Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τὸ δὲ τοὺς δαίμονας γλίχεσθαι εἰς τὰ τῶν ἀνθρώπων εἰςδύειν σώματα, αἰτία αὕτη. πνεύματα ὄντες καὶ τὴν ἐπιθυμίαν ἔχοντες εἰς βρωτὰ καὶ ποτὰ καὶ συνουσίαν, μεταλαμβάνειν δὲ μὴ δυνάμενοι διὰ τὸ πνεύματα εἶναι καὶ δεῖσθαι ὀργάνων τῶν πρὸς τὴν χρῆσιν ἐπιτηδείων, εἰς τὰ ἀνθρώπων εἰςίασιν σώματα, ἵνα ὥσπερ ὑπουργούντων ὀργάνων τυχόντες, ὧν θέλουσιν ἐπιτυχεῖν δυνατοὶ ὦσιν, εἴτε βρωτῶν, διὰ τοὺς ἀνθρώπου ὀδόντας, εἴτε συνουσίας, διὰ τὰ ἐκείνου αἰδοῖα. ὅθεν πρὸς τὴν τῶν δαιμόνων φυγὴν ἡ ἔνδεια καὶ ἡ νηστεία καὶ ἡ κακουχία οἰκειότατόν ἐστιν βοήθημα. εἰ γὰρ τοῦ μεταλαμβάνειν χάριν εἰσέρχονται εἰς ἀνθρώπου σῶμα, δῆλον ὅτι κακουχίᾳ φυγαδεύονται. ἀλλ᾽ ἐπειδὴ ἔνια δεινότερα τυγχάνοντα προσφιλονεικήσαντα, καίτοι τιμωρούμενα, τῷ τιμωρουμένῳ προσμένει σώματι, διὰ τοῦτο χρὴ προσφεύγειν Θεῷ εὐχαῖς καὶ δεήσεσιν, ἀπεχομένους τε πάσης ἀκαθάρτου προφάσεως, ὅπως ἡ τοῦ Θεοῦ χεὶρ εἰς ἴασιν αὐτοῦ ἐπιψαῦσαι δυνηθῇ, ὡς ἁγνοῦ καὶ πιστεύοντος.

Δεῖ δὲ καὶ ἐν ταῖς εὐχαῖς τῷ θεῷ προσπεφευγέναι ὁμολογεῖν, καὶ διαμαρτύρασθαι τὴν τοῦ δαίμονος οὐκ ἀπάθειαν, ἀλλὰ βραδύτητα. πάντα γὰρ τῷ πιστεύοντι γίνεται, ἀπιστοῦντι δὲ οὐδέν. ὅθεν αὐτοὶ οἱ δαίμονες, εἰδότες ὧν ἐπικρατοῦσιν τῆς πίστεως τὴν ποσότητα, ἀναλογοῦσαν ἐπιμετροῦσιν αὐτῶν τὴν ἐπιμονήν. διὰ τοῦτο τοῖς ἀπιστοῦσιν ἐπιμένουσιν, τοῖς δὲ δυσπίστοις ἐμβραδύνουσιν, τοῖς δὲ παντάπασιν πιστεύσασιν καὶ εὖ πράττουσιν οὐδὲ πρὸς ῥοπὴν ὥρας συνεῖναι δύνανται. ἡ γὰρ ψυχὴ τῇ πρὸς Θεὸν πίστει ὡς εἰς ὕδατος φύσιν τραπεῖσα τὸν δαίμονα ὡς σπινθῆρα πυρὸς ἀποσβέννυσιν. κάματος οὖν ἐστιν ἑκάστῳ ἐκνοηθῆναι τὴν τοῦ ἑαυτοῦ δαίμονος φυγήν. ἀνακιρνάμενοι γὰρ ταῖς ψυχαῖς, ὅπως τις τῆς αὑτοῦ σωτηρίας ἀμελήσῃ, ἐνθυμήσεις πρὸς ἃ βούλεται ὑποβάλλουσιν εἰς τὸν ἑκάστου νοῦν.

