Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Κᾀγὼ ἔφην· οὐκοῦν ὀρθῶς ἔχει τὰ ὑπὸ ποιητῶν καὶ φιλοσόφων λεγόμενα, ὡς ἐν ιἅδου αἱ ψυχαὶ τῶν ἀσεβῶν κριθεῖσαι ἐφ᾽ οἷς ἐτόλμησαν κολάζονται, οἷον Ἰξίωνος καὶ Ταντάλου Τιτυοῦ τε καὶ Σισύφου καὶ τῶν Δαναοῦ θυγατέρων καὶ ὅσοι ποτὲ ἄλλοι ἐνταῦθα
ἠσέβησαν; καὶ πῶς, εἴγε ταῦθ᾽ οὕτως μὴ ἔχῃ, δυνατὸν ἂν μαγείαν ὑφεστάναι; τοῦ δὲ εἰπόντος, οὕτω τὰ ἐν ιἅδου ἔχειν, ἐγὼ ἐπυθόμην· διὰ τί δὴ καὶ αὐτοὶ μαγείαν οὐ πεφοβήμεθα, ἐπὶ μοιχείας πεπεισμένοι τὴν ἐν ᾅδου δίκην; μοιχείᾳ γὰρ βιάσασθαι τὴν μὴ θέλουσαν οὐ συντίθεμαι εἶναι δίκαιον. εἰ δέ τις αὐτὴν πείθειν ἐπαγγέλλεται, πρὸς τοῦτο, μετὰ τοῦ καὶ χάριν ὁμολογεῖν, ἑτοίμως ἔχω.Καὶ ὁ Ἀππίων ἔφη· οὐ δοκεῖ σοι τἀυτὸν εἶναι, εἴτε μαγείᾳ αὐτῆς ἐπιτυχών, εἴτε παίσας λόγοις; κᾀγὼ ἔφην· οὐ πάντως ὅμοιον· πολὺ γὰρ ἀφέστηκεν ἀλλήλων ἑκάτερον· ὁ μὲν γὰρ ἄκουσαν γυναῖκα τῇ τῆς μαγείας βίᾳ ἐπαναγκάσας, ὡς ἐπιβουλεύσας σώφρονι, χαλεπωτάτην ὑπέχει τὴν δίκην, ὁ δὲ λόγῳ πείσας, καὶ ἐπὶ τῇ αὐτῆς ἐξουσίᾳ καὶ βουλῇ ποιησάμενος τὴν αἵρεσιν, οὐκ ἐβιάσατο. ἧττον δὲ οἶμαι κολασθήσεσθαι τὸν πεπεικότα τοῦ βιασαμένου· τοιγαροῦν εἰ μὲν πεῖσαι δύνασαι, χάριν ἕξω ἐπιτυχών, ἄλλως δὲ ἥδιόν μοι τεθνάναι μᾶλλον, ἢ τὴν μὴ βουλομένην βιαίως ἐπαναγκάσαι.
Καὶ ὁ Ἀππίων ἀληθῶς διαπορῶν ἔφη· τί με χρὴ πρός σε λέγειν; ποτὲ μὲν γὰρ ὡς ὑπὸ ἔρωτος ἐνοχλούμενος εὔχῃ ἐπιτυχεῖν, ποτὲ δὲ ὡς οὐκ ἐρῶν τῆς ἐπιθυμίας προτιμᾷς τὸν φόβον, καὶ οἴει πείσας μὲν ὡς ἀναμάρτητος ἔσεσθαι ἀνεύθυνος, βίᾳ δὲ τῇ τῆς μαγείας ἐπιτυχὼν ὑφέξειν δίκην. ἀλλ᾽ ἀγνοεῖς ὡς τὸ τέλος παντὸς πράγματος κρίνεται, ὅτι γέγονεν , οὐ τὸ πῶς γέγονεν δοκιμάζεται. καὶ σὺ δὲ ἐὰν μοιχεύσῃς οὐδήπου μαγείᾳ μὲν δυνηθείς, ὡς ἀσεβήσας κριθήσῃ, πείσας δὲ τῆς κατὰ τὴν μοιχείαν ἁμαρτίας ἀπολυθήσῃ; κᾀγὼ ἔφην· διὰ τὸ ἐρᾷν πάντως μοι προκειμένου τυχεῖν τῆς ἐρωμένης, ἀνάγκη μέν μοι ἑλέσθαι θάτερον, αἱρήσομαι δὲ οἷόν τε κολακεῦσαι μᾶλλον, ἢ μαγεῦσαι. ἀλλ᾽ οὐδὲ κολακείᾳ πείθειν αὐτὴν ῥᾴδιον· πάνυ γάρ ἐστιν ἡ γυνὴ φιλόσοφος.
