Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Τετάρτῃ δὲ ἡμέρᾳ τῆς ἐν Τύρῳ ἡμῶν ἐπιδημίας, ὑπὸ τὴν ὄρθρον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι καὶ αὐτῆς Τύρου πάμπολλοι, καὶ ἐπεφώνουν λέγοντες, ὁ Θεὸς διά σου ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. ὁ δὲ Πέτρος ἔστη ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσιν ὁρᾶσθαι, καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο.
Θεῷ τῷ κτίσαντι τὸν οὐρανὸν καὶ τὸ σύμπαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι θελόντων. ὅθεν μηδ᾽ ἐπὶ τοῖς δοκοῦσιν φαύλοις ὑπὸ προπετείας τις αὐτὸν ὡς μὴ φιλάνθρωπον αἰτιάσθω. τῶν γὰρ συμβαινόντων ἀνθρώποις τὰ τέλη ἀνθρώποις μὲν ἄγνωστα, ὡς ἐπὶ κακῷ ὑποπτευόμενα, Θεῷ δὲ ὡς ἀποβησόμενα εὐτυχῶς γνώριμα. αὐτίκα γοῦν Σίμων ἀριστερὰ τοῦ Θεοῦ δύναμις ὤν καὶ τῶν τὸν Θεὸν οὐκ εἰδότων ἐπὶ κακοποιΐᾳ τὴν ἐξουσίαν ἔχων νόσοις ὑμᾶς περιβαλεῖν ἠδυνήθη, αἵτινες διὰ τὴν τοῦ Θεοῦ ἀγαθὴν πρόνοιαν γενέσθαι συγχωρηθεῖσαι ἠνάγκασαν ὑμᾶς, τὸν ἰᾶσθαι δυνάμενον περιβλεψαμένους καὶ εὑρόντας, προφάσει τῆς τοῦ σώματος θεραπείας τὰ Θεῷ δοκοῦντα ἀναδεξαμένους, πεισθῆναι φρονεῖν, ἵνα οὕτως ἅμα τοῖς σώμασι σωθησομένοις καὶ τὰς ψυχὰς σώας ἔχητε.
Μανθάνω οὖν, ὡς βουθυτήσας ἑστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾷ, καὶ οὕτως ὑμεῖς οἴνῳ πολλῷ παρενεχθέντες ἅμα τοῖς πονηροῖς δαίμοσιν τὸν ἄρχοντα αὐτῶν ἐφιλοφρονεῖσθε, καὶ οὕτως ὑμῶν οἱ πλεῖστοι ὑπὸ τῶν παθῶν κατελήφθησαν, ἀγνοίας αἰτίᾳ καθ᾽ ἑαυτῶν ἰδίαις χερσὶν ἐπισπασάμενοι τὸ τοῦ ὀλέθρου ξίφος. οὐ γὰρ ἂν τὴν καθ᾽ ὑμῶν ἔσχον ἐξουσίαν οἱ δαίμονες, εἰ μὴ πρότερον τῷ ἄρχοντι αὐτῶν ὁμοδίαιτοι ἐγεγόνειτε. οὕτω γὰρ ἀπαρχῆς ὑπὸ τοῦ πάντα κτίσαντος Θεοῦ δυσὶν ἑκάστοτε ἄρχουσι, δεξιῷ τε καὶ εὐωνύμῳ, ὡρίσθη νόμος, μὴ ἔχειν ἑκάτερον αὐτῶν ἐξουσίαν, ἐὰν μὴ πρότερόν τινι ὁμοτράπεζος γένηται, ὅν εὐποιῆσαι ἢ κακῶσαι βούλεται. ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως, ἄν τούτων παυσάμενοι τῷ Θεῷ διὰ τοῦ ἀγαθοῦ καὶ δεξιοῦ ἡγεμόνος προσφύγητε, ἀθύτοις τιμαῖς ποιοῦντες ἅ βούλεται, εὖ ἴστε ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε. αὐτὸς γὰρ μόνος διὰ τῆς ἀριστερᾶς ἀναιρῶν διὰ τῆς δεξιᾶς ζωοποιῆσαι δύναται· ὁμοίως δὲ καὶ πατάξαι, καὶ ἀναστῆσαι κείμενον.