Ὅθεν πολλοὶ οὐκ εἰδότες πόθεν ἐνεργοῦνται, ταῖς τῶν δαιμόνων κακαῖς ὑποβαλλομέναις ἐπινοίαις ὡς τῷ τῆς ψυχῆς αὐτῶν λογισμῷ συντίθενται. διὸ πρὸς τοὺς σώζειν αὐτοὺς δυναμένους ἐλθεῖν

ὀκνηρότεροι γίνονται, καὶ αὐτοὺς ὑπ᾽ αὐτῶν τῶν ἐνεδρευόντων δαιμόνων ἀναλισκόμενοι ἀγνοοῦσιν. ὑπὸ μὲν οὖν τῶν ταῖς ψυχαῖς αὐτῶν ἐνδομυχούντων δαιμόνων ἐπιδίδοται αὐτοῖς ἐνθυμεῖσθαι, ὡς οὐ δαίμονος ἐνοχλοῦντος, ἀλλὰ σωματικῆς νόσου, οἷον ἢ ὕλης δριμείας, ἢ χολῆς, ἢ φλέγματος, ἢ αἵματος ἀμετρίας, ἤ μήνιγγος φλεγμονῆς, ἢ ἄλλου τινός. εἰ δὲ καὶ τοῦτο ἦν, οὐδ᾽ αὐτὸ ἀπήλλακται δαίμονος εἶδος εἶναι. ἡ γὰρ καθόλου καὶ γεώδης ψυχή, αἰτίᾳ πάντων βρωτῶν διικνουμένη, ὑπὸ τῆς πλείονος τροφῆς ἐπὶ πλεῖον προσληφθεῖσα, αὐτὴ μὲν ὡς συγγενεῖ ἑνοῦται τῷ πνεύματι, ὅπερ ἐστὶν ἀνθρώπου ψυχή, τὸ δὲ τῆς τροφῆς ὑλῶδες τῷ σώματι ἑνωθὲν ὡς δεινὸς αὐτῷ ὑπολείπεται ἰός. διὸ ἐπὶ πάντων καλὸν ἡ αὐτάρκεια.

Τινὲς δὲ τῶν κακούργων δαιμόνων ἄλλως ἐνεδρεύουσιν. τὴν ἀρχὴν οὐδ᾽ ὅτι ἐμφαίνοντες, ὅπως ἡ κατ᾽ αὐτῶν σπουδὴ μὴ γένηται, εὐκαίρως δὲ ὀργῆς προφάσει, ἔρωτος, ἢ ἄλλου τινός, ἤτε ξίφει, ἢ βρόχῳ, ἢ κρημνῷ, ἢ ἑτέρῳ τινὶ τὸ σῶμα αἰφνιδίως ἐνυβρίζουσιν, καὶ εἰς τέλος κολασθησομένας καθιστᾶσιν τῶν ἀνακεκραμένων τὰς ἠπατημένας αὐτοῖς ψυχάς, ὡς ἔφαμεν, εἰς τὸ καθάρσιον χωρήσαντες πῦρ. ἄλλοι δὲ ἄλλως ἐνεδρευόμενοι οὐ προσίασιν ἡμῖν, ταῖς τῶν κακούργων δαιμόνων ἐνθυμήσεσιν ἀπατώμενοι, ὡς ὑπὸ μὲν τῶν θεῶν αὐτῶν ταῦτα πάσχοντες διὰ τὴν πρὸς αὐτοὺς ἀμέλειαν, θυσίαις δὲ αὐτοὺς διαλλάσσειν δυνάμενοι, καὶ ὅτι μὴ χρὴ αὐτοὺς ἡμῖν προσιέναι, ἀλλὰ τοὐναντίον φεύγειν καὶ μισεῖν. καὶ ὁμῶς μισοῦσιν καὶ φεύγουσιν τοὺς μᾶλλον ἐλεῶντας καὶ ἐπ᾽ εὐεργεσίᾳ αὐτοὺς διώκοντας.

Μισοῦντες οὖν καὶ φεύγοντες ἡμᾶς ἐνεδρεύονται, οὐκ εἰδότες πόθεν αὐτοῖς τὰ ἐναντία τῇ αὐτῶν σωτηρίᾳ φρονεῖν γίνεται· οὔτε γὰρ ἡμεῖς αὐτοὺς μὴ βουλομένους πρὸς σωτηρίαν νεῦσαι βιάσασθαι δυνάμεθα, ἐπεὶ μὴ τοσαύτην νῦν κατ᾽ αὐτῶν ἔχομεν ἐξουσίαν, οὔτε αὐτοὶ ἀφ᾽ ἑαυτῶν τὴν κακὴν τοῦ δαίμονος ἐνθίμησιν νοῆσαι δύνανται, οὐ γὰρ ἴσασιν ὅθεν αὐτοῖς αἱ τῶν κακῶν ἐνθυμήσεις ὑποβάλλονται. εἰσὶν δὲ οὗτοι οἱ δαίμονες καθ᾽ ἃς βούλονται μορφὰς ἐπιφαινόμενοι φοβοῦσιν. ἔσθ᾽ ὅτε δὲ καὶ τοῖς νοσοῦσιν θεραπείας καὶ οὕτως τοῖς προηπατημένοις θεῶν δόξαν ἀποφέρονται. καὶ τὸ δαίμονες εἶναι τοὺς πολλοὺς λανθάνουσιν, ἀλλ᾽ οὐχ ἡμᾶς τοὺς εἰδότας αὐτῶν τὸ μυστήριον, τίνος ἕνεκα τοιαῦτα

