Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Μετὰ γὰρ συνουσίαν, ὅ τὸ πρῶτον ἐγίνοντο ἀπαιτηθέντες καὶ παρασχεῖν μηκέτι δυνηθέντες, διὰ τὸ ἄλλο τι μετὰ μιασμὸν αὐτοὺς ποιῆσαι μὴ δύνασθαι, ἀρέσκειν τε ταῖς ἐρωμέναις βουλόμενοι ἀνθ᾽ ἑαυτῶν τοὺς τῆς γῆς μυελοὺς ὑπέδειξαν, λέγω δὲ τὰ ἐκ μετάλλων ἄνθη, χρυσόν, χαλκόν, ἄργυρον, σίδηρον καὶ τὰ ὅμοια, σὺν τοῖς τιμιωτάτοις ἅπασιν λίθοις. σὺν τούτοις δὲ τοῖς μαγευθεῖσιν λίθοις καὶ τὰς τέχνας τῶν πρὸς ἕκαστα πραγμάτων παρέδοσαν, καὶ μαγείας ὑπέδειξαν καὶ ἀστρονομίαν ἐδίδαξαν, δυνάμεις τε ῥιζῶν καὶ ὅσα ποτὲ ὑπ᾽ ἀνθρωπίνης ἐννοίας εὑρεθῆναι ἀδύνατον, ἔτι δὲ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν ὁμοίων χύσιν, τάς τε τῶν ἐσθήτων ποικίλας βαφάς. καὶ πάνθ᾽ ἁπλῶς ὅσαπερ πρὸς κόσμου καὶ τέρψεώς ἐστι γυναικῶν, τῶν ἐν σαρκὶ δεθέντων δαιμόνων ἐστὶν εὑρήματα.

Ἐκ δὲ τῆς νόθου μίξεως αὐτῶν ἄνθρωποι ἐγένοντο νόθοι, πολλῷ γε τῶν ἀνθρώπων κατὰ κορυφὴν μείζους, οὕς μετὰ τοῦτο γίγαντας ὠνόμασαν, οὐ δρακοντόποδες ὄντες καὶ πρὸς Θεὸν πόλεμον ἀράμενοι, ὡς οἱ βλάσφημοι τῶν Ἐλλήνων ᾄδουσιν μῦθοι, ἀλλὰ θηριώδεις τὸν τρόπον, καὶ μείζους μὲν ἀνθρώπων τὰ μεγέθη, ἐπείπερ ἐξ ἀγγέλων ἐγένοντο , ἀγγέλων δὲ ἐλάττους, ἐπείπερ ἐκ γυναικῶν γεγένηντο. ὁ οὖν Θεὸς εἰδὼς αὐτοὺς πρὸς τὸ θηριῶδες ἐξηγριωμένους, καὶ πρὸς τὴν ἑαυτῶν πλησμονὴν τὸν κόσμον οὐκ ἔχοντας αὐτάρκη, (πρὸς γὰρ ἀνθρώπων ἀναλογίαν ἐδημιουργήθη καὶ χρῆσιν ἀνθρωπίνην) ἵνα μὴ ἐν διατροφῇ ἐπὶ τὴν παρὰ φύσιν τῶν ζώων βορὰν τρεπόμενοι ἀνεύθυνοι δοκῶσιν εἶναι, ὡς δι᾽ ἀνάγκην τοῦτο τετολμηκότες, μάννα αὐτοῖς ὁ παντοδύναμος Θεὸς ἐπώμβρισεν ἐκ ποικίλης ἐπιθυμίας, καὶ παντὸς οὗπερ ἐβούλοντο ἀπήλαυον· οἱ δ᾽ ὑπὸ νόθου φύσεως, τῷ καθαρῷ τῆς τροφῆς οὐκ ἀρεσκόμενοι, μόνης τῆς τῶν αἱμάτων γεύσεως ἐγλίχοντο. διὸ καὶ πρῶτοι σαρκῶν ἐγεύσαντο.

Οἱ δὲ σὺν αὐτοῖς ἄνθρωποι τὸ ὅμοιον τότε πρῶτον

ποιεῖν ἐζήλωσαν. οὕτως εἴτε ἀγαθοὶ εἴτε κακοὶ οὐκ ἐγεννώμεθα, ἀλλὰ γινόμεθα· καὶ ἐθισθέντες δυσαποσπάστως ἔχομεν. τῶν δὲ ἀλόγων ζώων τότε ἐπιλιπόντων, οἱ νόθοι ἄνθρωποι καὶ ἀνθρωπίνων σαρκῶν ἐγεύσοντο, οὐκέτι γὰρ αὐτοῖς ἦν μακράν, τὴν ἰδίαν διαφθεῖραι σάρκα, πρότερον ἐν ἑτέραις μορφαῖς αὐτῆς γευσαμένοις.

