Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⟨⟨παρέπονται δὲ τῇ ψυχῇ οὐκ ἀθρόως παραγιγνόμεναι· ἀλλὰ τινὲς μὲν αὐτῶν ἅμα τῷ γενέσθαι τὸν ἄνθρωπον [ἐνεργοῦσι] ⟨παραγίγνονται⟩, ὁμοῦ τῇ ψυχῇ ⟨εἰσελθοῦσαι, καὶ⟩ περὶ τὰ ἄλογα ⟨μέρη ἐνεργ⟩οῦσαι, αἱ δὲ καθαρώτεραι ἐνέργειαι κατὰ μεταβολὴν τῆς ἡλικίας, τῷ λογικῷ μέρει τῆς ψυχῆς συνεργοῦσαι.⟩⟩

τῶν δὲ ἐνεργειῶν αἱ μέν εἰσι τῶν θείων σωμάτων ⟨ἐνεργητικαί⟩, αἱ δὲ τῶν φθαρτῶν· καὶ ⟨τῶν εἰς τὰ φθαρτὰ ἐνεργουσῶν⟩ αἱ μὲν καθολικαὶ, ⟨αἱ δὲ γενικαί,⟩ αἱ δὲ ⟨ε⟩ἰδικαί. [καὶ αἱ μὲν τῶν γενῶν, αἱ δὲ [τῶν μερῶν] ἑνὸς ἑκάστου.] θεῖαι μὲν οὗν εἰσιν αἱ εἰς τὰ ⟨ἀ⟩ίδια σώματα ἐνεργοῦσαι· αὗται δὲ καὶ τέλειαί εἰσιν, ὡς εἰς τέλεια σώματα. ⟨καθολικαὶ δὲ αἱ εἰς τὰ φθαρτὰ σύμπαντα·⟩ ΓεΝικαὶ δὲ αἱ δι᾽ ἑνὸς ἑκάστου γένους τῶν ζῴων· ⟨ε⟩ἰδικαὶ δὲ αἱ εἰς ἕκαστόν ⟨⟨τι⟩⟩ τῶν ὄντων [[τι]].

οὗτος ὁ λόγος, ὦ τέκνον, συνάγει πάντα μεστὰ εἶναι ἐνεργειῶν. εἰ γὰρ [ἀνάγκη τὰς ἐνεργείας ἐν σώμασιν εἶναι] πολλὰ [δὲ] σώματα ἐν κόσμῳ, πλείους φημὶ εἶναι τὰς ἐνεργείας τῶν σωμάτων. ἐν ἑνὶ γὰρ πολλάκις σώματί ἐστι μία καὶ δευτέρα καὶ τρίτη ⟨...⟩, χωρὶς τῶν ⟨τῇ γενέσει⟩ ἑπομένων καθολικῶν· καθολικὰς γὰρ ἐνεργείας φημὶ τὰς ⟨τῶν⟩ ὄντωΝ σωματ⟨ωτ⟩ικάς [[διὰ δὲ τῶν αἰσθήσεων καὶ τῶν κινήσεων γινομένας]]· χωρὶς γὰρ τούτων τῶν ἐνεργειῶν τὸ σῶμα συστῆναι οὐ δυνατόν. ἕτεραι δέ εἰσιν ⟨ε⟩ἰδικαὶ ἐνέργειαι ⎡ταῖς ψυχαῖς τῶν ἀνθρώπων διὰ τεχνῶν καὶ ἐπιστημῶν καὶ ἐπιτηδευμάτων καὶ ἐνεργημάτων⎤ ⟨......⟩

⟨⟨διὰ δὲ τῶν αἰσθήσεων [καὶ τῶν κινήσεων] ⟨φανερὰς⟩ γινομένας·⟩⟩ παρέπονται γὰρ ταῖς ἐνεργείαις [κ]αἱ αἰσθήσεις, μᾶλλον δὲ ἀποτελέσματα τῶν ἐνεργειῶν ⟨αἱ⟩ αἰσθήσεις εἰσί.

νόησον οὖν, ὦ τέκνον, διαφορὰν ἐνεργείας ⟨καὶ αἰσθήσεως. ἡ μὲν γὰρ ἐνέργεια⟩ ἄνωθεν πέμπεται· ἡ δὲ αἴσθησις, ἐν τῷ σώματι οὖσα, καὶ ἀπὸ τούτου τὴν οὐσίαν ἔχουσα, δεξαμένη

τὴν ἐνέργειαν φανερὰν ποιεῖ, καθάπερ αὐτὴν σαωματοποιήσασα. διόπερ ⟨τὰς μὲν ἐνεργείας ἀσωμάτους καὶ ἀθανάτους,⟩ τὰς ⟨δὲ⟩ αἰσθήσεις καὶ σωματικὰς καὶ θνητάς φημι εἶναι, ⟨ἐπὶ⟩ τοσοῦτον συνεστώσας ὅσον καὶ τὸ σῶμα· καὶ γὰρ συγγεννῶνται τῷ σώματι αἱ αἰσθήσεις καὶ συναποθνήσκουσι.

⟨⟨καὶ τὰ μὲν⟩⟩ ⟨θνητὰ σώματα αἴσθησιν ἔχει·⟩ τὰ δὲ ἀθάνατα σώματα [[αὐτὰ μὲν]] αἴσθησιν οὐκ ἔχει, ὡς ἐξ οὐσίας ⟨οὐ⟩ τοιαύτης συνεστῶτα. ἡ γὰρ αἴσθησις οὐδ᾽ ὅλως ἄλου ἐστὶ [σωματικὴ] ⟨καταληπτικὴ⟩ ἢ τοῦ προσγινομένου τῷ σώματι [κακοῦ ἢ τοῦ ἀγαθοῦ], ἢ τοῦ πάλιν αὖ ἀπογινομένου· τοῖς δὲ ἀιδίοις σώμασιν οὔτε προσγίνεταί ⟨τι⟩ οὔτε ἀπογίνεται· διὸ αἴσθησις ἐν ἐκείνοις οὐ γίνεται.