Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Ἀπ’ αὐτοῦ δὲ τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι, οὑ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα, ὡς λέγετε, καταπιών, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς Οὐρανοῦ τὰ μόρια θερίσας, τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τὰ τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν τὸν ὑπογραμμὸν ἔδειξεν. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὑτοῦ πατέρα δήσας καθεῖρξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν θέλουσιν τὴν Μῆτιν γεννήσας κατέπιεν· ἦν δὲ ἡ Μήτις γονή· βρέφος γὰρ καταπιεῖν ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. μοιχοῖς δὲ ὑπὲρ μοιχείας βοηθῶν αὐτὸς πολλάκις μοιχὸς εὑρίσκεται. ἀδελφοκτονεῖν δὲ προτρέπει ἀδελφαῖς συνελθὼν, Ἥρᾳ καὶ Δήμητρι καὶ τῇ οὐρανίᾳ Ἀφροδίτῃ, ἥν τινες Δωδώνην λέγουσι. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα γε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ
τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν θεὸς εἶναι ὁ μῦθος δογματισθῇ·Ἰδιώταις ἔχοις περὶ τῶν τοιούτων ὑπολήψεων ἀγανακτεῖν μετρίως εὔλογον. τοῖς δὲ ἐκ παιδείας ὁρμωμένοις τί δεῖ καὶ λέγειν; ὧν τινες γραμματικοὶ καὶ σοφισταὶ ἀξιοῦντες εἶναι τὰς τοιαύτας πράξεις θεῶν ἀξίας εἶναι βεβαιοῦσιν. αὐτοὶ γὰρ ἀκρατεῖς ὄντες, ταύτης τῆς μυθικῆς προφάσεως λαβόμενοι, ὡς δὴ μιμηταὶ τῶν κρειττόνων ἄσεμνα διαπραττόμενοι παῤῥησιάζονται.
Διὰ τοῦτο αὐτῶν πολλῷ ἔλαττον οἱ κατ᾽ ἀγρὸν βιοῦντες ἐξαμαρτάνουσιν, οὐκ εἰσηγμένοι πονηρῶς δι᾽ ὧν εἰσήχθησαν οἱ ταῦτα τολμῶντες, ἐκ παιδείας κακῆς ἀσεβεῖν μεμαθηκότες. οἱ γὰρ ἐκ παιδὸς διὰ τῶν τοιούτων μύθων μανθάνοντες γράμματα, ἔτι ἁπαλῇ οὔσῃ τῇ ψυχῇ τὰς τῶν λεγομένων θεῶν ἀσεβεῖς πράξεις εἰς τὸν αὑτῶν συμφύουσι νοῦν. ὅθεν ἐπαυξηθείσης τῆς ἡλικίας ὡς κακὰ σπέρματα καταβληθέντα τῇ ψυχῇ τελεσφοροῦσιν· καὶ τὸ πάντων χαλεπώτατον, ὅτι οὐδὲ ἐκκοπῆναι ῥᾳδίως ἔστι τὰ ἐνεῤῥιζωμένα ἀσεβήματα, ὁπότ᾽ ἂν ἀνδρωθεῖσιν αὐτοῖς χαλεπὰ εἶναι νοῆται. ἐν οἷς γὰρ ἕκαστος ἐκ παίδων ἐθίζεται, τούτοις ἐμμένειν ἥδεται, καὶ οὕτως, τῆς συνηθείας οὐ πολὺ ἔλαττον πρὸς τὴν φύσιν δυναμένης, δυσμετάβλητοι γίνονται πρὸς τὰ μὴ ἀπ᾽ ἀρχῆς αὐτοῖς καταβληθέντα τῇ ψυχῇ καλά.
