟨ἔχοντας⟩ διαλυτὰ καὶ θνητά. οὐ γὰρ θέμις ἦν αὐτῷ μιμεῖσθαι τὸν ἑαυτοῦ δημιονργόν, ἄλλως τε καὶ ⟨...⟩ ἀδύνατον· ὁ μὲν γὰρ ἐκ τῆς πρώτης οὐσίας ἐποίησεν, οὔσης ἀσωμάτου, ὁ δὲ ἐκ τῆς γε[ι]νομένης σωματώσεως ἐποίησεν ἡμᾶς.
εἰκότως οὖν [κατὰ τὸν ὀρθὸν λόγον] ἐκεῖνα μὲν τὰ σώματα, ὡς ἐξ ἀσωμάτου οὐσίας γεγενημένα, ἀθάνατά ἐστι· τὰ δὲ ἡμέτερα διαλυτὰ καὶ θνητά, ὡς τῆς ⎡ὕλης⎤ ἡμῶν ἐκ σωμάτων συνεστώσης.
διὸ ⟨καὶ⟩ [τὸ] ἀσθενῆ ἐϲτι, καὶ πολλῆς ἐπικουρίας δεόμενα. πῶς γὰρ ἂν καὶ τὸ τυχὸν ἀντέσχεν ὁ σύνδεσμος ἡμῶν τῶν σωμάτων, εἰ μή τινα εἶχεν ἐπεισερχομένην τροφὴν ἐκ τῶν [ὁμοίων] στοιχείων, καὶ ὑπεσωμάτου ἡμᾶς ⟨αὕτη⟩ καθ᾽ ἑκάστην [τὴν] ἡμέραν; καὶ γὰρ γῆς τε καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος ἐπιρροὴ ἡμῖν γίγνεται, ἥτις τὰ σώματα ἡμῶν νεοποιοῦσα συνέχει τὸ σκῆνος.
⟨... ⟩ ὥστε καὶ πρὸς τὰς κινήσεις ἐσμὲν ἀσθενέστεροι, φέροντες ⟨αὐτὰς⟩ [κινήσεις] μηδὲ ἡμέρας μιᾶς. εὖ γὰρ ἴσθι, ὦ τέκνον, ὅτι εἰ μὴ ἐν ταῖς νυξὶν ἡμῶν ἀνεπαύετο τὰ σώματα, οὐκ ἂν πρὸς μίαν ἡμέραν ἀντέσχομεν. ὅθεν ἀγαθὸς ὢν ὁ δημιουργός, ⟨καὶ⟩ πάντα προεπιστάμενος, εἰς διαμονὴν τοῦ ζῷου ἐποίησε τὸν ὕπνον, ⟨φάρμακ⟩ον μέγιστον τοῦ καμάτου
τῆς κινήσεως, καὶ ἐπ᾽ ἰσότητος ἔταξεν ἑκατέρῳ χρόνοΝ [μᾶλλον δὲ τῇ ἀναπαύλῃ πλείονα].μεγίστην δῊ νόει, ⟨ὦ⟩ τέκνον, τοῦ ὕπνου τὴν ἐνέργειαν, ἐναντίαν τῇ τῆς ψυχῆς, οὐκ ἐλάττον⟨α δ᾽⟩ ἐκείνης. καθάπερ γὰρ ἡ ψυχὴ κινήσεώς ἐστιν ἐνεργΗΤΙΚΉ, τὸν αὐτὸν τρόπον ⟨ὁ ὕπνος...⟩. ⟨διὸ⟩ καὶ τὰ σώματα ζῆν οὐ δύναται χωρὶς ὕπνου· ἄνεσις γάρ [καὶ ἄφεσίς] ἐστι ⎡τῶν συνδέτων τῶν μελῶν⎤.
καὶ ἔσωθεν ἐνεργεῖ, σωματοποιῶν τὴν ἐπεισελθοῦσαν ὕλην, ἑκάστῳ τὸ οἰκεῖον διαστέλλων, τὸ μὲν ὕδωρ τῷ αἵματι, τὴν δὲ γῆν ⟨τοῖς⟩ ὀστέοις καὶ μυελοῖς, τὸν δὲ ἀέρα τοῖς νεύροις [καὶ φλεψί], τὸ δὲ πῦρ τῇ ὁράσει. διόπερ καὶ ἥδεται ἄκρως τὸ σῶμα τῷ ὕπνῳ ταύτην ἐνεργοῦντι τὴν ⎡ἡδονήν⎤.