Διὰ τοῦτο πρῶτον ὑπὸ τοῦ προδρόμου Σίμωνος προαπατηθέντες, Θεῷ τὰς ψυχὰς ἀπεθάνετε καὶ τὰ σώματα ἐπατάχθητε· δύνασθε δὲ ὁμοίως τὸ δεύτερον, διὰ τῆς μετανοίας, ὡς ἔφην, τὰ Θεῷ ἀρέσκοντα ἀναδεξάμενοι καὶ τὰ σώματα ἀναῤῥῶσαι καὶ τὰς ψυχὰς ἀναλαβεῖν. ἔστιν δὲ τὰ ἀρέσκοντα τῷ Θεῷ τὸ αὐτῷ προςεύχεσθαι·
αὐτὸν αἰτεῖν ὡς πάντα νόμῳ κριτικῷ διδόντα τραπέζης δαιμόνων ἀπέχεσθαι· νεκρᾶς μὴ γεύεσθαι σαρκός· μὴ ψαύειν αἵματος· ἐκ παντὸς ἀπολύεσθαι λύματος· τὰ δὲ λοιπὰ ἑνὶ λόγῳ, ὅσ᾽ οἱ Θεὸν σέβοντες ἤκουσαν Ἰουδαῖοι, καὶ ὑμεῖς ἀκούσατε ἅπαντες, ἐν πολλοῖς σώμασιν μίαν γνώμην ἀναλαβόντες· ἅπερ ἕκαστος ἑαυτῷ βούλεται καλά, τὰ αὐτὰ βουλευέσθω καὶ τῷ πλησίον. οὕτω δ᾽ ἄν ὑμῶν ἕκαστος νοήσειεν τὸ καλόν, εἰ ἑαυτῷ διαλεχθείη τὰ τοιαῦτα· οὐ θέλεις φονευθῆναι, ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ᾽ ἑτέρου μοιχευθῆναι γυναῖκα, τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν κλαπῆναι, ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ᾽ ὑμῶν αἰτῶν τὸ εὔλογον συννοοῦντες καὶ ποιοῦντες, Θεῷ προσφιλεῖς γενόμενοι, ἐπιτεύξεσθε τῆς ἰάσεως, ἐπεὶ καὶ ἐν τῷ παρόντι αἰῶνι βασανισθήσεσθε τὰ σώματα, καὶ ἐν τῷ μέλλοντι κολασθήσεσθε τὰς ψυχάς.Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες καὶ ἰαθέντες ἐβαπτίσθησαν. ἔπειτα τοῖς λοιποῖς αὐτοῦ θαύμασιν οἱ λοιποὶ πάντες ἐν μέσαις ταῖς ἀγοραῖς πανδημεὶ ἐπὶ σποδοῦ καὶ σάκκου ἐκαθέζοντο, μετανοοῦντες ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις. καὶ οἱ ἐν Σιδῶνι ταῦτα ἀκούσαντες τὰ ὅμοια ἐποίησαν, καὶ ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον, ὡς αὐτοὶ διὰ τὰς νόσους πρὸς αὐτὸν ἐλθεῖν μὴ δυνάμενοι. ὁ Πέτρος δὲ ἡμερῶν οὐ πολλῶν ἐνδιατρίψας τῷ Τύρῳ, καὶ κατηχήσας τοὺς ἐν αὐτῇ ἅπαντας, καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν, ἐκκλησίαν τε συστησάμενος, καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας, ὥρμησεν εἰς Σιδῶνα. ὁ δὲ Σίμων μαθὼν ἥκοντα τὸν Πέτρον εὐθὺς ἀπέδρα εἰς Βηρυτὸν μετ᾽ Ἀππίωνος καὶ τῶν αὐτοῦ ἑταίρων.
Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα, πολλοὺς ἐν κλίναις φέροντες πρὸ αὐτοῦ ἐτίθεσαν. ὁ δὲ πρὸς αὐτοὺς ἔφη· μὴ τοίνυν νομίσητε ἐμέ τι δύνασθαι πρὸς ὑμετέραν ἴασιν, ἄνδρα θνητὸν καὶ αὐτὸν πολλοῖς πάθεσιν ὑποπεσεῖν δυνάμενον ὑφηγεῖσθαι δὲ ὑμῖν τὸν τρόπον δἰ οὗ σωθῆναι δυνήσεσθε οὐ φθονῶ, καὶ αὐτὸς παρὰ τοῦ τῆς ἀληθείας προφήτου μαθὼν τοὺς προωρισμένους τοῦ Θεοῦ πρὸ καταβολῆς κόσμου ὁρισμούς, λέγω δὲ ἐπὶ ποίαις κακαῖς πράξεσιν τοὺς ἀνθρώπους ἔταξεν ὑπὸ τοῦ τῆς κακίας ἡγεμόνος κακοῦσθαι, ὁμοίως τε ἐπὶ ποίαις ἀγαθαῖς πράξεσιν ὥρισεν πρότερον
πιστεύσαντας αὐτῷ ἰωμένῳ τὰ σώματα σώζεσθαι, ἔπειτα καὶ τὰς ψυχὰς ἐπανορθοῦσθαι πρὸς τὸ ἀνώλεθρον.