Ἐπὶ δὲ τῇ πολλῇ τῶν αἱμάτων ῥύσει ὁ καθαρὸς ἀὴρ ἀκαθάρτῳ ἀναθυμιάσει μιανθεὶς καὶ νοσήσας τοὺς ἀναπνέοντας αὐτὸν νοσώδεις ἀπειργάζετο, ὡς τοὺς ἀνθρώπους λοιπὸν ἀώρους ἀποθνήσκειν. ἡ δὲ γῆ ἐκ τούτων σφόδρα μιανθεῖσα πρῶτον τότε τὰ ἰοβόλα καὶ λυμαντικὰ ζῶα ἐξέβρασεν. τῶν οὖν πάντων πρὸς τὸ χεῖρον χωρησάντων διὰ τοὺς θηριώδεις δαίμονας, ὁ Θεὸς αὐτοὺς ὥσπερ κακὴν ζύμην ἐξελεῖν ἐβουλεύετο, ἵνα μὴ ἀπὸ σπορᾶς κατ᾽ ἀκολουθίαν ἑκάστη γενεὰ τῇ πρὸ αὐτῆς ἐξομοιουμένη, ὁμοίως ἀσεβοῦσα, τὸν ἐσόμενον αἰῶνα σωζομένων ἀνδρῶν κενώσῃ. τούτου δὴ ἕνεκεν ἑνί τινι δικαίῳ μετὰ τῶν ἐξ αὐτοῦ τριῶν, σὺν ταῖς αὐτῶν γυναιξίν, ἅμα τοῖς λοιποῖς, ἐν λάρνακι διασώζεσθαι προαγγείλας ὕδωρ εἰς κατακλυσμὸν ἐπέκλυσεν, ἵνα πάντων ἀναλωθέντων ὁ κόσμος κατεκκαθαρισθεὶς αὐτῷ τῷ ἐν λάρνακι διασωθέντι εἰς δευτέραν βίου ἀρχὴν καθαρὸς ἀποδοθῇ. καὶ δὴ οὕτως ἐγένετο.

Ἐπεὶ οὖν αἱ τῶν τεθνεώτων γιγάντων ψυχαὶ τῶν ἀνθρωπίνων ψυχῶν μείζους ἦσαν, ἅτε δὴ καὶ τοῖς σώμασιν ὑπερέχουσαι, ὡς καινὸν γένος καινῷ καὶ τῷ ὀνόματι προσηγορεύθησαν. οἷς ἐπιλοίποις τῷ κόσμῳ ὡς δεῖ βιοῦν, ὑπὸ Θεοῦ δι᾽ ἀγγέλου νόμος ὡρίσθη. ὄντες γὰρ νόθοι τῷ γένει ἐκ πυρὸς ἀγγέλων καὶ αἵματος γυναικῶν, καὶ διὰ τοῦτο ἰδίου τινὸς γένους ἐπιθυμεῖν μέλλοντες, δικαίῳ τινὶ προελήφθησαν νόμῳ. ἐξεπέμφθη γὰρ αὐτοῖς ὑπὸ τοῦ Θεοῦ ἄγγελός τις, τὴν αὐτοῦ βουλὴν μηνύων καὶ λέγων.

Τάδε δοκεῖ τῷ παντεπόπτῃ Θεῷ, μηδενὸς ἀνθρώπων ὑμᾶς κυριεύειν, μηδὲ παρενοχλεῖν μηδενί, ἐὰν μή τις ἑκὼν ἑαυτὸν ὑμῖν καταδουλώσῃ, προσκυνῶν ὑμᾶς, καὶ θύων καὶ σπένδων καὶ τῆς ὑμετέρας μεταλαμβάνων τραπέζης, ἢ ἕτερόν τι ὧν οὐ χρὴ ἐκτελῶν, ἢ αἷμα χέων, ἢ σαρκῶν γευόμενος, ἢ θηρίου λειψάνου ἢ θνητοῦ ἢ πνικτοῦ ἢ ἄλλου τινὸς ἀκαθάρτου ἐμπιμπλώμενος. τῶν δὲ νόμῳ ἐμῷ προσφευγόντων οὐ μόνον οὐ ψαύσετε, ἀλλὰ καὶ τιμὴν δώσετε, καὶ ἐκ προσώπου φεύξεσθε. ὅ τι γὰρ ἄν αὐτοῖς δικαίοις οὖσιν καθ᾽

