Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Οὐδὲ ταῦτα οὖν, ὦ πάτερ, τὰ ἀίδια σώματα [[ἐπεὶ μεταβάλλεται] ἀληθῆ ἐστι⟨ν⟩; ⟨⟨ἐπεὶ μεταβάλλεται⟩⟩ ⟨καὶ ταῦτα.⟩ —Πᾶν μὲν οὖν τὸ [γεννητὸν καὶ] μεταβλητὸν οὐκ ἀληθές· [[ὑπὸ δὲ τοῦ προπάτορος γενόμενα τὴν ὕλην δύναται ἀληθῆ ἐσχηκέναι·]] ἔχει δέ τι καὶ ταῦτα ψεῦδος ἐν τῇ μεταβολῇ· οὐδὲν γάρ, μὴ μένον ἐφ’ αὑτῷ, ἀληθές ἐστιν. ⟨⟨ὑπὸ δὲ τοῦ προπάτορος ⟨ἄφθαρτα⟩ γενόμενα, τὴν⎡ὕλην⎤δύναται ἀληθῆ ἐσχηκέναι.⟩⟩—

⟨⟨Τί οὖν ἂν εἴποι τις⟩⟩ ἀληθές, ὦ πάτερ [[τί οὖν ἂν εἴποι τις]];—Μόνον τὸν ἥλιον, παρὰ τὰ ἄλλα πάντα μὴ μεταβαλλόμενον, μένοντα δὲ ἐφ’ αὑτῷ, ἀλήθειαν]. διὸ καὶ τὴν ⟨τῶν⟩ ἐν τῷ κόσμῳ πάντων δημιουργίαν αὐτὸς μόνος πεπίστευται, ἄρχων πάντων καὶ ποιῶν πάντα. ὃν καὶ σέβομαι, καὶ προσκυνῶ αὐτοῦ τὴν ἀλήθειαν, μετὰ τὸν ἕνα καὶ πρῶτον ⟨θεὸν⟩ τοῦτον δημιουργὸν γνωρίζω⟨ν⟩.—