Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Πόσοι δὲ καὶ καταψεύδονται χρηματισμοὺς καὶ θεραπείας ἐξ αὐτῶν ἀποτελεσθείσας, καὶ ταύτας βεβαιοῦνται μεθ᾽ ὅρκων; πόσοι δὲ ἐπὶ μισθῷ ἑαυτοὺς ἐξέδωκαν, δι᾽ ἐνίων ἐπινοιῶν πάσχειν τινὰ ἀναδεξάμενοι, καὶ οὕτως κηρύξαντες, αὐτῶν τὸ πάθος ἀντιπαθείᾳ ἀποκατασταθέντες, κεχρηματίσθαι τὴν θεραπείαν λέγουσιν, ἵνα τὸ ἀναίσθητον ἐπιγράψωσιν σέβασμα; πόσα δὲ αὐτῶν ἐκ καταρχῆς μαγικῇ τέχνῃ ἐτελέσθη, ἵνα ὀνειροπολῇ καὶ χρηματίζῃ; καὶ ὅμως μακρῷ χρόνῳ καὶ ταῦτα διεφώνησεν. πόσοι δὲ τὰ τοιαῦτα κρατύνειν θέλοντες γοητεύουσιν; πλὴν οὐκ εἴ τι μαντικόν ἐστιν ἢ θεραπευτικόν, τοῦτο θεός ἐστιν.
Ὁ γὰρ Θεὸς πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος, νῦν πᾶσιν μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ᾽ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ καλῶς πολιτευσάμενοι, ἐν ἡμέρᾳ ᾗ τὰ πάντα κρίνεται, τῶν κατ᾽ ἀξίαν ἀπολαύσωσιν. διὸ νῦν ἄρξασθε, ἀγαθῆς γνώσεως αἰτίᾳ Θεῷ πειθόμενοι ἀντιλέγειν ὑμῶν ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐννοίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι παραδοθεῖσαν σωτήριον θρησκείαν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά, ἅ τινα λαβόντες πεῖραν τῶν κακῶν τοῦ λοιποῦ καταλείψετε. ἀλλὰ τῷ δεδωκότι εὐχαριστήσατε,
μετὰ τοῦ τῆς εἰρήνης βασιλέως εἰσαεὶ τῶν ἀποῤῥήτων βασιλεύοντες ἀγαθῶν. ἐν δὲ τῷ παρόντι, ἀενάῳ ποταμῷ ἢ πηγῇ ἐπεί γε κἂν θαλάσσῃ ἀπολουσάμενοι ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ οὐ μόνον τὰ ἐνδομυχοῦντα ὑμῖν πνεύματα ἀπελάσαι δυνήσεσθε, ἀλλ᾽ αὐτοὶ μηκέτι ἁμαρτάνοντες καὶ Θεῷ ἀνενδοιάστως πιστεύοντες τὰ ἄλλων κακὰ πνεύματα καὶ δαιμόνια χαλεπὰ σὺν τοῖς δεινοῖς πάθεσιν ἀπελάσετε. ἐνίοτε δὲ μόνον ἐνιδόντων ὑμῶν φεύξονται. ἴσασιν γὰρ τοὺς ἀποδεδωκότας ἑαυτοὺς τῷ Θεῷ. διὸ τιμῶντες αὐτοὺς πεφοβημένοι φεύγουσιν, ὥσπερ ἐχθὲς ἑωράκατε, πῶς ἐμοῦ ἀναθεμένου μετὰ τὴν προσομιλίαν εὔξασθαι ὑπὲρ τῶν πασχόντων αὐτὰ τὰ πάθη, τῇ πρὸς τὴν θρησκείαν τιμῇ ἀνέκραγεν , βραχεῖαν ὥραν στέξαι μὴ δυνηθέντα.Μὴ οὖν νομίσητε ὅτι ἡμεῖς ἄλλης φύσεως ὄντες κατὰ τοῦτο δαίμονας οὐ φοβούμεθα. τῆς γὰρ αὐτῆς ὑμῖν ἐσμεν φύσεως, ἀλλ᾽ οὐ θρησκείας. διὸ ὑμῶν οὐ πολὺ, ἀλλὰ τὸ πᾶν κρείττονες ὄντες καὶ ὑμᾶς τοιούτους γενέσθαι οὐ φθονοῦμεν, ἀλλὰ τοὐναντίον συμβουλεύομεν, εἰδότες ὅτι τοὺς Θεῷ προσοικειωθέντας ταῦτα πάντα ἀγνώστως προτιμᾷ καὶ φοβεῖται.