ὑμῶν δοκῇ, τουθ᾽ ὑμᾶς δεήσει παθεῖν. ἐὰν δέ τινες τῶν ἐμοὶ προκειμένων ἐξαμαρτῶσιν , ἢ μοιχησάμενοι ἢ μαγεύσαντες ἢ ἀκαθάρτως βιώσαντες ἢ ἄλλο τι τῶν ἐμοὶ μὴ δοκούντων πράξαντες, τότε ἐξ ἐμῆς κελεύσεως πάσχειν τι αὐτοὺς ὑφ᾽ ὑμῶν ἢ ὑφ᾽ ἑτέρων δεήσει· οἷς καὶ μετανοήσασιν, τὴν μετάνοιαν κρίνας, εἴτε ἀξία ἐστὶν συγγνώμης εἴτε καὶ οὔ, τὴν ἀπόφασιν ποιήσομαι. ταῦτα οὖν μνημονεύειν καὶ ὀφείλετε, εὖ εἰδότες, ὅτι οὐδὲ αἱ ἐνθυμήσεις ὑμῶν λαθεῖν αὐτὸν δυνήσονται.

Τοιαῦτα παρακελευσάμενος αὐτοῖς ὁ ἄγγελος ἀπηλλάγη. ὑμεῖς δὲ ἔτι τοῦτον ἀγνοεῖτε τὸν νόμον, ὅτι προσκυνῶν τις δαίμονας ἢ θύων ἢ τραπέζης αὐτοῖς κοινωνῶν ὑπόδουλος αὐτοῖς γενόμενος ὡς ὑπὸ κακῶν δεσποτῶν πάσης τῆς ἐξ αὐτῶν μεθέξει τιμωρίας καὶ διὰ τὴν ἄγνοιαν ταύτην τοῖς αὐτῶν βωμοῖς προσφθαρέντες καὶ αὐτῶν ἐκπληρωθέντες ὑπὸ τὴν αὐτῶν ἐξουσίαν γεγόνατε, καὶ παντὶ τρόπῳ ὑβριζόμενοι τὰ σώματα ἀγνοεῖτε. εἰδέναι δὲ ὑμᾶς χρὴ ὅτι οὐδενὸς οἱ δαίμονες ἔχουσιν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τις αὐτοῖς ὁμοδίαιτος γένηται. ὁπότε οὐδὲ ὁ αὐτῶν ἄρχων παρὰ τὸν ὑπὸ τοῦ Θεοῦ κατ᾽ αὐτῶν κινούμενον νόμον ποιεῖν τι δύναται, δἰ ὅ ἐξουσίαν τινὸς οὐκ ἔχει μὴ προσκυνήσαντος αὐτόν· ἀλλ᾽ οὐδὲ λαβεῖν τις παρ᾽ αὐτῶν δύναταί τι ὧν θέλει, ἀλλ᾽ οὐδὲ βλαβῆναι οὐδέν, ὡς μαθεῖν.

Τῷ γὰρ τῆς εὐσεβείας ἡμῶν βασιλεῖ προσῆλθέν ποτε ὁ πρόσκαιρος βασιλεύς, οὐ βίαν ποιῶν, οὐ γὰρ ἐξῆν, ἀλλὰ προτρέπων καὶ ἀναπείθων, ὅτι τὸ πεισθῆναι ἐπὶ τῇ ἑκάστου κεῖται ἐξουσίᾳ. προσελθὼν οὖν, ὡς τῶν παρόντων ὤν βασιλεύς, τῷ τῶν μελλόντων βασιλεῖ ἔφη· πᾶσαι αἱ τοῦ νῦν κόσμου βασιλεῖαι ὑπόκεινται ἐμοί, ἔτι τε ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ πᾶσα ἡ τρυφὴ τοῦ κόσμου τούτου ὑπὸ ταῖς ἐμαῖς ἐστιν ἐξουσίαις· διὸ πεσὼν προσκύνησόν μοι, καὶ δώσω σοι πάντα ταῦτα. ταῦτα δὲ ἔλεγεν εἰδώς, ὅτι μετὰ τὸ προσκυνῆσαι καὶ τὴν κατ᾽ αὐτοῦ εἶχεν ἐξουσίαν, καὶ οὕτως τῆς μελλούσης δόξης καὶ βασιλείας αὐτὸν ἀφῄρει. καὶ πάντα εἰδὼς οὐ μόνον αὐτὸν οὐ προσεκύνησεν, ἀλλ᾽ οὐδὲ τῶν ὑπ᾽ αὐτοῦ λαβεῖν τι ἠθέλησεν· ἑαυτὸν γὰρ σὺν τοῖς ἑαυτοῦ κατενεχύραζεν, ὅπερ ἐστίν, μὴ ἐξεῖναι τοῦ λοιποῦ τῶν αὐτῷ ἀποδοθέντων μηδὲ ψαῦσαι ἔτι. ἀποκρινάμενος οὖν ἔφη· Γέγραπται, κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ λατρεύσεις μόνον.