πράττουσιν, ἑαυτοὺς κατ᾽ ὄναρ καθ᾽ ὧν τὴν ἐξουσίαν ἔχουτιν μεταμορφοῦντες, καὶ οὕς μὲν φοβοῦσιν, οἷς δὲ χρηματίζουσιν καὶ θυσίας ἀπαιτοῦσιν καὶ συνεστιᾶσθαι κελεύουσιν, ἵνα αὐτῶν τὰς ψυχὰς συμπίνωσιν.

Ὡς γὰρ οἱ δεινοὶ ὄφεις τοῖς αὑτῶν πνεύμασιν τοὺς στρούθους ἐπισπῶνται, οὕτω καὶ αὐτοὶ τοὺς μεταλαμβάνοντας τῆς αὐτῶν τραπέζης, διά γε τῶν βρωτῶν καὶ ποτῶν ἀνακραθέντες αὐτῶν τῷ νῷ, εἰς τὸ ἴδιον αὐτῶν ἐπισπῶνται βούλημα, μεταμορφοῦντες ἑαυτοὺς κατ᾽ ὄναρ κατὰ τὰς τῶν ξοάνων εἰδέας, ἵνα τὴν πλάνην αὐξήσωσιν. τὸ γὰρ ξόανον οὔτε ζῶόν ἐστιν, οὔτε θεῖον ἔχει πνεῦμα, ὁ δὲ ὀφθεὶς δαίμων τῇ μορφῇ ἀπεχρήσατο. πόσοι κατ᾽ ὄναρ ὁμοίως ἄλλοις ὤφθησαν, καὶ ὕπαρ συναντήσαντες ἀλλήλοις πρὸς τὸ κατ᾽ ὄναρ ἀντιβάλλοντες οὐ συνεφώνησαν; ὥστε οὐκ ἔτι ὄναρ ἐπιφάνεια ἐκεῖνό ἐστιν, ἀλλ᾽ ἢ δαίμονός ἐστιν ἢ ψυχῆς τὰ ἐπιγεννήματα τοῖς παροῦσι φόβοις καὶ ἐπιθυμίᾳ ἀποδιδούσης τὰς εἰδέας· ἡ γὰρ φόβῳ τὸν νοῦν πληγεῖσα, διὰ ὀνείρων τὰς ἰδέας ἀποκυΐσκει. εἰ δὲ τὰ ξόανα οἴεσθε ὡς ἔμπνοα ὑπάρχοντα τὰ τοιαῦτα ἐνεργεῖν δύνασθαι, ἐπὶ ζυγοῦ ἐπιστήσαντες αὐτά, ἴσου ὄντος τοῦ κανόνος, τὸ ἀντίῤῥοπον ἐπὶ τῆς ἑτέρας πλάστιγγος θέντες, ἀξιώσατε αὐτὰ ἢ ὁλκότερα γενέσθαι ἢ κουφότερα, καὶ οὕτως ἐὰν γένηται, ἔμπνοά ἐστιν· ἀλλ᾽ οὐ γίνεται· εἰ δὲ ἔσται, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ δακτύλῳ δαίμονος τοῦτο γενέσθαι δύναται. καὶ σκώληκες κινοῦνται, καὶ θεοὶ οὐ λέγονται.

Ὅτι δὲ πρὸς τὰς προλήψεις ἡ ἑκάστου ψυχὴ εἰδέας δαιμόνων ἀπεικονίζει, καὶ οὐχ οἱ λεγόμενοι θεοὶ ἐπιφαίνονται, σαφές ἐστιν ἐκ τοῦ Ἰουδαίοις μὴ ἐπιφαίνεσθαι. ἀλλ᾽ ἐρεῖ τις· πῶς οὖν χρηματίζουσιν τὰ μέλλοντα προσημαίνοντες; καὶ τοῦτο ψεῦδός ἐστιν. δεδόσθω δὲ ἀλήθεια εἶναι, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. οὐ γὰρ εἴ τι μαντεύεται, θεός ἐστιν. ὅτι καὶ πύθωνες μαντεύονται, ἀλλ᾽ ὑφ᾽ ἡμῶν ὡς δαίμονες ἐκριζούμενοι φυγαδεύονται. ἀλλ᾽ ἐρεῖ τις· ἐνίοις θεραπείας προστάσσουσιν. ψεῦδός ἐστιν· δεδόσθω δὲ οὕτως ἔχειν, οὔπω τὸ τοιοῦτο θεός ἐστιν. καὶ γὰρ ἰατροὶ ἰῶνται πολλοὺς, καὶ θεοὶ οὐκ εἰσίν. ἀλλά φησιν· ἰατροὶ οὐ πάντως ἰῶνται ἐκείνους, ὧν τὴν πρόνοιαν ποιοῦνται, οὗτοι δὲ καὶ χρηματίσαντες ἰῶνται. ἀλλ’ ἰσασιν οἱ δαίμονες τὰ ὄντως πρὸς ἕκαστον πάθος προσοικειρυμένα βοηθήματα· διὸ ἰατροὶ ἐπιστήμονες ἰᾶσθαι δυνάμενοι, καὶ ταῦτα

