Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Ἀλλὰ πᾶσαι μὲν ἀνεῴχθησαν αὐτῷ θύραι, πάντες δὲ μοχθηροὶ καὶ θετοὶ λυέσθωσαν νόμοι, ζηλοτύποις ἀνθρώποις κείμενοι, οἵ τινες ὑπὸ ἀνοίας κρατούμενοι καὶ τὸ εὔλογον νοεῖν μὴ βουλόμενοι, προσέτι δὲ καὶ τοὺς λεγομένους μοιχοὺς ὑφορώμενοι, ὑπ᾽ αὐτοῦ τοῦ Διὸς διά γε τοῦ Μίνω καὶ τοῦ Ῥαδαμάνθυος εὐλόγως θετοῖς παίζονται νόμοις. Ἔρωτα γὰρ ἐπιδημήσαντα ψυχαῖς οὐκ ἔστιν ἐπισχεῖν. οὐ γάρ ἐστιν ἑκούσιον τὸ τῶν ἐρώντων πάθος. αὐτίκα γοῦν ὁ Ζεὺς αὐτὸς ὁ τούτων νομοθέτης μυρίαις συνήλυθεν
γυναιξίν, καὶ ὑπ᾽ ἐνίων μὲν σοφῶν ἀνδρῶν εὐεργέτης πρὸς τεκνοποιΐαν, ἐνίοτε τὴν αὐτοῦ μῖξιν ἀνθρώποις δωρούμενος. παρ᾽ οἷς δὲ ἐπὶ τῇ χάριτι ἠπίστατο, ἀγνοούμενος μετεμορφοῦτο τὴν ἰδέαν, ἵνα μήτε αὐτοὺς λυπῇ, μήτε τοῖς ὑπ᾽ αὐτοῦ τεθεῖσιν νόμοις ἀντιπράττειν δοκῇ. δεῖ οὖν τῇ φιλοσοφίᾳ προσανέχουσαν, καλοῦ βίου χάριν μιμεῖσθαι τοὺς ὁμολογουμένους κρείττονας ὧν αἱ μίξεις μυρίαι γεγόνασιν.Καὶ ὑπὲρ τοῦ μὴ τὸν χρόνον παραναλίσκειν μάτην εἰς τὰς ἀποδείξεις τὰς πλείονας, ἀπ᾽ αὐτοῦ τοῦ Διὸς, τοῦ πατρὸς θεῶν τε καὶ ἀνθρώπων, ἄρξομαι τὰς ἐνίων μηνύειν κοινωνίας· πασῶν γὰρ ὑπομνησθῆναι διὰ τὸ πλῆθος ἀδύνατον. ἄκουε τοίνυν αὐτοῦ τοῦ μεγάλου Διὸς, διὰ τὴν τῶν ἀνοήτων ἀνδρῶν ζηλοτυπίαν, τὰς διὰ τῆς μεταμορφώσεως λανθανούσας κοινωνίας. ἐν πρώτοις γὰρ τῆς μοιχείας ἁμαρτίαν σοφοῖς λῦσαι θέλων, ὁπότε ἔμελλεν γαμεῖν καὶ ὡς ἐπὶ πρώτῃ εὐνῇ κατὰ τοὺς πολλοὺς μοιχοὺς εἰδὼς, οὗ γινόμενος, διὰ τῆς δοκούσης, ὡς ἔφην, ἁμαρτίας τὸν ἀναμάρτητον γάμον ἐπορίσατο. ἀδελφὴν γὰρ αὑτοῦ Ἥραν οὖσαν γαμεῖ, ὁμοιωθεὶς κόκκυγος πτερῷ, ἐξ ἧς Ἥβη τε καὶ Ἰλιθῆα ἐγένετο. τὴν Μῆτιν γὰρ χωρὶς τῆς πρός τινα μίξεως ἀποκυίσκει, ὡς καὶ Ἥρα τὸν Ἥφαιστον.