Διὸ χρὴ καὶ τοὺς νέους μὴ τοῖς διαφθείρουσιν ἀρκεῖσθαι μαθήμασιν, καὶ τοὺς ἐπὶ τῆς ἀκμῆς ὄντας ἐπιμελῶς ὑποστέλλεσθαι τῆς Ἑλλήνων ἐπακούειν μυθολογίας. πολὺ γὰρ ἀμαθίας χείρονά ἐστιν τὰ παρ᾽ αὐτοῖς μαθήματα, ὡς ἐκ τῶν κατ᾽ ἀγρὸν οἰκούντων, διὰ τὸ μὴ παιδευθῆναι τὰ παρ᾽ Ἕλλησιν ἔλαττον ἁμαρτανόντων, ἀπεδείξαμεν. φευκτέον δὴ τοὺς τοιούτους μύθους αὐτῶν καὶ τὰ θέατρα καὶ τὰ βιβλία· εἴθε δυνατὸν ἦν, καὶ τὰς πόλεις. κακῶν γὰρ μαθημάτων γέμοντες καὶ πνέοντες τοῖς συναμιλλωμένοις ὥσπερ λύσσαν τοῖς πλησίον μεταδιδοῦσιν ὧν πεπόνθασιν αὐτοί. τὸ δὲ χαλεπώτατον, ὅστις παρ᾽ αὐτοῖς πλεῖον πεπαίδευται, πολλῷ τοῦ κατὰ φύσιν οὗτος φρονεῖν ἐκτέτραπται.
Τινὲς δὲ τῶν παρ᾽ αὐτοῖς καὶ φιλοσόφοι εἶναι ἀξιοῦντες τὰ τοιαῦτα ἁμαρτήματα ἀδιάφορα τίθενται, καὶ τοὺς ἐπὶ ταῖς τοιαύταις πράξεσιν χαλεπαίνοντας ἀνοήτους λέγουσιν. οὐ γάρ ἐστιν,
φασί, τὰ τοιαῦτα τῇ φύσει ἁμαρτήματα, ὅσα θετοῖς ἀπηγόρευται νόμοις ὑπὸ τῶν κατ᾽ ἀρχὰς γενομένων σοφῶν, διὰ τὸ εἰδέναι, ὅτι οἱ ἄνθρωποι εὐριπίστῳ ψυχῇ ἐπὶ τοῖς τοιούτοις μεγάλως ἀχθόμενοι πρὸς ἀλλήλους πόλεμον αἴρονται. ὧν ἕνεκα νόμον θέντες οἱ σοφοὶ τὰ τοιαῦτα ὡς ἁμαρτήματα ἀπηγόρευσαν. γελοῖον δὲ οὕτως ὑπολαμβάνειν. πῶς γὰρ οὐχ ἁμαρτήματά εἰσιν τὰ θορύβων καὶ φόνων καὶ πάσης ταραχῆς αἴτια; ἦ γὰρ οὐκ ἐκ μοιχείας ἀνακύπτουσιν βίων περιγραφαὶ καὶ ἄλλα πλείω κακά;Ἀλλὰ διὰ τί, φησίν, ὁ ἀνὴρ ἐὰν ἀγνοῇ τὴν ἑαυτοῦ γυναῖκα μοιχευομένην, οὐ ζηλοῖ, οὐ θυμοῦται, οὐ θορυβεῖ, οὐ πολεμεῖ; οὕτως οὐκ ἔστιν τῇ φύσει τὰ τοιαῦτα κακά, ἀλλ᾽ ἡ ἄλογος ἀνθρώπων δόκησις ταῦτα δεινοποιεῖ. ἐγὼ δέ φημι, ὅτι κἄν μὴ τὰ δεινὰ ταῦτα συμβαίνῃ, ἐνδέχεται συνηθείᾳ τῇ πρὸς τὸν μοιχὸν ἢ τὸν ἄνδρα ἀπολιπεῖν, ἢ καὶ συνοικοῦσαν ἐπιβουλεῦσαι, ἢ τὰ τοῦ ἀνδρὸς κόπῳ πεπορισμένα τῷ μοιχῷ παρασχεῖν· καὶ ἀποδημοῦντος τοῦ ἀνδρὸς συλλαβοῦσαν ἐκ τοῦ μοιχοῦ, διὰ τὸ αἰδεῖσθαι τὸν ἔλεγχον, τὸ κατὰ γαστρὸς φθεῖραι θελῆσαι, καὶ γενέσθαι τεκνοκτόνον, ἢ καὶ φθείρουσαν συμφθαρῆναι· εἰ δὲ συνόντος τοῦ ἀνδρὸς ἐκ μοιχοῦ συλλαβοῦσα τέκοι, ἀνατραφεὶς ὁ παῖς τὸν μὲν πατέρα ἀγνοεῖ, τὸν δὲ οὐκ ὄντα νομίζει, καὶ οὕτως ὁ μὴ πατὴρ τελευτῶν ἀλλοτρίῳ παιδὶ τὸν ἑαυτοῦ καταλείπει βίον. πόσα δὲ καὶ ἄλλα κακὰ ἐκ τῆς μοιχείας φυσικῶς ἀνακύπτειν φιλεῖ, καὶ οὐκ ἴσμεν τὰ κρύφια τῶν κακῶν ὥσπερ γὰρ ὁ λυσσῶν κύων τούτους ἀναιρεῖ ὧνπερ ἄν ψαύσῃ, τῆς ἀφανεστάτης λύσσης μεταδιδούς, οὕτως καὶ τῆς μοιχείας τὸ κρύφιον κακόν, κἄν ἀγνοῆται, τῆς διαδοχῆς τὴν ἐκκοπὴν ἐξεργάζεται.
