Epistulae de virginitate [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.
4.ὅτι δὲ ὁ θερισμὸς πολὺς καὶ οἱ ἐργάται ὀλίγοι, δῆλον ὅτι ἐν τοῖς καιροῖς ἡμῶν λιμός ἐστιν τοῦ ἀκοῦσαι λόγον κυρίου. διὸ δεηθῶμεν τοῦ κυρίου
τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ, ἀλλ’ ἐργάτας τοιούτους· ὀρθοτομοῦντας τὸν λόγον τῆς ἀληθείας, ἀνεπαισχύντους, ἀνεπιλήπτους, ἐργάτας πιστούς, φ στῆρας τῆς οἰκουμένης, ἐργαζομένους μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἀλλὰ τὴν μένουσαν εἰς ζωὴν αἰώνιον · ἐργάτας τοιούτους ὡς οἱ ἀπόστολοι, . . ἐργαζομένους τὴν σωτηρίαν τῶν ἀνθρώπων.χρὴ οὖν . . εἰλῆσαι τὰς ἑαυτῶν χεῖρας τῷ ἑαυτῶν ἱματίῳ. ὁμοίως δὲ καὶ οἱ ἄνδρες μετὰ αἰδοῦς ὀρθῶς βλέποντες σωφρόνως τε καὶ σεμνῶς ἐν κυρίῳ τὰς ἑαυτῶν δεξιὰς περικεκαλυμμένας ἔχοντες τῷ ἑαυτῶν ἱματίῳ ἀποχωρισθῶσιν.
ὅλως γὰρ ἀναρμόδιόν ἐστιν ἀνθρώπῳ ἀσκῆσαι βουλομένῳ μετὰ γυναικὸς ἐσθίειν ἢ πίνειν ἢ ὑπὸ γυναικὸς ὑπηρετεῖσθαι ἢ προνοεῖν γυναικῶν ἢ ὅλως ἔχειν μετ᾿ αὐτῶν γνῶσιν. ὁμοίως δὲ καὶ κανονικαῖς ἀνάρμοστόν ἐστι συνδυάζειν μετὰ ἀνδρῶν, πρὸς τὸ μηδένα σκανδαλίζεσθαι δι’ ἡμῶν, ἀλλ’ ἵνα ὦμεν πᾶσιν ἀπρόσκοποι· εἰδότες γάρ, φησίν, τὸν φόβον τοῦ κυρίου ἀνθρώπους πείθομεν, θεῷ δὲ πεφανερώμεθα.
χρὴ οὖν ὡς ἀπὸ προσώπου ὄφεως καὶ ἁμαρτίας μεγάλης φεύγειν ἀπ’ αὐτῶν.
VI. Χρὴ οὖν τὸν βουλόμενον τὴν ἀγγελικὴν ταῦτην τοῦ μονήρους βίου ἀσκῆσαι πολιτείαν κτήσασθαι τὴν φρόνησιν τοῦ ὄφεως καὶ τὸ ἀκέραιον τῆς περιστερᾶς, ἵνα συνιῇ ἐν παντί, τί τὸ θέλημα τοῦ θεοῦ τὸ καλὸν καὶ εὐάρεστον καὶ τέλειον, ἵνα δοξασθῇ ἐν πᾶσιν ὁ θεὸς διὰ τῆς θεοσεβοῦς ἡμῶν τάξεως καὶ εἰλικρινοῦς πολιτείας·
2.ἵνα οἱ ὁρῶντες ἡμᾶς ἐπιγνῶσιν, ὅτι σπέρμα εὐλογημένον ἅγιόν ἐσμεν, υἱοὶ θεοῦ ζῶντος ἐν παντὶ λόγῳ, αἰδοῖ, πραότητι, ἀγωγῇ, προσοχῇ. διὸ ἐν μηδενὶ λόγῳ ὁμοιωθῶμεν τοῖς κοσμικοῖς κατὰ μηδένα τρόπον.