Ἔτι δὲ μίγνυται ἀδελφῇ τῇ ἐξ Θὐρανοῦ καὶ Θαλάσσης αὐτῷ γενομένῃ ἀπὸ τῆς Κρόνου ἐκτομῆς, Ἔρως καὶ Κύπρις, ἥν καὶ Δωδώνην λέγουσιν· μίγνυται δὲ καὶ Ἀντιόπῃ τῇ Νυκτέως, σατύρῳ παρεικασμένος, ἐξ ἧς Ἀμφίων καὶ Ζῆθος γεγόνασιν. Ἀλκμήνῃ τῇ Ἀμφιτρύωνος γυναικὶ συνέρχεται, ὁμοιωθεὶς τῷ Ἀμφιτρύωνι τᾷ γεγαμηκότι, ἐξ ἧς Ἡρακλῆς ἐγένετο. καὶ Αἰγίνῃ τῇ Ἀσκληπιοῦ πλησιάζει, γενόμενος ἀετός, ἐξ ἧς Αἰακὸς τίκτεται. Ἀμαλθείᾳ δὲ τῇ Φώκου ὁμοιωθεὶς ἄρκτῳ συνευνάζεται. καὶ Δανάῃ τῇ Ἀκρισίου χρυσὸς ἐπεῤῥύη, ἐξ ἧς Περσεὺς ἀνέπτη. Καλλιστοῖ τῇ Λυκάονος ἠγριώθη λέων, καὶ ἄλλον τίκτει Ἀρκάδα. Ἐυρώπῃ τῇ Φοίνικος διὰ ταύρου συνῆλθεν, ἐξ ἧς Μίνως καὶ Ῥαδάμανθυς καὶ Σαρπηδὼν ἐξέφυσαν. Εὐρυμεδούσῃ τῇ Ἀχελῴου, μύρμηξ γενόμενος, ἐξ ἧς Μυρμιδών. Ἑρσαίου νύμφῃ, γενόμενος γύψ, ἐξ ἧς οἱ ἐν Σικελίᾳ πάλαι σοφοί. Εἴμᾳ τῇ γηγενεῖ ἐν Ῥόδῳ διὰ ὄμβρου συνῆλθεν, ἐξ ἧς Παργαῖος, Κρόνιος, Κῦτος. καὶ Ὁσπίαν ἐνύμφευσεν, ὁμοιωθεὶς τῷ γήμαντι Φοίνικι, ἐξ ἧς Ἀγχίνοος αὐτῷ ἐξέφυ· Νεμούσει τῇ
Θεστίου, τῇ καὶ Λήδᾳ νομισθείσῃ, κύκνος ἢ χὴν γενόμενος Ἐλένην ἐτεκνώσατο, καὶ αὖθις ἀστὴρ γενόμενος Κάστορα καὶ Πολυδεύκην ἐξέφηνεν. Λαμίᾳ ἐπεμορφώθη ἔποψ.Μνημοσύνην, αὐτὸς εἰκασθεὶς ποιμένι, Μουσῶν ἀποφαίνει μητέρα· Σεμέλην τὴν Κάδμου πυρσεύων γαμεῖ, ἐξ ἧς Διόνυσον τελεῖ. Περσεφόνην αὐτὸς ἐκνυμφεύει τὴν θυγατέρα, αὐτὸς ὁμοιωθεὶς δράκοντι, καὶ τῇ γυναικὶ τοῦ ἀδελφοῦ αὑτοῦ Πλούτωνος εἶναι νομισθείσῃ. καὶ ἄλλαις πολλαῖς καὶ δίχα μεταμορφώσεως μίγνυται, ζῆλον τῶν ἀνδρῶν οὐκ ἐχόντων ὡς ἐφ᾽ ἁμαρτίᾳ, ἀλλ᾽ εὖ εἰδότων ὅτι ἀφθόνως ταῖς γυναιξὶν αὐτῶν κοινωνῶν γεννᾷ, χαριζόμενος αὐτοῖς Ἑρμεῖς, Ἀπόλλωνας, Διονύσους, Ἐνδυμίωνας καὶ ὅσους ἄλλους εἰρήκαμεν, ἐκ μίξεως αὐτοῦ κάλλει διαπρεπεστάτους.
Καὶ ἵνα μὴ εἰς ἄπειρον ἐξήγησιν τὸν χρόνον δαπανῶ, πάντων μετὰ Διὸς θεῶν ἀφθόνους εὑρήσεις κοινωνίας· οἱ ἀνόητοι δὲ μοιχείας λέγουσιν τῶν θεῶν, μηδὲ τῶν ἀῤῥένων τὰς μίξεις φυλασσομένων ὡς αἰσχράς, ἀλλὰ ἐπιτηδευόντων καὶ τοῦτο ὡς εὐπρεπές. αὐτίκα γοῦν αὐτὸς ὁ Ζεὺς, Γανυμήδους ἐρᾷ· Ποσειδῶν Πέλοπος· Ἀπόλλων Κινύρου, Ζακύνθου, Ὑακίνθου, Φόρβαντος, Ὕλα, Ἀδμήτου, Κυπαρίσσου, Ἀμύκλα, Τρωίλου, Βράγχου Τυμνίου, Πάρου Ποτνιέως, Ὀρφέως· Διόνυσος δὲ Λαόνιδος, Ἀμπέλου, Ὑμεναίου, Ἑρμαφροδίτου, Ἀχιλλέως· ὁ δὲ Ἀσκληπιὸς Ἱππολύτου· καὶ Ἥφαιστος Πηλέως· Πὰν δὲ Δαφνίδος· ὁ δὲ Ἑρμῆς Περσέως, Χρύσου, Θέρσου, Ὀδρύσου· Ἡρακλῆς δὲ Ἀβδήρου, Δρύοπος, Ἰοκάστου, Φιλοκτήτου, Ὕλα, Πολυφήμου, Αἴμονος, Χώνου, Εὐρυσθέως.