Ἀλλὰ τοῦτο μὲν νῦν ἡμῖν παραλελείφθω. ἐκεῖνο δὲ ἅπαντες ἴσμεν, ὡς ἐπίπαν ἐπὶ τούτῳ τοὺς ἄνδρας ἀνεπισχέτως δυσχεραίνοντας, πολέμους ἐπὶ τούτῳ ἐγηγερμένους, καὶ οἴκων γενομένας ἀνατροπὰς, καὶ πόλεων ἁλώσεις, καὶ ἄλλα μυρία. διὰ τοῦτο ἐγὼ τῷ ἁγίῳ τῷ Ἰουδαίων Θεῷ καὶ νόμῳ προσέφυγον, ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ Θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ᾽ ἀξίαν ὧν ἔπραξεν ὁπουδήποτε ἀπολαμβάνει.
Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκεν τῷ λόγῳ· τί γάρ, οὐχὶ καὶ οἱ Ἑλλήνων, ἔφη, νόμοι τὰ φαῦλα ἀπαγορεύουσιν,
καὶ τοὺς μοιχοὺς κολάζουσιν; κᾀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις πράξαντες κόλασιν ὀφείλουσιν. πῶς δὲ καὶ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι, ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες διδόναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῖν σκοποὶ μηκέτι θεοί, ἀλλ᾽ οἱ δικασταὶ εἰς οὕς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κᾀγὼ ἔφην· οὐκ ἐθ᾽ ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν τολμήσει ἁμαρτάνειν, ὁ δὲ Θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτεῖν παραιτήσεται.Ταῦτα ὁ Ἀππίων ἀκούσας ἔφη· ᾔδειν ἐξ ὅτε ἤκουσα Ἰουδαίοις σε προσομιλοῦντα, ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κᾀγὼ ἔφην· οὐκοῦν ἐπανορθοῦσιν ἤθη ἄχρηστα ὁμιλίαι καλαί. καὶ ὁ Ἀππίων ἔφη· σήμερον πεπληροφορήμην τὴν σὴν ἐπιγνῶναι ἔνστασιν· διό σοι πρώτῳ εἰπεῖν συνεχωρήσαμεν. αὔριον δὲ ἐνταῦθα, εἴ σοι φίλον ἐστίν, ἐπὶ τῶν αὐτῶν φίλων συνελθόντων ἀποδείξω, ὅτι οἱ θεοὶ ἡμῶν οὔτε μοιχοὶ ὄντες τυγχάνουσιν, οὔτε φονεῖς, οὔτε παίδων φθορεῖς, οὐκ ἀδελφαῖς ἢ θυγατράσιν πλησιάσαντες· ἀλλ᾽ οἱ ἀρχαῖοι τὰ μυστήρια μόνους τοὺς φιλομαθεῖς εἰδέναι θέλοντες μύθοις οἷς εἴρηκας αὐτὰ προεκάλυψαν. Ζῆνα γὰρ τὴν ζέουσαν οὐσίαν εἶναι φυσιολογοῦσιν, Κρόνον δὲ τὸν χρόνον, καὶ Ῥέαν τὴν ἀεὶ ῥέουσαν τοῦ ὕδατος φύσιν. πλὴν ὡς ὑπεσχόμην, αὔριον τὸ καθ᾽ ἕκαστον εἶδος ἕωθεν ὑμῖν συνελθοῦσιν ἀλληγορήσας τὴν τῶν ὄντων ἀλήθειαν ἐκφανῶ. κᾀγὼ πρὸς ταῦτα ἔφην· αὔριον, ὡς ὑπέσχου , οὕτως ποίησον· ἤδη δὲ ἐντεῦθεν καὶ πρὸς αὐτά, ἃ μέλλεις λέγειν, ἄκουσον.