Πλὴν ὁ τῶν ἀσεβῶν βασιλεὺς κατὰ πολλὰ τὸν τῶν εὐσεβῶν βασιλέα πρὸς τὸ ἑαυτοῦ βούλημα παράγειν πειρώμενος καὶ ἠδυνηθεὶς ἐπαύσατο, πρὸς τὰ λοιπὰ τῆς πολιτείας θηρεύειν αὐτὸν ἐπιχειρῶν. ὑμεῖς δὲ τὸν προορισθέντα νόμον ἀγνοοῦντες διὰ τῶν κακῶν πράξεων ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ἐγένεσθε. διὸ σῶμα καὶ ψυχὴν ἐμιάνθητε. καὶ ἐν μὲν τῷ παρόντι ὑπό τε παθῶν καὶ δαιμόνων ἐνυβρίζεσθε, ἐν δὲ τοῖς μέλλουσιν τὰς ψυχὰς κολασθησομένας ἕξετε. τοῦτο δὲ οὐχ ὑμεῖς μόνοι ὑπ᾽ ἀγνοίας πεπόνθατε, ἀλλὰ καί τινες τοῦ ἡμετέρου ἔθνους, οἵτινες ἐπὶ κακαῖς πράξεσιν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος προληφθέντες, ἔπειτα ὥσπερ ἐπὶ δεῖπνον ὑπὸ πατρὸς υἱῷ τελοῦντος γάμους κληθέντες ὑπήκουσαν. ἀντὶ δὲ τῶν ἀπειθησάντων διὰ τὴν πρόληψιν ὁ τοὺς γάμους τῷ υἱῷ τελῶν πατὴρ διὰ τοῦ προφήτου τῆς ἀληθείας ἐκέλευσεν ἡμῖν, εἰς τὰς διεξόδους τῶν ὁδῶν ἐλθοῦσιν, ὅ ἐστιν πρὸς ὑμᾶς, καθαρὸν ἔνδυμα γάμου περιβαλεῖν, ὅπερ ἐστὶν βάπτισμα, ὃ εἰς ἄφεσιν γίνεται τῶν πεπραγμένων ὑμῖν κακῶν. καὶ τοὺς ἀγαθοὺς εἰς τὸ Θεοῦ δεῖπνον εἰσάγει ἐκ τῆς μεταμελείας, εἰ καὶ τὴν ἀρχὴν ἀπελείφθησαν τῆς εὐωχίας.

Ἔνδυμα οὖν εἰ βούλεσθε γενέσθαι θείου πνεύματος, σπουδάσατε πρῶτον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν πρόλημμα, ὅπερ ἐστὶν ἀκάθαρτον πνεῦμα, καὶ μιαρὸν περίβλημα. τοῦτο δὲ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, ἐὰν μὴ πρότερον ἐπὶ καλαῖς πράξεσιν βαπτισθῆτε· καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτοῖς κοινωνεῖτε μιαρᾶς, μὴ φονεύσητε, μὴ μοιχεύετου, μὴ μισήσητε οὓς μὴ δίκαιον, μὴ κλέπτετε, μηδὲ κακαῖς τισιν ὅλως πράξεσιν ἐπιβάλλεσθε. ἐπεὶ τῶν ἐσομένων ἀγαθῶν στερηθέντες τῆς ἐλπίδος ἐν μὲν τῷ παρόντι ὑπό τε κακῶν δαιμόνων καὶ χαλεπῶν παθημάτων συνελασθήσεσθε, ἐν δὲ τῷ ἐσομένῳ αἰῶνι ἀϊδίῳ κολασθήσεσθε πυρί. τὰ μὲν οὖν σήμερον ὑμῖν ῥηθέντα αὐτάρκως ἔχει. λοιπὸν δέ, ὑμῶν ὑπὸ παθημάτων ὀχλούμενοι πρὸς τὴν ἴασιν παραμείνατε, τῶν δὲ ἄλλων οἱ βουλόμενοι μετ᾽ εἰρήνης πορεύεσθε.