τὰ ὑπ᾽ ἀνθρώπων ἰαθῆναι δυνάμενα, ἀλλὰ καὶ μαντικὰ ὄντα καὶ εἰδότα πότε ἕκαστον ἐξ αὐτομάτου θεραπεύεται, τότε συντάσσουσιν τὰς θεραπείας, ἵνα ἑαυτοὺς ἐπιγράφωσιν.

Ἐπεὶ διὰ τί μετὰ πολὺν χρόνον χρηματίζουσιν τὰς ἰάσεις; διὰ τί δὲ, εἰ πάντα δύνανται, ἄνευ τοῦ προσφέρειν τι τὴν ἴασιν οὐ ποιοῦνται; τίνος δὲ ἕνεκα τισὶν μὲν εὐξαμένοις θεραπείας προστάσσουσιν, ἐνίοις δὲ ἔσθ᾽ ὅτε καὶ οἰκειοτέροις οὖσιν οὐ χρηματίζουσιν; οὕτως ὁπόταν ἐξ αὐτομάτου θεραπεία μέλλῃ γίνεσθαι, ἐπαγγέλλονται, ἵνα ἑαυτοὺς ἐπιγράψωσιν. ἄλλοι δὲ νοσήσαντες καὶ εὐξάμενοι ἐξ αὐτομάτου ὑγιάναντες, οὓς ἐπεκαλέσαντο, ἐπέγραψαν, καὶ ἀναθήματα ἐποίησαν. οἱ μέντοι γε μετ᾽ εὐχὴν διαφωνήσαντες τὰς ἀποτυχίας ἀναθῆναι οὐ δύνανται. πλὴν εἰ οἱ συγγενεῖς τῶν τεθνεώτων ἢ ἐξ αὐτῶν τινες συνεζήτησαν τὰς ἀποτυχίας, πλείονας ἂν εὑρήκειτε τὰς ἀποτυχίας τῶν ἐπιτευγμάτων. ἀλλ᾽ οὐδεὶς προειλημμένος αὐτοῖς τὸν κατ᾽ αὐτῶν ἔλεγχον ἐκφάναι θέλει, αἰδούμενος ἢ φοβούμενος, ἀλλὰ τοὐναντίον, τὰ πιστὰ αὐτῶν ἀτοπήματα συγκρύβουσιν.

Πόσοι δὲ καὶ καταψεύδονται χρηματισμοὺς καὶ θεραπείας ἐξ αὐτῶν ἀποτελεσθείσας, καὶ ταύτας βεβαιοῦνται μεθ᾽ ὅρκων; πόσοι δὲ ἐπὶ μισθῷ ἑαυτοὺς ἐξέδωκαν, δι᾽ ἐνίων ἐπινοιῶν πάσχειν τινὰ ἀναδεξάμενοι, καὶ οὕτως κηρύξαντες, αὐτῶν τὸ πάθος ἀντιπαθείᾳ ἀποκατασταθέντες, κεχρηματίσθαι τὴν θεραπείαν λέγουσιν, ἵνα τὸ ἀναίσθητον ἐπιγράψωσιν σέβασμα; πόσα δὲ αὐτῶν ἐκ καταρχῆς μαγικῇ τέχνῃ ἐτελέσθη, ἵνα ὀνειροπολῇ καὶ χρηματίζῃ; καὶ ὅμως μακρῷ χρόνῳ καὶ ταῦτα διεφώνησεν. πόσοι δὲ τὰ τοιαῦτα κρατύνειν θέλοντες γοητεύουσιν; πλὴν οὐκ εἴ τι μαντικόν ἐστιν ἢ θεραπευτικόν, τοῦτο θεός ἐστιν.