Αἱ τῶν θεῶν πράξεις εἰ μὲν ἀγαθαὶ οὖσαι κακοῖς μύθοις προεκαλύφθησαν , πολλὴ τοῦ σκεπάσαντος δείκνυται κακία, ὅτι τὰ σεμνὰ ἀπέκρυψεν κακοῖς διηγήμασιν, ἵνα μήτις αὐτῶν ζηλωτὴς γένηται. εἰ δὲ ἀληθῶς ἀσεβῆ διεπράξαντο, ἐχρῆν τοὐναντίον ἀγαθοῖς αὐτὰ ἐπισκέπειν, ἵνα μὴ οἱ ἄνθρωποι, ὡς εἰς κρείττονας ἀφορῶντες, ἁμαρτάνειν ἐπιχειρῶσιν ἐκείνοις παραπλήσια. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ἦσαν ἀρχὴν λαμβάνοντες τῆς
πρὸς τοὺς ὑπ᾽ ἐμοῦ λεχθέντας λόγους ἀγάπης. καὶ γὰρ συνεχῶς καὶ ἐσπουδασμένως ἀξιοῦντες πάντως με τῇ ὑστεραίᾳ ἐλθεῖν ἀπηλλάγησαν.Τῇ μὲν οὖν ἐν Τύρῳ ἐπιούσῃ ἡμέρᾳ, καθὰ συνεταξάμεθα, εἰς τὸν ἡσύχιον τόπον ἐλθὼν, τοὺς μὲν ἑτέρους μετά τινων καὶ ἄλλων ἰδὼν καὶ προσαγορεύσας, Ἀππίωνα δὲ μὴ ἑωρακὼς , ἠρόμην τοῦ μὴ παρεῖναι ἐκεῖνον τὴν αἰτίαν. καί τις ἔφη, δυσαῤῥώστως αὐτὸν ἀπ᾽ αὐτῆς ἑσπέρας ἐσχηκέναι τὸ σωμάτιον. ἐμοῦ δὲ φήσαντος, εὔλογον εἶναι παραχρῆμα ὁρμήσαντας ἐπισκέψασθαι αὐτὸν , σχεδὸν οἱ πάντες ἠξίουν πρότερον διαλεχθῆναί με αὐτοῖς, εἶθ’ οὕτως κᾀκεῖνον ἐπισκέψασθαι αὐτόν. μιᾶς οὖν πάντων γνώμης γενομένης, λέγειν ἠρξάμην.
Ἐχθὲς ἐντεῦθεν ἀπαλλαγείς, ὦ φίλοι, ὁμολογῶ ὅτι πάνυ φροντίζων ὑπὲρ τῆς πρὸς Ἀππίωνα μελλούσης ἔσεσθαι ζητήσεως ὕπνου τυχεῖν οὐκ ἐδυνάμην. ἀγρυπνοῦντος δέ μου εἰσέδραμεν τὰ ἐν Ῥώμῃ πρὸς αὐτόν μοι μεμηχανημένα. ἦν δὲ τοιαῦτα. ἐκ παιδὸς ἐγὼ Κλήμης ἀληθείας ἐρῶν, καὶ ζητῶν τὰ ψυχῇ διαφέροντα, καὶ εἰς ἀνασκευὰς καὶ κατασκευὰς δαπανῶν τοὺς χρόνους, καὶ μηθὲν τέλειον εὑρεῖν δύναμενος, ὑπὸ τῆς ἀνοίας ἐξώκειλα εἰς νόσον. καὶ δὴ ἐμοῦ κατακειμένου ὁ Ἀππίων ἐπιδημεῖ τῇ Ρώμῃ, πατρικὸς ὤν μοι φίλος, καὶ ἐπιξενοῦται ἐμοί, καὶ κλινήρη μαθὼν πρὸς ἐμὲ εἰσέρχεται, ὡς ἰατρικῆς οὐκ ἀμύητος, καὶ πυνθάνεται τῆς κατακλίσεως τὴν αἰτίαν. ἐγὼ δὲ τὸν ἄνδρα οὐκ ἀγνοῶν πάνυ Ἰουδαίους δι᾽ ἀπεχθείας ἔχοντα, ὡς καὶ πολλὰ βιβλία κατ᾽ αὐτῶν ἀναγεγραφέναι· καὶ αὐτὸν Σίμωνα νῦν οὐ διὰ φιλομάθειαν αὐτὴν εἰς φιλίαν προσιέμενον· ἀλλ᾽ ἐπειδὴ Σαμαρέα αὐτὸν οἶδεν μισοϊουδαῖόν τε ὄντα καὶ κατὰ Ἰουδαίων προεληλυθότα, διὰ τοῦτο αὐτὸν προσοικειώσατο, ἵνα δύναιτο κατὰ Ἰουδαίων τι παρ᾽ αὐτοῦ μανθάνειν.
