Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον ᾧ καὶ νοῆσαι δυνατόν. τὸ γὰρ [ἀσώματον σώματι σημῆναι ἀδύνατον, καὶ τὸ] τέλειον τῷ ἀτελεῖ καταλαβέσθαι ⎡οὐ δυνατόν⎤, καὶ τὸ ἀίδιον τῷ ὀλιγοχρονίῳ συγγενέσθαι δύσκολον. τὸ μὲν γὰρ ἀεί ἐστι, τὸ δὲ παρέρχεται· καὶ τὸ μὲν ἀληθές ἐστι, τὸ δὲ ὑπὸ φαντασίας ⎡σκιάζεται⎤. [ὅσον οὖν τὸ ἀσθενέστερον τοῦ ἰσχυροτέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος διέστηκε,] τοσοῦτον ⟨διέστηκε⟩ τὸ θνητὸν τοῦ θείου.

ἡ δὲ μέση τούτων διάστασις ἀμαυροῖ τὴν τοῦ καλοῦ θέαν. ὀφθαλμοῖς μὲν γὰρ τὰ σώματα θεατά [γλώττῃ δὲ τὰ ὁρατὰ λεκτά]· τὸ δὲ ἀσώματον καὶ ἀφανὲς καὶ ἀσχημάτιστον καὶ μὴ ἐξ ὕλης ⎡ὑποκείμενον⎤ ὑπὸ τῶν ἡμετέρων αἰσθήσεων καταληφθῆναι οὐ δύναται. ⎡ἐννοοῦμαι, ὦ Τάτ, ἐννοοῦμαι ὃ ἐξειπεῖν ἀδύνατον· τοῦτο ἔστιν ὁ θεός.⎤

Περὶ ἀληθείας, ὦ Τάτ, οὐκ ἔστι δυνατὸν ⟨κατ᾽ ἀξίαν εἰπεῖν⟩ ἄνθρωπον ὄντα, ζῷον ἀτελές, ἐξ ἀτελῶν συγκείμενον μερῶν, καὶ ἐξ ἀλλοτρίων σωμάτων καὶ πολλῶν τὸ σκῆνος ⟨ἔχοντα⟩ συνεστός [τολμήσαντα εἰπεῖν]· ὃ δέ ἐστι δυνατόν [ἢ δίκαιον], τοῦτο φημί, ἀλήθειαν εἶναι ἐν μόνοις τοῖς ἀιδίοις [σώμασιν] ⟨...⟩ ⎡ων⎤.

καὶ τὰ ⟨ἀίδια⟩ σώματα αὐτὰ ⟨μὲν καθ᾽ αὑτὰ⟩ ἀληθῆ ἐστι, πῦρ αὐτόπυρ [μόνον καὶ οὐδὲν ἄλλο], γῆ αὐτόγη [καὶ οὐδὲν ἄλλο], ἀὴρ αὐτοάηρ, ὕδωρ αὐτοΰδωρ [καὶ οὐδὲν ἄλλο]. τὰ δὲ ἡμέτερα σώματα ἐκ πάντων τούτων συνέστηκεν· ἔχει μὲν γάρ ⟨τι⟩ πυρός, ἔχει δὲ καὶ γῆς [ἔχει] καὶ ὕδατος καὶ ἀέρος· καὶ οὔτε πῦρ ἐστιν ⟨ἐν αὐτοῖς ἀληθὲς⟩ οὔτε γῆ οὔτε ὕδωρ οὔτε ἀήρ, οὔτε οὐδὲν ἀληθές. εἰ δὲ μὴ τὴν ἀρχὴν ἡ σύστασις ἡμῶν ἔσχε τὴν ἀλήθειαν, πῶς ἂν δύναιτο ἀλήθειαν ἢ ἰδεῖν ἢ εἰπεῖν; [νοῆσαι δὲ ⟨δυνατὸν⟩ μόνον ἐὰν ὁ θεὸς θέλῃ.]

πάντα οὖν, ὦ Τάτ, τὰ ἐπὶ γῆς ἀληθ῀Η μὲν οὐκ ἔστι· τῆς δὲ ἀληθείας μιμήματα [καὶ] οὐ πάντα, ὀλίγα δέ. [ταῦτα] ⟨τὰ δὲ⟩ ἄλλα ψεῦδος καὶ πλάνος, ὦ Τάτ, [καὶ δόξαι,] ⟨ἐκ⟩ φαντασίας [καθάπερ εἰκόνες συνεστῶτα.