Καὶ ὁ Ἀππίων ἔφη· ταύτῃ μᾶλλον εὔελπίς εἰμι πείθειν αὐτὴν δυνήσεσθαι, ὡς αὐτὸς θέλεις, εἴ περ γε προσομιλῆσαι αὐτῇ δυνάμεθα. κᾀγὼ ἀπεκρινάμην· ἀδύνατον. καὶ ὁ Ἀππίων ἐπύθετο, εἰ ἐπιστεῖλαι αὐτῇ δυνατόν ἐστιν. κᾀγὼ ἔφην· δυνατὸν τοῦτό γε. καὶ ὁ Ἀππίων ἔφη· ἔτι τῇ νυκτὶ ταύτῃ συγγράψω βιβλίον, μοιχείας ἐγκώμιον, ὅπερ σὺ παρ᾽ ἐμοῦ λαβὼν διαπέμψεις αὐτῇ, καὶ ἐλπίζω ὅτι πεισθεῖσα συνθήσεται. συγγράψας ὁ Ἀππίων ἐκεῖνο τὸ βιβλίον ἐδίδου ἐμοί, περὶ οὗ καὶ ἐν τῇ νυκτὶ ταύτῃ ἐνενόησα, καὶ εὔκαιρος
ἔχειν αὐτὸ ὑπεμνήσθην, σὺν ἄλλοις βιβλίοις οἷς μετ᾽ ἐμαυτοῦ ἐπιφέρομαι. διηγησάμενος δὲ ταῦτα ἔδειξα τοῖς παροῦσι τὸ βιβλίον, καὶ βουλομένοις ἐπακούσαι ἀνέγνων, καὶ δὴ ἀναγνοὺς ἔφην· αὕτη ἐστίν, ἄνδρες, ἡ τῶν Ἑλλήνων παιδεία, γενναίαν ὑπόθεσιν ἔχουσα πρὸς τὸ ἀδεῶς ἐξαμαρτάνειν. τὸ δὲ βιβλίον ἦν οὕτως ἔχον.Ἀνωνύμως διὰ τοὺς ἐκ τῶν ἀνοήτων ἀνθρώπων νόμους. ἐπιταγαῖς Ἕρωτος τοῦ πάντων πρεσβυτάτου παιδὸς χάριν. ἔγνων σε φιλοσοφίᾳ προσανέχουσαν, καὶ ἀρετῆς ἕνεκα τὸν τῶν κρειττόνων ζηλοῦσαν βίον. τίνες δὲ ἂν εἶεν κρείττονες, ἢ θεοὶ μὲν ἁπάντων, ἀνθρώπων δὲ οἱ φιλόσοφοι; οὗτοι γὰρ μόνοι ἴσασιν, τῶν ἔργων ποῖα μέν ἐστιν φύσει κακὰ ἢ καλά, ποῖα δὲ τῇ τῶν νόμων θέσει οὐκ ὄντα νομίζεται. αὐτίκα γοῦν τὴν λεγομένην μοιχείαν πραξίν τινες ὑπειλήφασιν εἶναι κακὴν, καίτοι καλὴν κατὰ πάντα ὑπάρχουσαν. εἰς γὰρ τὴν τοῦ βίου πολυγονίαν ἐπιταγαῖς Ἔρωτος γίνεται. Ἔρως δέ ἐστιν ὁ πάντων θεῶν πρεσβύτατος. ἄνευ γὰρ δὴ Ἔρωτος οὐ στοιχείων, οὐ θεῶν, οὐκ ἀνθρώπων, οὐ ζώων ἀλόγων, οὐ τῶν λοιπῶν ἁπάντων μῖξις ἢ γέννησις γενέσθαι δύναται. πάντες γάρ τοι ὄργανά ἐσμεν τοῦ Ἔρωτος. αὐτὸς ὁ δι᾽ ἡμῶν τεχνίτης, παντὸς τοῦ γεννωμένου ψυχαῖς ἐπιδημῶν ἐστι νοῦς. ὅθεν οὐκ αὐτοὶ θέλοντες, ἀλλ᾽ ὅταν ὑπ᾽ αὐτοῦ κελευσθῶμεν, τὸ ἐκείνου βούλημα ποιεῖν ἐπιθυμοῦμεν. εἰ δ᾽ ἐκείνου βουλῇ ἐπιθυμοῦντες, χάριν τῆς λεγομένης σωφροσύνης κρατεῖν τῆς ἐπιθυμίας ἐπιχειρήσωμεν, πῶς τῷ πάντων πρεσβυτάτῳ θεῶν τε καὶ ἀνθρώπων ἀντιπράττοντες οὐ τὰ μέγιστα ἀσεβήσωμεν;