Ὁ γὰρ Θεὸς πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος, νῦν πᾶσιν μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ᾽ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ καλῶς πολιτευσάμενοι, ἐν ἡμέρᾳ ᾗ τὰ πάντα κρίνεται, τῶν κατ᾽ ἀξίαν ἀπολαύσωσιν. διὸ νῦν ἄρξασθε, ἀγαθῆς γνώσεως αἰτίᾳ Θεῷ πειθόμενοι ἀντιλέγειν ὑμῶν ταῖς κακαῖς ἐπιθυμίαις καὶ ἐννοίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι παραδοθεῖσαν σωτήριον θρησκείαν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά, ἅ τινα λαβόντες πεῖραν τῶν κακῶν τοῦ λοιποῦ καταλείψετε. ἀλλὰ τῷ δεδωκότι εὐχαριστήσατε,

μετὰ τοῦ τῆς εἰρήνης βασιλέως εἰσαεὶ τῶν ἀποῤῥήτων βασιλεύοντες ἀγαθῶν. ἐν δὲ τῷ παρόντι, ἀενάῳ ποταμῷ ἢ πηγῇ ἐπεί γε κἂν θαλάσσῃ ἀπολουσάμενοι ἐπὶ τῇ τρισμακαρίᾳ ἐπονομασίᾳ οὐ μόνον τὰ ἐνδομυχοῦντα ὑμῖν πνεύματα ἀπελάσαι δυνήσεσθε, ἀλλ᾽ αὐτοὶ μηκέτι ἁμαρτάνοντες καὶ Θεῷ ἀνενδοιάστως πιστεύοντες τὰ ἄλλων κακὰ πνεύματα καὶ δαιμόνια χαλεπὰ σὺν τοῖς δεινοῖς πάθεσιν ἀπελάσετε. ἐνίοτε δὲ μόνον ἐνιδόντων ὑμῶν φεύξονται. ἴσασιν γὰρ τοὺς ἀποδεδωκότας ἑαυτοὺς τῷ Θεῷ. διὸ τιμῶντες αὐτοὺς πεφοβημένοι φεύγουσιν, ὥσπερ ἐχθὲς ἑωράκατε, πῶς ἐμοῦ ἀναθεμένου μετὰ τὴν προσομιλίαν εὔξασθαι ὑπὲρ τῶν πασχόντων αὐτὰ τὰ πάθη, τῇ πρὸς τὴν θρησκείαν τιμῇ ἀνέκραγεν , βραχεῖαν ὥραν στέξαι μὴ δυνηθέντα.

Μὴ οὖν νομίσητε ὅτι ἡμεῖς ἄλλης φύσεως ὄντες κατὰ τοῦτο δαίμονας οὐ φοβούμεθα. τῆς γὰρ αὐτῆς ὑμῖν ἐσμεν φύσεως, ἀλλ᾽ οὐ θρησκείας. διὸ ὑμῶν οὐ πολὺ, ἀλλὰ τὸ πᾶν κρείττονες ὄντες καὶ ὑμᾶς τοιούτους γενέσθαι οὐ φθονοῦμεν, ἀλλὰ τοὐναντίον συμβουλεύομεν, εἰδότες ὅτι τοὺς Θεῷ προσοικειωθέντας ταῦτα πάντα ἀγνώστως προτιμᾷ καὶ φοβεῖται.

Ὄνπερ γὰρ τρόπον Καίσαρος χιλιάρχῳ οἱ ὑποκείμενοι στρατιῶται διὰ τὴν τοῦ δεδωκότος ἐξουσίαν τὸν εἰληφότα οἴδασιν τιμᾶν, τοσοῦτον ὥστ᾽ ἂν τοὺς ἐφεστῶτας λέγειν τούτῳ, ἐλθέ, καὶ ἔρχεται, καὶ ἄλλῳ, πορεύου, καὶ πορεύεται, οὕτως καὶ ὁ Θεῷ ἑαυτὸν ἀποδοὺς, πιστὸς ὢν, δαίμοσίν τε καὶ πάθεσιν μόνον λέγων ἀκούεται, καὶ ὑποχωροῦσιν δαίμονες, πολὺ ἰσχυρότεροι ὄντες τῶν κελευόντων. ἀφράστῳ γὰρ δυνάμει τὸν ἑκάστου νοῦν ὁ Θεὸς ὑποτάσσει ᾧ βούλεται. ὡς γὰρ τὸν Καίσαρα πεφόβηνται ὄντα ἄνθρωπον πολλοὶ ἡγεμόνες μετὰ πασῶν τῶν παρεμβολῶν καὶ πόλεων, τῆς ἑκάστου καρδίας τῶν ὅλων εἰκόνα προτιμᾶν σπευδούσης· Θεοῦ γὰρ βουλῇ τὰ πάντα δεδουλωμένα φόβῳ τὴν αἰτίαν ἐκ οἶδεν· οὕτω καὶ τὸν Θεῷ προσφεύγοντα καὶ τὴν δικαίαν πίστιν ὥσπερ εἰκόνα αὐτοῦ ἐν τῇ αὐτοῦ βαστάζοντα καρδίᾳ πάντα τὰ παθοποιὰ πνεύματα τιμᾷ καὶ φεύγει , φυσικῇ τινι ὁδῷ πεφοβημένα.

