Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

τὰς μέντοι πρὸς τοὺς πολλοὺς ὁμιλίας παραιτοῦ· φθονεῖν μὲν γάρ σε οὐ βούλομαι, μᾶλλον δὲ ὅτι τοῖς πολλοῖς δόξεις καταγέλαστος εἶναι. τὸ γὰρ ὅμοιον πρὸς τὸ ὅμοιον παραλαμβάνεται, ἀνόμοιος δὲ ἀνομοίῳ οὐδέποτε φίλος. οὗτοι δὲ οἱ λόγοι ὀλίγους παντελῶς τοὺς ἀκροατὰς ἕζουσιν ⟨ἀξίους⟩, ἢ τάχα οὐδὲ τοὺς ὀλίγους [ἕξουσιν].

ἔχουσι δέ τι καὶ ἴδιον ἐν ἑαυτοῖς· τοὺς κακοὺς μᾶλλον παροξύνουσι πρὸς τὴν κακίαν. [διὸ χρὴ τοὺς πολλοὺς φυλάττεσθαι, ⟨ὡς⟩ μὴ νοοῦντας τῶν λεγομένων τὴν ἀρετήν.]—Πῶς εἶπας, ὦ πάτερ;—Οὕτως, ὦ τέκνον. [πᾶν] τὸ ζῷον ⟨τὸ⟩ τῶν ἀνθρώπων ἐπιρρεπέστερόν ἐστιν εἰς τὴν κακίαν· καὶ ⟨γὰρ⟩ ταύτῃ σύντροφον γίγνεται, διὸ καὶ ἥδεται αὐτῇ. τοῦτο δὲ τὸ ζῷον ἐὰν μάθῃ ὅτι γενητὸς ὁ κόσμος, καὶ ⟨ὅτι⟩ πάντα κατὰ [πρόνοιαν καὶ] ἀνάγκην

γίνεται, εἱμαρμένης πάντων ἀρχούσης, οὕ⟨τω⟩ πολλῷ ἑαυτοῦ χεῖρον ἔσται, καταφρονῆσαΝ μὲν τοῦ παντὸς ὡς γενητοῦ, τὰς δὲ αἰτίας τοῦ κακοῦ τῇ εἱμαρμένῃ ἀναφέρον, οὐΔ᾽ ἀφέξεταί ποτε παντὸς ἔργου κακοῦ. διὸ φυλακτέον αὐτούς, ὅπως ἐν ἀγνοίᾳ ὄντες ἔλαττον ὦσι κακοὶ [φόβῳ τοῦ ἀδήλου].