Epistulae de virginitate [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Patres Apostolici, Vol. 2. Funk, Francis Xavier and Diekamp, Francis, editors. Tübingen: H. Laupp, 1913.
τοιοῦτοί εἰσιν οἱ μηδὲν ἐργαζόμενοι, ἀλλὰ περιεργαζόμενοι,
καταλαλοῦντες2. καὶ φλυαροῦντες ἐν ἀφοβίᾳ θεοῦ. πρὸς τούτοις δὲ καὶ προπετεῖς εἰσιν ἐν λόγοις ἀσυναρτήτοις, προφάσει δῆ θεν διδασκαλίας,
3. μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται.
καί· εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ ἀδελφῷ σου · εἰ δὲ μήγε, χεῖρα ἐπίθες ἐπὶ τῷ στόματί σου. εἰ δὲ καιρὸς τοῦ λαλεῖν, καλὸν εἰπεῖν λόγον ἐν καιρῷ.
6. φησὶ γάρ · ὁ λόγος ὑμῶν εἴη πάντοτε ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. πᾶς γὰρ λόγος ἔγκοπος καὶ ὁ προσθεὶς γνῶσιν προστίθησιν ἄλγημα. ὁ δὲ προπετὴς χείλεσιν ἐμπεσεῖται εἰς κακά· διὰ ἀπαιδευσίαν γὰρ γλώσσης ἐπέρχονται ὀργαί. ὁ δὲ ἄκακος τηρεῖ τὴν ἑαυτοῦ γλῶσσαν ὡς ἀγαπῶν τὴν ἑαυτοῦ ψυχήν.