Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
κινεῖται δὲ τὸ κινούμενον κατ⟨ὰ τὴν⟩ ἐνέργειαν τῆς [κινήσεως] ⟨φύσεως⟩, τῆς κινούσης τὸ πᾶν ⟨⟨καὶ διὰ πάντων πεφοιτηκΥίαϲ⟩⟩. ἡ ⟨μὲν⟩ γὰρ φύσις [τοῦ παντὸς] τῷ παντὶ παρέχει κινήσεις [μίαν μὲν τὴν κατὰ δύναμιν ⎡αὐτῆς⎤, ἑτέραν δὲ τὴν κατ᾽ ἐνέργειαν]· ⟨ἡ δὲ νοερὰ οὐσία....⟩ καὶ ἡ μὲν
διήκει διὰ τοῦ σύμπαντος κόσμου καὶ ἐντὸς συνέχει, ἡ δὲ ⎡παρήκει⎤ καὶ ἐκτὸς περιέχει. [[καὶ διὰ πάντων πεφοιτήκασι κοινῇ.]]καὶ ἡ φύσις, πάντα φύουσα τὰ γιγνόμενα, [φυὴν] ⟨μορφὴν⟩ παρέχει τοῖς φυομένοις, σπείρουσα μὲν ⟨εἰς ὕλην⟩ τὰ ἑαυτῆς σπέρματα [γένεσις], ἔχουσα δὲ ⟨τὴν⟩ ὕλην κινητήν. κινοιυμένη δὲ θερμαίνεται ⟨καὶ ψύχεται ἡ⟩ ⟨⟨ὕλη⟩⟩, καὶ γίγνεται [[ὕλη]] πῦρ καὶ ὕδωρ, τὸ μὲν σθεναρὸν καὶ ἰσχυρόν, ⟨τὸ δὲ ἀσθενές, καὶ τὸ μὲν ποιοῦν,⟩ τὸ δὲ πάσχον. τὸ δὲ πῦρ, ἐναντιούμενον τῷ ὕδατι, ἐξήρανε τοῦ ὔδατος, καὶ ἐγένετο ⟨ἡ γῆ⟩ [[ὀχουμένη ἐπὶ τοῦ ὕδατος]]. περιξηραινομένωΝ δὲ ⟨τούτων⟩, ἀτμὸς ἐγένετο ἐκ [τῶν τριῶν] τοῦ τε ὕδατος ⟨καὶ⟩ τῆς γῆς [καὶ τοῦ πυρός], καὶ ἐγένετο ἀήρ, ⟨⟨ὀχούμενοϲ ἐπὶ ⟨τῆς γῆς καὶ⟩ τοῦ ὕδατος.⟩⟩