Ταῦτα ἐγὼ προϊδὼν περὶ τοῦ Ἀππίωνος, ἅμα τῷ πυθέσθαι αὐτὸν τὴν αἰτίαν τῆς νόσου προσποιητῶς ἀπεκρινάμην, ὅτι τὰ νέων πάσχω καὶ ἀλγῶ τὴν ψυχήν. ὁ δὲ πρὸς ταῦτα ἔφη· τέκνον, ὡς πατρὶ θαρσήσας λέγε, τις σου τῆς ψυχῆς ἡ νόσος. ἐμοῦ δὲ προςποιητῶς πάλιν ἀναστενάξαντος, ὡς δὴ περὶ ἔρωτος εἰπεῖν αἰδουμένου, διά γε τῆς σιωπῆς καὶ τοῦ κάτω νεύειν, περὶ οὗ ἤθελον ἐνδείκνυσθαι,
παρεῖχον τὴν ὑπόνοιαν· ὁ δὲ ἐρᾶν με γυναικὸς ἀληθῶς ἀναπεισθεὶς ἔφη· οὐδέν ἐστιν ἐν τῷ βίῳ, βοηθείας τυχεῖν μὴ δυνάμενον. καὶ γὰρ αὐτὸς ὅτε νέος ἤμην, ἐρασθεὶς γυναικὸς ἀξιολογωτάτης οὐ μόνον αὐτὴν τυχεῖν ἡγούμην ἀδύνατον εἶναι, ἀλλ᾽ οὐδὲ προσαγορεῦσαί ποτε ἤλπιζον· καὶ ὅμως περιτυχών τινι Αἰγυπτίῳ, πάνυ τὰ μάγων ἀκριβοῦντι, καὶ φιλωθεὶς ἐκφαίνω μου τὸν ἔρωτα, καὶ οὐ μόνον ἑαυτόν μοι παρεῖχεν πρὸς πᾶν ὅ ἐβουλόμην, ἀλλὰ δαψιλέστερον πρός με φιλοτιμέμενος καὶ τὴν ἐπαοιδὴν, δι᾽ ἧς ἔτυχον, διδάσκειν οὐκ ἐφθόνησεν. ἐκ δὲ τῆς ἐκείνου λαθραίας ὑποδείξεως, πεισθεὶς τῇ τοῦ διδάξαντος ἀφθονίᾳ, καὶ ἅπαξ ἐπιτυχών, ἐπαυσάμην τοῦ ἔρωτος.Ὅθεν εἰ καὶ σὺ τοιοῦτόν τι πέπονθας ἀνθρωπίνως, θάρσησον ἡμῖν πρὸς τὸ ἀμέριμνον ἐντὸς γὰρ ἡμερῶν ἑπτὰ πάντως αὐτῆς ἐπιτυχεῖν σε ποιήσω. ταῦτα ἀκούσας ἐγώ, εἰς τὸν ἐμοῦ σκοπὸν ἀποβλέπων ἔφην· σύγγνωθί μοι μὴ πάνυ πιστεύοντι μαγείαν ὑφεστᾶναι· πολλῶν γὰρ πολλὰ ἐπαγγελλομένων καὶ διαψευσαμένων ἤδη πεπείραμαι. πλὴν δυσωπεῖ με καὶ εἰς ἐλπίδας ἄγει ἡ σὴ ὑπόσχεσις. δέδοικα δὲ ἐνθυμούμενος, μὴ ἄρα οἱ δαίμονες τοῖς μάγοις ἐνίοτε πρὸς τὰ κελευόμενα οὐχ ὑπείκουσιν.
