Epistulae de virginitate [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.
5. πᾶς γὰρ ὁ τρέχων πεπληροφορημένως καὶ οὐκ ἀδήλως καταλαμβάνει τὸν στέφανον τῆς ἀποταγῆς καὶ τῆς ἁγνείας τὸν πολύμοχθον καὶ πολύμισθον πλοῦτον. μέγα οὖν ἐστιν ἐν ἁγνείᾳ μένειν . .. χρὴ δὲ καὶ τὰς λοιπὰς ἀρετάς, καθὼς εἴρηται, ἀναλόγους ἔχειν τῇ παρθενίᾳ. ὅτι ἡ παρθενία ἀνωτέρα ἐστὶν πάντων.
VI. Παρθένου γὰρ μήτρα ἐκύησε τὸν θεὸν λόγον. ἐκ τούτου γνῶθι τὴν δόξαν τῆς παρθενίας. οἱ γὰρ ἀφιερούμενοι τῷ θεῷ μιμηταὶ τοῦ Χριστοῦ γίνονται.
2. γίνου ὡς Ἰωάννης ὁ τοῦ Χριστοῦ πρόδρομος, ὁ ἁγνὸς τοῦ κυρίου ἄγγελος.