Ἐπεί μοι ἐν τοῖς ἔμπροσθεν γενικοῖς λόγοις ὑπέσχου δηλῶσαι περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, νῦν μοι δήλωσον περὶ αὐτῶν καὶ τῆς τούτων ἐνεργείας.—Οὐδ[ε]εὶς φθόνος, ὦ Τάτ· καὶ ὁ κυριώτατος πάντων λόγος καὶ κορυφαιότατος οὖτος ἂν εἴη. ϲὺ δὲ νόει [οὕτως].
ἔφαμέν σοι περὶ τοῦ ζῳδιακοῦ κύκλου, [[καὶ]] τοῦ ⟨⟨καὶ⟩⟩ ζῳοφόρου, καὶ τῶν πέντε πλανητῶν καὶ ἡλίου καὶ σελήνης καὶ τοῦ ἑκάστου τούτων κύκλου. —Ἔφης γάρ, ὦ Τρισμέγιστε. —Οὕτως βούλομαί σε νοεῖν καὶ περὶ τῶν τριάκοντα ἓξ δεκανῶν, μεμνημένοΝ ἐκείνων, ἵν᾽ εὔγνωστός σοι καὶ ὁ περὶ τούτων λόγος γένοιτο.—Μέμνημαι, ὦ πάτερ.—
⟨'E⟩φαμένπου, ὦ τέκνον, περιεκτικὸν τῶν ἁπάντων εἶναι
σῶμα. ἐννόησον οὖν [καὶ] αὐτὸ ὥσπερ κυκλοειδὲς ⟨τὸ⟩ σχῆμα· καὶ γὰρ οὕτως ἔχει τὸ πᾶν. —Τοιοῦτον ⟨τὸ⟩ σχῆμα νοῶ οὕτως ὡς λέγεις, ὦ πάτερ.—Ὑπὸ δὲ τὸν κύκλον τοῦ σώματος τούτου[ς] τετάχθαι τοὺς τριάκοντα ἓξ δεκανούς, μέσους τοῦ ⟨τοῦ⟩ παντὸς κύκλου ⟨καὶ⟩ τοῦ ζῳδιακοῦ, διορίζοντας ἀμφοτέρους τοὺς κύκλους, καὶ ὥσπερ ἐκεῖνον μὲν κουφίζοντας, τὸν ⟨δὲ⟩ ζῳδιακὸν καθορ[ιζ]ῶντας.⟨... ⟩ ⎡συμφερομένους τοῖς πλάνησι καὶ ἰσοδυναμεῖν τῇ τοῦ παντὸς φορᾷ κατὰ τὸ ἐναλλὰξ τοῖς ἑπτά⎤· καὶ τὸ μὲν περιεκτικὸν ἐπέχειν σῶμα,—ἔσχατον γὰρ ἂν ἦν [ἐν] ⟨τῷ τάχει⟩ τῆϲ φορᾶϲ αὐτὸ καθ᾽ αὑτὸ ὄν [τῷ πάσχειν], ἐπισπεύδειν δὲ τοὺς ἑπτὰ ἄλλους κύκλους, διὰ τὸ βραδύτεραν κίνησιν ⟨αὐτοὺς⟩ κινεῖσθαι τοῦ ⟨τοῦ⟩ παντὸς κύκλου [ὥσπερ οὖν ἀνάγκη] [αὐτοὺς κινεῖσθαι καὶ τοῦ παντός].