ὅταν δ᾽ ἄνωθεν τὴν ἐπίρροιαν ἔχῃ ἡ φαντασία, τῆς ἀληθείας γίγνεται μίμησις. χωρὶς δὲ τῆς ἄνωθεν ἐνεργείας, ψεῦδος καταλείπεται· καθάπερ καὶ ἡ εἰκὼν [[τὸ [[μὲν]] σῶμα]] ⟨ἡ ἐν⟩ τ῀ιΗ γραφ῀ιΗ δείκνυσι ⟨⟨μὲν⟩⟩ [[αὐτὴ δὲ οὐκ ἔστι σῶμα]] κατὰ [τὴν] φαντασίαν ⟨⟨τὸ σῶμα⟩⟩ τοῦ ὁρωμένου, ⟨⟨αὐτὴ δὲ οὐκ ἔστι σῶμα.⟩⟩ καὶ ὀφθαλμοὺς μὲν ὁρᾶται ἔχουσα, βλέπει δὲ οὐδέν· ⟨καὶ ὦτα,⟩ ἀκούει δὲ οὐδὲν ὅλῶς· καὶ τὰ ἄλλα πάντα ἔχει μὲν ἡ γραφή, ψευδῆ δέ [ἐστι], τὰς τῶν ὁρώντων ὄψεις

ἐξαπατῶντα, τῶν μὲν δοκούντων ἀληθ῀Η ὁρᾶν, τῶν δὲ ὡς ἀληθῶς ὄντων ψευδῶν.

ὅσοι μὲν οὖν ⎡οὐ⎤ ⟨...⟩, ψεῦδος ὁρῶσιν· ⟨ὅσοι δὲ...⟩, ἀλήθειαν ὁρῶσιν. ἐὰν οὖν ἕκαστον τούτων οὕτω νοῶμεν ἢ ὁρῶμεν ὡς ἔστιν, ἀληθῆ καὶ νοοῦμεν καὶ ὁρῶμεν· ἐὰν δὲ παρὰ τὸ ὄν, οὐδὲν ἀληθὲς οὔτε νοήσομεν οὔτ᾽ ὀΨόμεθα.

⟨⟨⎡οὕτως⎤ ἀληθὲς οὐδὲν εἶΝαι ἐν τῇ γῇ νοῶ⟨ν⟩ καὶ λέγω⟨ν⟩ [φαντασίαι εἰσὶ καὶ δόξαι πάντα] ἀληθῆ νοῶ καὶ λέγαωὐκ οὖν τὸ [τε] ἀληθῆ νοεῖν καὶ λέγειν, τοῦτο ἀλήθειαν δεῖ καλεῖν;—Τί δαί;⟩⟩—

—Ἔστιν οὖν, ⟨ὦ⟩ πάτερ, ἀλήθεια καὶ ἐν τῇ γῇ. [[καὶ οὐκ ἀσκόπως]]—Σφάλλῃ, ὦ τέκνον. ἀλήθεια μὲν οὐδαμῶς ἐστιν ἐν τῇ γῇ, ὦ Τάτ, οὔτε γενέσθαι δύναται· περὶ δὲ ἀληθείας ⟨ἀληθῆ⟩ νοῆσαι ἐνίους τῶν ἀνθρώπων, [οἷς ἐὰν ὁ θεὸς τὴν θεοπτικὴν δωρήσηται δύναμιν,] [γενέσθαι] ⟨οὐδὲν κωλύει·⟩

[[οὕτως ἀληθὲς οὐδὲν ἔστιν ἐν τῇ γῇ. νοῶ καὶ λέγω. φαντασίαι εἰσὶ καὶ δόξαι πάντα. ἀληθῆ νοῶ καὶ λέγω. —Οὐκ οὖν τό τε ἀληθῆ νοεῖν καὶ λέγειν, τοῦτο ἀλήθειαν δεῖ καλεῖν; —Τί δαί;]]

[τὰ ὄντα [δεῖ] νοεῖν καὶ λέγειν] [ἔστι δὲ οὐδὲν ἀληθὲς ἐπὶ τῆς γῆς] ⟨⟨καὶ οὐκ ἀσκόπως⟩⟩ ⟨εἶπον ὅτι⟩ τοῦτο ἀληθές ἐστι, τὸ μὴ εἶ[δε]ναι μηδὲν ἀληθὲς ἐνθάδε.