Καὶ ὁ Ἀππίων ἔφη· ταῦτα ἐμοί σου μᾶλλον συγχώρει εἰδέναι. πλὴν ἵνα μὴ δοκῇς, πρὸς ὅ ἔφης, μηδὲν ἀκηκοέναι παρ᾽ ἐμοῦ, μάθε πῶς ἀνάγκην ἔχουσιν οἱ δαίμονες τοῖς μάγοις ὑπείκειν περὶ ὧν κελεύονται. ὡς γὰρ ἀδύνατόν ἐστιν στρατιώτην ἀντειπεῖν τῷ ἡγουμένῳ, αὐτοῖς τε τοῖς ἡγουμένοις οὐχ οἷόν τε παρακοῦσαι βασιλέως· εἰ γάρ τις ἀντερεῖ τοῖς ἐφεστηκόσιν, πάντως τιμωρίας ἀξιοῦται· οὕτως ἀδύνατόν ἐστιν τοὺς δαίμονας μὴ ὑπουργεῖν τοῖς αὐτῶν ἡγουμένοις ἀγγέλοις, καθ᾽ ὧν ὁρκιζόμενοι φρίττοντες εἴκουσιν, εὖ εἰδότες ὅτι ἀπειθήσαντες πάντως κολάζονται. ἀλλὰ καὶ αὐτοὶ οἱ ἄγγελοι κατὰ τοῦ κρείττονος ὑπὸ μάγων ὁρκιζόμενοι ὑπείκουσιν, μήπως ἀπειθείας κριθέντες ἀπόλωνται. εἰ γὰρ μὴ πάντα ἔμψυχα ὄντα καὶ λογισμένα προεώρα τὴν ἐκ τοῦ κρείττονος δίκην, σύγχυσις ἄν ἐγεγόνει, τῶν πάντων στασιαζόντων πρὸς ἄλληλα.
Κᾀγὼ ἔφην· οὐκοῦν ὀρθῶς ἔχει τὰ ὑπὸ ποιητῶν καὶ φιλοσόφων λεγόμενα, ὡς ἐν ιἅδου αἱ ψυχαὶ τῶν ἀσεβῶν κριθεῖσαι ἐφ᾽ οἷς ἐτόλμησαν κολάζονται, οἷον Ἰξίωνος καὶ Ταντάλου Τιτυοῦ τε καὶ Σισύφου καὶ τῶν Δαναοῦ θυγατέρων καὶ ὅσοι ποτὲ ἄλλοι ἐνταῦθα
ἠσέβησαν; καὶ πῶς, εἴγε ταῦθ᾽ οὕτως μὴ ἔχῃ, δυνατὸν ἂν μαγείαν ὑφεστάναι; τοῦ δὲ εἰπόντος, οὕτω τὰ ἐν ιἅδου ἔχειν, ἐγὼ ἐπυθόμην· διὰ τί δὴ καὶ αὐτοὶ μαγείαν οὐ πεφοβήμεθα, ἐπὶ μοιχείας πεπεισμένοι τὴν ἐν ᾅδου δίκην; μοιχείᾳ γὰρ βιάσασθαι τὴν μὴ θέλουσαν οὐ συντίθεμαι εἶναι δίκαιον. εἰ δέ τις αὐτὴν πείθειν ἐπαγγέλλεται, πρὸς τοῦτο, μετὰ τοῦ καὶ χάριν ὁμολογεῖν, ἑτοίμως ἔχω.Καὶ ὁ Ἀππίων ἔφη· οὐ δοκεῖ σοι τἀυτὸν εἶναι, εἴτε μαγείᾳ αὐτῆς ἐπιτυχών, εἴτε παίσας λόγοις; κᾀγὼ ἔφην· οὐ πάντως ὅμοιον· πολὺ γὰρ ἀφέστηκεν ἀλλήλων ἑκάτερον· ὁ μὲν γὰρ ἄκουσαν γυναῖκα τῇ τῆς μαγείας βίᾳ ἐπαναγκάσας, ὡς ἐπιβουλεύσας σώφρονι, χαλεπωτάτην ὑπέχει τὴν δίκην, ὁ δὲ λόγῳ πείσας, καὶ ἐπὶ τῇ αὐτῆς ἐξουσίᾳ καὶ βουλῇ ποιησάμενος τὴν αἵρεσιν, οὐκ ἐβιάσατο. ἧττον δὲ οἶμαι κολασθήσεσθαι τὸν πεπεικότα τοῦ βιασαμένου· τοιγαροῦν εἰ μὲν πεῖσαι δύνασαι, χάριν ἕξω ἐπιτυχών, ἄλλως δὲ ἥδιόν μοι τεθνάναι μᾶλλον, ἢ τὴν μὴ βουλομένην βιαίως ἐπαναγκάσαι.