⟨⟨ὑπὸ δὲ τούτους ἐστὶν ἡ καλουμένη ἄρκτος, κατὰ μέσον τοῦ ζῳδιακοῦ, ἐξ ἀστέρων συγκειμένη ἑπτά, ἔχουσα ἀντίζυγον ἑτέραν ὑπὲρ κεφαλῆς. ταύτης [μὲν] ἡ ἐνέργειά ἐστι καθάπερ ἄξονος, μηδαμοῦ μὲν δυνούσης μηδὲ ἀνατελλούσης, μενούσης δὲ ἐν τῷ αὐτῷ τόπῳ, [τῆς] περὶ ⟨τὸ⟩ αὐτὸ στρεφομένης, ἐνεργούσης δὲ τὴν ⟨τοῦ⟩ ζῳ⟨ο⟩φόρου κυκλου ⟨περιφοράν....⟩ παραδιδοῦσα τὸ πᾶν τοῦτο ἀπὸ μὲν [τῆς] νυκτὸς ἡμέρᾳ, ἀπὸ ⟨δ᾽⟩ ἡμέρας νυκτί.⟩⟩
νοήσωμεν οὖν καὶ τὰς τῶν ἑπτὰ ⟨...⟩ καὶ ⎡πάντα τὸν κύκλον⎤ ⟨...⟩, μᾶλλον δὲ τῶν ἐν κόσμῳ ἁπάντων ὡσπερεὶ φύλακας αὐτοὺς περιίστασθαι, [πάντα] συνέχοντας [καὶ] τὰ πάντα, καὶ τηροῦντας τὴν τῶν πάντων εὐταξίαν.—Οὕτως γὰρ νοῶ, πάτερ, ἐξ ὧν λέγεις.—
Ἔτι δὲ νόησον, ⟨ὦ⟩ Τάτ, ὅτι καὶ ἀπαθεῖς εἰσιν ὧν οἱ ἄλλοι ἀστέρες πάσχουσιν. οὔτε γὰρ ἐπεχόμενοι τὸν δρόμον στηρίζουσιν οὔτε κωλυόμενοι ἀναποδίζουσιν, ⟨...·⟩ ἀλλ᾽ οὐδὲ μὴν ⎡ὑπὸ τοῦ φωτὸς τοῦ ἡλίου σκέπονται⎤, ἅπερ πάσχουσιν οἱ ἄλλοι ἀστέρες· ἐλευθέροι δὲ ὄντες, ὑπεράνω πάντων ὥσπερ
φύλακες ἀκριβεῖς καὶ ἐπίσκοποι τοῦ παντὸς περιέ⟨ρ⟩χονται τῷ νυχθημέρῳ τὸ πᾶν.—Ἆρ᾽ οὖν [[καὶ]] οὗτοι, ὦ πάτερ, ἔχουσι ⟨⟨καὶ⟩⟩ πρὸς ἡμᾶς ἐνέργειαν;—Τὴν μεγίστην, ὦ τέκνον. εἰ γὰρ ἐκείνοις ἐνεργοῦσι, πῶς οὐ καὶ ἡμῖν, καὶ καθ᾽ ἕνα ἕκαστον καὶ κοινῇ;
[οὕτως, ὦ τέκνον] τῶν ⟨μὲν γὰρ⟩ καθολικῶς πάντων σνμβαινόνταων [τ]ἡ ἐνέργεια ἀπὸ τούτων ἐστίν· οἷον [ὃ λέγω νόησον] βασιλε⟨ι⟩ῶν μετατροπαί[ων], πόλεων ἐπαναστάσεις, λιμοί, λοιμοί, ⎡ἄμπωτις⎤ θαλάσσης, γῆς σεισμοί, οὐδὲν τούτων, ὦ τέκνον, χωρὶς τῆς τούτων ἐνεργείας γίνεται.
[ἔτι τε πρὸς τούτοις νόησον] ⟨...⟩ εἰ γὰρ οὗτοι μὲν ἐπιστατοῦσιν ἐκείνων, ἡμεῖς δὲ [καὶ] ὑπὸ τοὺς ἑπτά ἐσμεν, οὐ νοεῖς καὶ εἰς ἡμᾶς τῊν[α] ἐκείνων φθάνειν ἐνέργειαν, ἤτοι ὑπ᾽ [εις] αὐτῶν ἢ δι᾽ ἐκείνων ⟨ἐνεργουμένην⟩;
⟨⟨ἔτι δὲ πρὸς τούτοις ⟨ἄλλο⟩ νόησον, ὦ Τάτ, ἐνέργημα τούτων, ὅτι καὶ εἰς τὴν γῆν σπερματίζουσιν [ἃς καλοῦσιν] ⟨ἐνεργείας⟩ τινάς, τὰς μὲν σωτηρίους, τὰς δὲ ὀλεθριωτάτας,⟩⟩ ⟨ἃς⟩ ⟨⟨καλοῦσιν οἱ πολλοὶ δαίμονας.⟩⟩—
Τίς ⟨δ᾽ ἂν⟩ αὐτοῖς εἴη, ὦ πάτερ, ὁ τοῦ σώματος τύπος; [τούτους οὖν] [[καλοῦσιν οἱ πολλοὶ δαίμονας.]]—[[Οὐδὲ γὰρ ἴδιόν τί ἐστι γένος τὸ τῶν δαιμόνων.]] Οὔτε [ἄλλα] σώματα ἔχοΥϲΙΝ ἐξ ἰδίας τινὸς ὕλης, οὔτε ψυχ῀ιΗ κινοῦΝται ὥσπερ ἡμεῖς· ⟨⟨οὐδὲ γὰρ ἴδιόν τί ἐστι γένος τὸ τῶν δαιμόνων,⟩⟩ ἀλλὰ ἐνέργειαί εἰσι τῶν τριάκοντα ἓξ τούτων θεῶν.