Ἀλλ᾽ ὅμως κἂν πάντες δαίμονες μετὰ πάντων τῶν παθῶν ὑμᾶς φεύγωσιν, οὐκ ἔστιν ἐν τούτῳ μόνῳ χαίρειν, ἀλλ᾽ ἐν τῷ δι᾽ εὐαρεστίαν τὰ ὀνόματα ὑμῶν ἐν οὐρανῷ ὡς ἀεὶ ζώντων ἀναγραφῆναι.

οὕτω τὸ θεῖον ἅγιον δαίμονας φυγαδεύειν εἰς τὴν ἄλλου ἴασιν γίνεται. ταῦτα δὲ λέγομεν, οὐχ ὡς ἀρνούμενοι τὸ μὴ δεῖν ἄλλοις βοηθεῖν, ἀλλ᾽ ὅτι μὴ χρὴ ἐπὶ τούτῳ τυφωθέντας ἑαυτῶν ἀμελεῖν. ἔσθ᾽ ὅτε δέ τινας ἀνόμους ἄνδρας δαίμονες φεύγουσιν δἰ ὄνομα τίμιον· καὶ ἐνεδρεύονται ὅ τε ἀπελάσας καὶ ἱστορήσας. ὁ μὲν ἀπελάσας, ὡς διὰ δικαιοσύνην προτιμηθείς, οὐκ εἰδὼς τοῦ δαίμονος τὸ κακοῦργον ἅμα τε γὰρ τὸ ὄνομα τετίμηκεν, καὶ τῇ φυγῇ τὸν ἀσεβῆ εἰς οἴησιν δικαιοσύνης περιβαλὼν τοῦ μὴ μετανοεῖν ἠπάτησεν. ὁ δὲ ἱστορήσας, ὡς εὐσεβεῖ συγχρησάμενος τῷ ἀπελάσαντι, πρὸς τὴν ὁμοίαν πολιτείαν σπεύσας ἀπόλλυται. ἐνίοτε δὲ καὶ τοὺς μὴ Θεῷ προσκειμένους ὅρκους φεύγειν ὑποκρίνονται, ἵνα ἀπατήσαντες αὐτοὺς ὅτε θελήσωσιν ἀνελῶσιν.

Καὶ τοῦτο οὖν ὑμᾶς εἰδέναι βουλόμεθα, ὅτι ἐὰν μή τις ἑαυτὸν δαίμοσιν δοῦλον ἐκδῷ, ὡς τάχιον εἶπον, ὁ δαίμων τὴν κατ᾽ αὐτοῦ ἐξουσίαν οὐκ ἔχει. ἕνα οὖν Θεὸν σέβειν ἑλόμενοι καὶ τραπέζης δαιμόνων ἀποσχόμενοι καὶ σωφροσύνην μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἀναδεξάμενοι καὶ τρισμακαρίᾳ ἐπονομασίᾳ εἰς ἄφεσιν ἁμαρτιῶν βαπτισάμενοι, τῷ ὅσον δύνασθε ἐπὶ τὸ τέλειον τῆς ἁγνείας ἑαυτοὺς ἐπιδιδόναι, δύνασθε κολάσεως ἀϊδίου ῥυσθέντες αἰωνίων ἀγαθῶν κληρονόμοι καταστῆναι. ταῦτα εἰπὼν τοῖς ὑπὸ παθῶν ὀχλουμένοις προσιέναι ἐκέλευσεν, καὶ οὕτως πολλοὶ πείρᾳ τῶν ἐχθὲς θεραπευθέντων συνεληλυθότες προσῄεσαν, ὁ δὲ τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ εὐξάμενος ἐξ αὐτῆς ἰασάμενος, ἐντειλάμενος αὐτοῖς καὶ τοῖς ἄλλοις ὀρθριώτερον συνεδρεύειν, αὐτὸς λουσάμενος καὶ τροφῆς μεταλαβών ὕπνωσεν.

