Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
πάντα δὲ γίνεται ⎡φύσει καὶ εἱμαρμένῃ⎤, καὶ οὐκ ἔστι τόπος ἔρημος προνοίας. πρόνοια δέ ἐστιν αὐτοτελὴς λόγος τοῦ ἐπουρανίου θεοῦ· δύο δὲ τούτου ⎡αὐτοφυεῖς⎤ δυνάμεις, ἀνάγκη καὶ εἱμαρμένη. ⟨καὶ ἡ μὲν ἀνάγκη...·⟩
ἡ δὲ εἱμαρμένη ὑπηρετεῖ προνοίᾳ ⎡καὶ ἀνάγκῃ.⎤ τῇ δὲ εἱμαρμένῃ ὑπηρετοῦσιν οἱ ἀστέρες. [οὔτε γὰρ εἱμαρμένην φυγεῖν τις δύναται, οὔτε φυλάξαι ἑαυτὸν ἀπὸ τῆς τούτων δεινότητος.] ὅπλον γὰρ εἱμαρμένης οἱ ἀστέρες· κατὰ γὰρ ταύτην πάντα ἀποτελοῦσι τῇ φύσει καὶ τοῖς ἀνθρώποις.
ἀνάγκη ἐστὶ κρίσις βεβαία καὶ ἀμετάτρεπτος [δύναμις] προνοίας.
καὶ ἡ μὲν διακρατοῦσα τὸν ὅλον κόσμον πρόνοιά ἐστιν· ἡ δὲ ⎡συνέχουσα καὶ περιέχουσα⎤ ἀνάγκη ἐστίν. εἱμαρμένη δὲ ἄγει καὶ περιάγει πάντα, κατ᾽ ἀνάγκΗΝ ⟨ἐνεργ⟩οῦσα· φύσις γάρ ἐστιν αὐτῆς τὸ ἀναγκάζειν. [αἰτία γενέσεως καὶ φθορᾶς ⎡βίου⎤.]
ὁ μὲν οὖν κόσμος ⎡πρῶτος ἔχει τὴν πρόνοιαν· πρῶτος γὰρ αὐτῆς τυγχάνει⎤. ἡ δὲ πρόνοια ἐξήπλωται ἐν τῷ οὐρανῷ. ⎡διότι καὶ⎤ ⟨οἱ⟩ θεοὶ περὶ αὐτὸν στρέφονται [καὶ κινοῦνται] ἀκάματον καὶ ἄπαυστον κίνησιν ἔχοντες. εἱμαρμένη δὲ ⎡διότι καὶ ἀνάγκη⎤. καὶ ἡ μὲν πρόνοια ⟨...⟩ προνοεῖ, εἱμαρμένη δὲ αἰτία ἐστὶ ⎡τῆς τῶν ἄστρων διαθέσεως.⎤
⎡οὗτος⎤ νόμος ἄφυκτος καθ᾽ ὃν πάντα τέτακται.