Epistulae de virginitate [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.

καί· εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ ἀδελφῷ σου · εἰ δὲ μήγε, χεῖρα ἐπίθες ἐπὶ τῷ στόματί σου. εἰ δὲ καιρὸς τοῦ λαλεῖν, καλὸν εἰπεῖν λόγον ἐν καιρῷ.

6. φησὶ γάρ · ὁ λόγος ὑμῶν εἴη πάντοτε ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. πᾶς γὰρ λόγος ἔγκοπος καὶ ὁ προσθεὶς γνῶσιν προστίθησιν ἄλγημα. ὁ δὲ προπετὴς χείλεσιν ἐμπεσεῖται εἰς κακά· διὰ ἀπαιδευσίαν γὰρ γλώσσης ἐπέρχονται ὀργαί. ὁ δὲ ἄκακος τηρεῖ τὴν ἑαυτοῦ γλῶσσαν ὡς ἀγαπῶν τὴν ἑαυτοῦ ψυχήν.

7. οἱ γὰρ τῇ κολακείᾳ χρώμενοι ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων καὶ μακαρίζοντες πλανῶσιν.

8. φοβηθῶμεν οὖν τὸ κρῖμα τῶν διδασκάλων· περισσότερον γάρ ἐστι τῶν Λεγόντων καὶ μὴ ποιούντων τὸ κρῖμα ψευδώνυμον γνῶσιν διδασκόντων καὶ ἐμβατευόντων εἰκῇ καὶ φυσιουμένων ἀπὸ τοῦ νοὸς τῆς σαρκός, τυφλῶν τυφλοὺς ὁδηγούντων καὶ ἁμφοτέρων εἰς βόθυνον πιπτόντων. ἐκ γὰρ ἐξόδου λόγου αὐτοῦ γνωσθήσεται ἀνήρ.