Τῇ μὲν οὖν ἐν Τριπόλει τρίτῃ ἡμέρᾳ ὀρθριώτερον ἐξ ὕπνου ἐγερθεὶς ὁ Πέτρος εἰς τὸν κῆπον εἰσῄει, ἔνθα ἦν ὑδροχοεῖον μέγα, εἰς ὅ διηνεκῶς πλούσιον ἔῤῥεεν ὕδωρ. ἐκεῖ λουσάμενος εἶθ’ οὕτως εὐξάμενος ἐκαθέσθη, ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας ὥσπερ ἀκοῦσαί τι βουλομένους συνεὶς ἔφη·

Πολλή μοι δοκεῖ εἶναι διαφορὰ τῶν ἀγνοούντων πρὸς

τοὺς πεπλανημένους. ὁ γὰρ ἀγνοῶν ἐοικέναι μοι δοκεῖ ἀνδρὶ ἐπ᾽ εὐθηνουμένην πόλιν μὴ ὁρμᾶν βουληθέντι, διὰ τὸ ἀγνοεῖν τὰ ἐκεῖ καλά, ὁ δὲ πεπλανημένος μαθόντι μὲν τὰ κατὰ τὴν πόλιν ἀγαθά, ἐν δὲ τῷ ὁρμᾶν κατὰ τὴν ὁδὸν τρίβον παραλλάξαντι καὶ διὰ τοῦτο πλανωμένῳ. οὕτως οὖν μοι δοκεῖ πολλὴν διαφορὰν εἶναι τῶν εἴδωλα σεβόντων πρὸς τοὺς ἐν θεοσεβείᾳ ἀλωμένους οἵ τε γὰρ εἴδωλα σέβοντες ἀγνοοῦσιν τὴν αἰώνιον ζωήν, οὗ εἵνεκεν οὐδὲ ὀρέγονται αὐτῆς ὃ γὰρ μὴ ἴσασιν, ἀγαπᾶν οὐ δύνανται. οἱ δὲ τὸν ἕνα Θεὸν σέβειν ἑλόμενοι καὶ αἰώνιον ζωὴν τοῖς ἀγαθοῖς δεδομένην μεμαθηκότες ἐάν τι παρὰ τὰ δοκοῦντα τῷ Θεῷ ἢ πιστεύσωσιν ἢ ποιήσωσιν, ἐοίκασιν τοῖς τὴν μὲν πόλιν τῆς τιμωρίας ἐκβεβηκόσιν, ἐλθεῖν εἰς τὴν εὐθηνουμένην καὶ ἐν τῇ ὁδῷ τῆς εὐθείας πλανηθεῖσιν.

Ταῦτα αὐτοῦ διαλεγομένου ἡμῖν εἰσῄει τις τῶν ἡμετέρων ἐπὶ τῷ ἀπαγγελεῖν αὐτῷ, ὁ τὰ τοιαῦτα καθεστηκὼς λέγειν· πολλοὶ ὄχλοι, κύριου μου Πέτρε, πρὸ τῶν θυρῶν ἑστήκασιν. ἐπιτρέψαντος οὖν αὐτοῦ πολὺς ἐπεισῆλθεν ὄχλος. ὁ δὲ ἐγερθεὶς καὶ τῇ ἐχθὲς βάσει ἐπιστάς, τῷ τῆς θεοσεβείας ἔθει προςαγορεύσας ἔφη· Θεοῦ τοῦ τὸν οὐρανὸν κτίσαντος καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς πεποιηκότος, ὡς ἀληθὴς εἴρηκεν ἡμῖν προφήτης, ὁ ἄνθρωπος κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γεγονὼς ἄρχειν τε καὶ κυριεύειν κατεστάθη, λέγω δὲ τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν, ὡς ἐξ αὐτοῦ τοῦ πράγματος ἔστιν συνιδεῖν, ὅτι τῇ ἑαυτοῦ συνέσει τὰ μὲν ἐν ἀέρι φέρει κάτω, τὰ ἐν βυθῷ ἀνάγει ἄνω, τὰ ἐν γῇ ἀγρεύει, καί τοι γε κατ᾽ ἀλκὴν αὐτοῦ πολλῷ μείζονα ὄντα, λέγω δὲ ἐλέφαντας καὶ λέοντας καὶ τὰ τούτοις παραπλήσια.

