Epistulae de virginitate [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.
χρὴ οὖν . . εἰλῆσαι τὰς ἑαυτῶν χεῖρας τῷ ἑαυτῶν ἱματίῳ. ὁμοίως δὲ καὶ οἱ ἄνδρες μετὰ αἰδοῦς ὀρθῶς βλέποντες σωφρόνως τε καὶ σεμνῶς ἐν κυρίῳ τὰς ἑαυτῶν δεξιὰς περικεκαλυμμένας ἔχοντες τῷ ἑαυτῶν ἱματίῳ ἀποχωρισθῶσιν.
ὅλως γὰρ ἀναρμόδιόν ἐστιν ἀνθρώπῳ ἀσκῆσαι βουλομένῳ μετὰ γυναικὸς ἐσθίειν ἢ πίνειν ἢ ὑπὸ γυναικὸς ὑπηρετεῖσθαι ἢ προνοεῖν γυναικῶν ἢ ὅλως ἔχειν μετ᾿ αὐτῶν γνῶσιν. ὁμοίως δὲ καὶ κανονικαῖς ἀνάρμοστόν ἐστι συνδυάζειν μετὰ ἀνδρῶν, πρὸς τὸ μηδένα σκανδαλίζεσθαι δι’ ἡμῶν, ἀλλ’ ἵνα ὦμεν πᾶσιν ἀπρόσκοποι· εἰδότες γάρ, φησίν, τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα.
χρὴ οὖν ὡς ἀπὸ προσώπου ὄφεως καὶ ἁμαρτίας μεγάλης φεύγειν ἀπ’ αὐτῶν.