Πάντων οὖν σοι τῶν ἐπισημοτέρων θεῶν ἐκ μέρους τοὺς ἔρωτας παρεθέμην, φιλτάτη, ἵνα εἰδῇς, ὅτι μόνοις ἀνθρώποις τοῖς ἀνοήτοις περὶ τούτου γίνεται ζηλοτυπία. διὸ καὶ θνητοὶ τυγχάνουσιν, καὶ λυπηρῶς τὸν βίον διατελοῦσιν, ὅτι τὰ δόξαντα τοῖς θεοῖς καλὰ αὐτοὶ διὰ τὸν αὐτῶν ζῆλον κακὰ εἶναι ἀπεφήναντο. μακαρία οὖν ἔσῃ τοῦ λοιποῦ, μιμουμένη θεοὺς καὶ οὐκ ἀνθρώπους. ἄνθρωποι γὰρ τὴν νομιζομένην σωφροσύνην ἰδόντες σε διαφυλάσσουσαν, διὰ τὸ ἴδιον πάθος ἐπαινοῦσιν μέν, οὐκ ὠφελοῦσιν δέ· θεοὶ δὲ ἐξομοιουμένην σε ἑαυτοῖς ὁρῶντες καὶ ἐπαινέσουσιν καὶ ὠφελήσουσιν.
Λόγισαι γάρ μοι, πόσας ἠμείψαντο ἐρωμένας, ὧν τὰς μὲν κατηστέρισαν, τινῶν δὲ καὶ τέκνα καὶ συνεργοὺς εὐηργέτησαν. αὐτίκα
γοῦν Ζεὺς κατηστέρισεν Καλλιστώ, τὴν λεγομένην ἄρκτον μικράν, ἣν καὶ κυνὸς οὐρὰν προσαγορεύεσίν τινες. Ποσειδῶν Δελφῖνα διὰ τὴν Ἀμφιτρίτην ἐνέταξεν τῷ οὐρανῷ. καὶ Ὠρίωνα, τὸν Εὐρυάλης τῆς Μίνω , δι᾽ Εὐρυάλην τὴν μητέρα τῶν ἄστρων κατηξίωσεν. Διόνυσος τὸν Ἀριάδνης στέφανον. Ζεὺς τὸν ἀετὸν συνεργήσαντα ἐπὶ τῇ Γανυμήδους ἁρπαγῇ, καὶ αὐτὸν τὸν Γανυμήδην ἐν Ὑδροχόου τιμῇ ἔταξεν· καὶ ταῦρον δι᾽ Εὐρώπην ἐτίμησεν. ἀλλὰ καὶ Κάστορα καὶ Πολυδεύκην καὶ Ἑλένην Λήδᾳ χαριζόμενος ἐποίησεν ἀστέρας· καὶ Περσέα διὰ Δανάην καὶ Ἀρκάδα διὰ Καλλιστώ· παρθένον τὴν καὶ Δίκην διὰ Θέμιν· Ἡρακλέα διὰ Ἀλκμήνην. καὶ ἐκέτι μηκύνω πλέον· μακρὸν δὲ τὸ κατ᾽ εἶδος λέγειν, ὅσους ἄλλους διὰ πολλὰς ἐρωμένας εὐεργετήκασιν οἱ θεοὶ ταῖς πρὸς ἀνθρώπους κοινωνίαις, ἃς οἱ ἀνόητοι ὡς κακὰς πράξεις ἀπαγορεύουσιν, οὐκ εἰδότες ὅτι ἡδονή ἐστιν ἡ μεγάλη ἐν ἀνθρώποις ἀπόλαυσις.