Ὅτε μέν τοι δίκαιος ἐτύγχανεν , καὶ πάντων παθημάτων ἀνώτατος ἦν, ὡς ἀθανάτῳ σώματι τοῦ ἀλγεῖν πεῖραν λαβεῖν μὴ δυνάμενος, ὅτε δὲ ἥμαρτεν, ὡς ἐχθὲς καὶ τῇ πρὸ αὐτῆς ἐδείξαμεν, ὡς δοῦλος γεγονὼς τῆς ἁμαρτίας πᾶσιν ὑπέπεσεν τοῖς παθήμασιν, πάντων καλῶν δικαίᾳ κρίσει στερηθείς. οὐ γὰρ εὔλογον ἦν, τοῦ δεδωκότος ἐγκαταλειφθέντος τὰ δοθέντα παραμένειν τοῖς ἀγνώμοσιν. ὅθεν ἐξ ὑπερβαλλούσης αὐτοῦ εὐσπλαγχνίας πρὸς τὸ ἀπολαύειν ἡμᾶς ἅμα τοῖς πρώτοις καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά, τὸν αὑτοῦ ἔπεμψεν προφήτην. ὁ δὲ προφήτης πρὸς ὑμᾶς λέγειν ἡμῖν ἃ δεῖ φρονεῖν καὶ ποιεῖν ἐνετείλατο. ἕλεσθε οὖν, ὃ ἐπὶ τῇ ὑμετέρᾳ κεῖται ἐξουσίᾳ.

ἃ μὲν οὖν δεῖ φρονεῖν, ἐστὶ ταῦτα· τὸν πάντα πεποιηκότα σέβειν Θεόν, ὅν ἂν ἀπολάβητε τῷ νῷ, ἀπ᾽ αὐτοῦ ἀπολήψεσθε ἅμα τοῖς πρώτοις καλοῖς καὶ τὰ ἐσόμενα αἰώνια ἀγαθά.

Πεῖσαι οὖν ἑαυτοὺς πρὸς τὰ συμφέροντα δυνήσεσθε, ἐάνπερ τῷ ἐμφωλεύοντι ἐν τῇ ὑμετέρᾳ καρδίᾳ δεινῷ ὄφει ὥσπερ ἐπᾴδοντες λέγητε· Κύριον τὸν Θεὸν φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ἐκ παντὸς οὖν λογισμοῦ συμφέρει τὸ αὐτὸν μόνον φοβεῖσθαι, οὐχ ὡς ἄδικον, ἀλλ᾽ ὡς δίκαιον. καὶ γὰρ ἄδικόν τις φοβεῖται, μὴ ἀδίκως ἀναιρεθῇ, καὶ τὸν δίκαιον, μὴ ἁμαρτίᾳ φωραθεὶς τιμωρηθῇ. δύνασθε οὖν ἐν τῷ πρὸς αὐτὸν φόβῳ πολλῶν τῶν ἐπιβλαβῶν ἀπαλλαγῆναι φόβων. ἕνα γὰρ τὸν πάντων κύριον καὶ ποιητὴν ἐὰν μὴ φοβῆσθε, πάντων τῶν κακῶν δοῦλοι ἐπὶ τῇ ἑαυτῶν βλάβῃ ἔσεσθε, λέγω δὲ δαιμόνων καὶ παθημάτων καὶ παντὸς ᾧ δή τινι τρόπῳ βλάπτειν δυναμένου.

Θαρσήσαντες οὖν πρόσιτε τῷ Θεῷ, οἱ τὴν ἀρχὴν ἐπὶ τῷ πάντων ἄρχειν καὶ κυριεύειν γεγενημένοι, οἵ τινες ἔχετε αὐτοῦ ἐν μὲν τῷ σώματι τὴν εἰκόνα, ὁμοίως τε ἔχετε ἐν τῷ νῷ τῆς γνώμης τὴν ὁμοιότητα. ἐπεὶ οὖν ἀλόγοις ζώοις ἐοικότα πράξαντες ἐκ τῆς ψυχῆς τὴν ἀνθρώπου ψυχὴν ἀπωλέσατε, ὥσπερ χοῖροι γενόμενοι δαιμόνων αἰτήματα ἐγένεσθε. ἐὰν οὖν τοῦ Θεοῦ νόμον ἀναδέξησθε, ἄνθρωποι γίνεσθε. οὐ γὰρ οἷον ἀλόγοις ζώοις ἔστιν εἰπεῖν· οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις καὶ τὰ ἑξῆς. διὸ μὴ φθονήσητε ἑαυτοῖς εἰς τὴν πρώτην ἀνακαλούμενοι εἰσελθεῖν εὐγένειαν. δυνατὸν γάρ ἐστιν, ἐὰν τῷ Θεῷ διὰ τῶν ἀγαθῶν πράξεων ἐξομοιωθῆτε. καὶ διὰ τὴν ὁμοιότητα υἱοὶ ἐκείνου εἶναι λογισθέντες πάντων δεσπόται ἀποκαταστῆναι δυνήσεσθε.