Ταῦτα αὐτοῦ εἰπόντος οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτυγχάνοντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ εὐξάμενος ἰάσατο ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι

περιχαρεῖς, τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσαι τε καὶ εὐφημήσαντας τὸν Θεὸν βεβαίᾳ ἐλπίδι πιστεῦσαι, ἅμα τε τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπιέναι, ἐντολὴν ἔχοντας πρωΐτερον τῇ ὑστεραίᾳ συνελθεῖν. ἀπελθόντων δὲ αὐτῶν, ἐκεῖ μείνας ὁ Πέτρος, μενόντων συνήθων, τροφῆς μεταλαβὼν διανέπαυεν ἑαυτὸν τῷ ὕπνῳ.

Τῇ μὲν ἐπιούσῃ ἡμέρᾳ ὁ Πέτρος ἅμα τοῖς ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν πρὸ μιᾶς τόπον ἐλθὼν καὶ ἐπιστὰς ἤρξατο λέγειν· ὁ Θεὸς τοὺς πάλαι ἀνθρώπους ἀσεβήσαντας πάντας ὕδατι διαφθείρας, ἐκ πάντων ἕνα εὐσεβῆ εὑρών, ἐν λάρνακι μετὰ τριῶν υἱῶν καὶ γυναικῶν σωθῆναι ἐποίησεν. ὅθεν συνιδεῖν ἔστιν αὐτοῦ τὴν φύσιν, ὄχλου μὲν ἀσεβούντων μὴ φροντίζουσαν, ἑνὸς δὲ εὐσεβοῦς σωτηρίας οὐκ ἀμελοῦσαν. πασῶν οὖν μείζων ἐστὶν ἀσέβεια τὸ τὸν μόνον πάντων καταλείψαντα δεσπότην πολλοὺς τοὺς οὐκ ὄντας σέβειν θεούς.

Ἐὰν οὖν ἐμοῦ ὑμῖν ὑφηγουμένου καὶ δεικνύντος, ὅτι τοῦτό ἐστιν τὸ μέγιστον ἁμάρτημα, ὅ πάντας ὑμᾶς ἀπολέσαι δύναται, τὸν ὑμέτερον ἀποδράμῃ νοῦν, ὅτι οὐκ ἀπόλλυσθε, πολλοὶ ὄντες ὄχλοι, ἠπάτησθε· ἔχετε γὰρ τοῦ πάλαι κατακλυσθέντος κόσμου τὸ ὑπόδειγμα καίτοι ἐκείνων μὲν τὸ ἁμάρτημα πολὺ ἧττον ἦν τοῦ καθ᾽ ὑμᾶς. ἐκεῖνοι γὰρ εἰς τοὺς ὁμοίους ἠσέβουν, ἢ φονεύοντες ἢ μοιχεύοντες, ὑμεῖς δὲ εἰς τὸν τῶν ὅλων ἀσεβεῖτε Θεόν, ἀντ᾽ αὐτοῦ ἢ καὶ σὺν αὐτῷ ἄψυχα ἀγάλματα σέβοντες, καὶ τὸ θεῖον αὐτοῦ ὄνομα πάσῃ ἀναισθήτῳ ὕλῃ ἐπιῤῥίψαντες. πρῶτον μὲν οὖν δεδυστυχήκατε, μὴ γνωρίσαντες τὴν διαφορὰν τὴν μεταξὺ μοναρχίας καὶ πολυαρχίας, ὅτι ἡ μὲν μοναρχία ὁμονοίας ἐστὶν παρεκτική , ἡ δὲ πολυαρχία πολέμων ἐξεργαστική. τὸ γὰρ ἕν ἑαυτῷ οὐ μάχεται, τὰ δὲ πολλὰ πρόφασιν ἔχει τὴν πρὸς ἕτερον μάχην ἐπιχειρεῖν.