Τί δὲ καὶ τῶν σοφῶν οἱ περιβόητοι οὐχ ἡδονὴν προκρίνουσιν, καὶ αἷς ἐβουλήθησαν ἐμίγησαν; ὧν πρῶτος ὁ τῆς Ἑλλάδος διδάσκαλος, περὶ οὗ αὐτὸς ὁ Φοῖβος ἔφη· ἀνδρῶν ἁπάντων Σωκράτης σοφώτατος· οὐκ ἐν τῇ εὐνομωτάτῃ πόλει τῇ Λακεδαίμονι κοινὰς προτίθησι τὰς γυναῖκας, καὶ ὑπὸ τῷ τρίβωνι τὸν καλὸν Ἀλκιβιάδην καλύπτει; καὶ ὁ Σωκρατικὸς δὲ Ἀντισθένης περὶ τοῦ δεῖν τὴν λεγομένην μοιχείαν μὴ ἀποσείεσθαι γράφει. ἀλλὰ καὶ ὁ τούτου μαθητὴς Διογένης Λαΐδι οὐκ ἐπί τῷ μισθῷ τοῦ φέρειν αὐτὴν ἐπ᾽ ὤμων δημοσίᾳ κοινωνεῖ μετὰ παῤῥησίας; οὐκ Ἐπίκουρος ἡδονὴν προκρίνει; οὐκ Ἀρίστιππος μυρισθεὶς ὅλον αὑτὸν Ἀφροδίτῃ χαρίζεται; οὐ Ζήνων ἀδιαφορεῖν αἰνισσόμενος διὰ πάντων τὸ θεῖον εἶναι λέγει, ἵνα γνώριμον τοῖς συνετοῖς γένηται, ἵνα ᾧ ἄν τις μιγῇ, ὡς ἑαυτῷ μίγνυται, καὶ περισσὸν τὸ ἀπαγορεύειν τὰς λεγομένας μοιχείας, ἢ μίξεις μητρὸς ἢ θυγατρὸς ἢ ἀδελφῆς ἢ παίδων; Χρύσιππος δὲ ἐν ταῖς ἐρωτικαῖς ἐπιστολαῖς καὶ τῆς ἐν Ἀργεῖ εἰκόνος μέμνηται, πρὸς τῷ τοῦ Διὸς αἰδοίῳ φέρων τῆς Ἥρας τὸ πρόσωπον.
Οἶδα ὅτι ταῦτα τῆς ἀληθείας ἀμυήτοις φοβερὰ καὶ αἴσχιστα καταφαίνεται, ἀλλ᾽ οὐ τοῖς Ἑλλήνων θεοῖς καὶ φιλοσόφοις, οὐ τοῖς Διονύσου καὶ Δημήτρας μυστηρίοις. ἀλλ᾽ ἐφ᾽ ἅπασιν τούτοις, ἵνα μὴ πάντων θεῶν καὶ φιλοσόσφων τοὺς βίους λέγων παραναλίσκω τοὺς χρόνους, δύο ἔστωσάν σοι μέγιστοι σκοποί, θεῶν μὲν
Ζεύς, ἀνδρῶν δὲ φιλοσόφων Σωκράτης. τὰ δὲ λοιπά, ἐξ ὧν σοι γράψας ὑπέμνησα, συνεῖσα ἔπεχε, μήποτε ἐραστήν σου λυπήσῃς· ἐπεὶ ὡς θεοῖς καὶ ἥρωσιν τὰ ἐναντία πράξασα, ἀσεβὴς κριθεῖσα τὴν προσήκουσαν ὑφέξεις τιμωρίαν. · ἐὰν δὲ παντὶ ἐραστῇ ἑαυτὴν παρασχῃς, ὡς θεοὺς μιμουμένη τῆς παρ᾽ αὐτῶν τεύξῃ εὐεργεσίας. τὰ δὲ λοιπὰ, φιλτάτη, μεμνημένη περὶ ὧν σοι ἐξέφηνα μυστηρίων, διὰ γραμμάτων μοι τὴν σὴν δεῖξον προαίρεσιν. ἔῤῥωσό μοι.Ἐγὼ τοίνυν λαβὼν τὸ βιβλίον τοῦτο παρὰ τοῦ Ἀππίωνος, ὡς ὄντως διαπέμψων αὐτὸ τῇ ἐρωμένῃ, ἐπλασάμην ὡς ἐκείνης πρὸς ταῦτα ἀντιγραψάσης, καὶ τῇ ὑστεραίᾳ ἐλθόντι αὐτῷ ἀπέδωκα τῷ Ἀππίωνι ὡς δῆθεν τὴν παρ᾽ ἐκείνης ἀντιγραφήν, οὕτως ἔχουσαν. ΑΝΤΙΓΡΑΦΟΝ ΕΠΙΣΤΟΛΗΣ, πρὸς Ἀππίωνα ὡς παρὰ τῆς ἐρωμένης.