Epistulae de virginitate [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.
πῶς δὲ καὶ ἡ Αἰγυπτία; οὐ τὴν μορφῆν τοῦ Ἰωσὴφ ἐπεπόθησε σαρκὸς πόθῳ τοῦ ὄντως σεμνοτάτου; καὶ τούτου μὴ ἐπινεύσαντος ἐκπληρῶσαι τὴν αὐτῆς ἐπιθυμίαν, εἰς θλίψεις καὶ ἀνάγκας διὰ τῆς ψευδηγορίας τὸν εὐσεβῆ περιέπειρεν ἕως θανάτου.
2.ὁρᾷς, ὅτι ὁ ἐνδελεχισμὸς τῆς σαρκὸς τῆς Αἰγυπτίας πόσην κατειργάσατο τῷ δικαίῳ θλίψιν; διὰ τοῦτο οὖν πᾶσι τρόποις συμφέρει ἡμῖν ἀπέχεσθαι ἀπ’ αὐτῶν. οὐ
γὰρ ἔχουσι λυσιτέλειαν αἱ αὐτῶν συντυχίαι τοῖς θέλουσιν ἐν ἀληθεία τὴν ὀσφὺν περιζώσασθαι.IX. Οὐκ ἤκουσας περὶ τοῦ Σαμψὼν τοῦ Ναζιραίου, μεθ’ οὗ πνεῦμα κυρίου ἐπορεύετο; καὶ τὸν τοιοῦτον ἅγιον γυνὴ ἀπώλεσε διὰ τῆς μοχθηρᾶς σαρκὸς καὶ ἀθεμίτου ἐπιθυμίας.