Αὐτίκα γοῦν, εὐθὺ μετὰ τὸν κατακλυσμόν, ὁ Νῶε τρία καὶ ἐπιζήσας ἔτη μετὰ τῶν ἐξ αὐτοῦ γενομένων ὄχλων ἐν ὁμονοίᾳ διετέλει, τοῦ μόνου Θεοῦ κατ᾽ εἰκόνα ὑπάρξας βασιλεύς. μετὰ δὲ τὴν αὐτοῦ τελευτὴν πολλοὶ τῶν ἐξ αὐτοῦ βασιλείας ὠρέχθησαν, καὶ πρὸς τὸ βασιλεῦσαι σπεύδοντες τὸ πῶς δυνηθείη ἕκαστος ἐπενόει. καὶ ὁ μὲν πολέμῳ, ἄλλος δόλῳ, ἕτερος πειθοῖ, καὶ ἄλλος ἄλλως, ὧν εἷς

τις ἀπὸ γένους ὢν Χἀμ, τοῦ ποιήσαντος Μεστρέμ, ἐξ οὗπερ τὰ Αἰγυπτίων καὶ Βαβυλωνίων καὶ Περσῶν ἐπλήθυνε φῦλα.

Ἐκ τοῦ γένους τούτου γίνεταί τις κατὰ διαδοχὴν μαγικὰ παρειληφὼς, ὀνόματι Νεβρὼδ, ὥσπερ γίγας ἐναντία τῷ Θεῷ φρονεῖν ἑλόμενος, ὃν οἱ Ἕλληνες Ζωροάστρην προσηγόρευσαν. οὗτος μετὰ τὸν κατακλυσμὸν βασιλείας ὀρεχθεὶς καὶ μέγας ὢν μάγος, τοῦ νῦν βασιλεύοντος κακοῦ τὸν ὡροσκοποῦντα κόσμον ἀστέρα πρὸς τὴν ἐξ αὐτοῦ βασιλείας δόσιν μαγικαῖς ἠνάγκασε τέχναις. ὁ δὲ ἅτε δὴ ἄρχων ὢν καὶ τοῦ βιαζομένου τὴν ἐξουσίαν ἔχων, μετ᾽ ὀργῆς τὸ τῆς βασιλείας προσέχεε πῦρ, ἵνα πρός τε τὸν ὁρκισμὸν εὐγνωμονήσῃ, καὶ τὸν πρώτως ἀναγκάσαντα τιμωρήσηται.

Ἐκ ταύτης οὖν τῆς ἐξ οὐρανοῦ χαμαὶ πεσούσης ἀστραπῆς ὁ μάγος ἀναιρεθεὶς Νεβρώδ, ἐκ τοῦ συμβάντος πράγματος Ζωροάστρης μετωνομάσθη, διὰ τὴν τοῦ ἀστέρος κατ᾽ αὐτοῦ ζῶσαν ἐνεχθῆναι ῥοήν. οἱ δὲ ἀνόητοι τῶν τότε ἀνθρώπων ὡς διὰ τὴν εἰς Θεὸν φιλίαν κεραυνῷ μεταπεμφθεῖσαν τὴν ψυχὴν νομίσαντες, τοῦ σώματος τὸ λείψανον κατορύξαντες, τὸν μὲν τάφον ναῷ ἐτίμησαν ἐν Πέρσαις, ἔνθα ἡ τοῦ πυρὸς καταφορὰ γέγονεν, αὐτὸν δὲ ὡς θεὸν ἐθρήσκευσαν. τούτῳ ὑποδείγματι καὶ οἱ λοιποὶ ἐκεῖσε τοὺς κεραυνῷ θνήσκοντας ὡς θεοφιλεῖς θάπτοντες ναοῖς τιμῶσιν, καὶ τῶν τεθνεώτων ἰδίων μορφῶν ἱστᾶσιν ἀγάλματα. ἐντεῦθεν ὁμοίως ἐζήλωσαν καὶ τῶν κατὰ τόπους οἱ δυναστεύσαντες, ὧν οἱ πλεῖστοι τῶν αὐτοῖς ἠγαπημένων καὶ μὴ κεραυνῷ θνησκόντων τοὺς τάφους ναοῖς καὶ ξοάνοις τιμῶντους καὶ βωμοὺς ἀνάπτοντες ὡς θεοὺς προσκυνεῖσθαι προσέταξαν. πολλῷ δὲ ὕστερον διὰ τὸν πολὺν χρόνον ὑπὸ τῶν μεταγενεστέρων ὄντως θεοὶ εἶναι ἐνομίσθησαν.