Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

2.ὁρᾷς, ὅτι ὁ ἐνδελεχισμὸς τῆς σαρκὸς τῆς Αἰγυπτίας πόσην κατειργάσατο τῷ δικαίῳ θλίψιν; διὰ τοῦτο οὖν πᾶσι τρόποις συμφέρει ἡμῖν ἀπέχεσθαι ἀπ’ αὐτῶν. οὐ

γὰρ ἔχουσι λυσιτέλειαν αἱ αὐτῶν συντυχίαι τοῖς θέλουσιν ἐν ἀληθεία τὴν ὀσφὺν περιζώσασθαι.

IX. Οὐκ ἤκουσας περὶ τοῦ Σαμψὼν τοῦ Ναζιραίου, μεθ’ οὗ πνεῦμα κυρίου ἐπορεύετο; καὶ τὸν τοιοῦτον ἅγιον γυνὴ ἀπώλεσε διὰ τῆς μοχθηρᾶς σαρκὸς καὶ ἀθεμίτου ἐπιθυμίας.

2.διὰ τοῦτο οὐδ’ ὅλως ἐπιτρεπόμεθα μετὰ γυναικὸς καθίσαι ἢ ἔχειν συντυχίας τὸ σύνολον.