Καὶ ὁ Ἀππίων ἀληθῶς διαπορῶν ἔφη· τί με χρὴ πρός σε λέγειν; ποτὲ μὲν γὰρ ὡς ὑπὸ ἔρωτος ἐνοχλούμενος εὔχῃ ἐπιτυχεῖν, ποτὲ δὲ ὡς οὐκ ἐρῶν τῆς ἐπιθυμίας προτιμᾷς τὸν φόβον, καὶ οἴει πείσας μὲν ὡς ἀναμάρτητος ἔσεσθαι ἀνεύθυνος, βίᾳ δὲ τῇ τῆς μαγείας ἐπιτυχὼν ὑφέξειν δίκην. ἀλλ᾽ ἀγνοεῖς ὡς τὸ τέλος παντὸς πράγματος κρίνεται, ὅτι γέγονεν , οὐ τὸ πῶς γέγονεν δοκιμάζεται. καὶ σὺ δὲ ἐὰν μοιχεύσῃς οὐδήπου μαγείᾳ μὲν δυνηθείς, ὡς ἀσεβήσας κριθήσῃ, πείσας δὲ τῆς κατὰ τὴν μοιχείαν ἁμαρτίας ἀπολυθήσῃ; κᾀγὼ ἔφην· διὰ τὸ ἐρᾷν πάντως μοι προκειμένου τυχεῖν τῆς ἐρωμένης, ἀνάγκη μέν μοι ἑλέσθαι θάτερον, αἱρήσομαι δὲ οἷόν τε κολακεῦσαι μᾶλλον, ἢ μαγεῦσαι. ἀλλ᾽ οὐδὲ κολακείᾳ πείθειν αὐτὴν ῥᾴδιον· πάνυ γάρ ἐστιν ἡ γυνὴ φιλόσοφος.
Καὶ ὁ Ἀππίων ἔφη· ταύτῃ μᾶλλον εὔελπίς εἰμι πείθειν αὐτὴν δυνήσεσθαι, ὡς αὐτὸς θέλεις, εἴ περ γε προσομιλῆσαι αὐτῇ δυνάμεθα. κᾀγὼ ἀπεκρινάμην· ἀδύνατον. καὶ ὁ Ἀππίων ἐπύθετο, εἰ ἐπιστεῖλαι αὐτῇ δυνατόν ἐστιν. κᾀγὼ ἔφην· δυνατὸν τοῦτό γε. καὶ ὁ Ἀππίων ἔφη· ἔτι τῇ νυκτὶ ταύτῃ συγγράψω βιβλίον, μοιχείας ἐγκώμιον, ὅπερ σὺ παρ᾽ ἐμοῦ λαβὼν διαπέμψεις αὐτῇ, καὶ ἐλπίζω ὅτι πεισθεῖσα συνθήσεται. συγγράψας ὁ Ἀππίων ἐκεῖνο τὸ βιβλίον ἐδίδου ἐμοί, περὶ οὗ καὶ ἐν τῇ νυκτὶ ταύτῃ ἐνενόησα, καὶ εὔκαιρος
ἔχειν αὐτὸ ὑπεμνήσθην, σὺν ἄλλοις βιβλίοις οἷς μετ᾽ ἐμαυτοῦ ἐπιφέρομαι. διηγησάμενος δὲ ταῦτα ἔδειξα τοῖς παροῦσι τὸ βιβλίον, καὶ βουλομένοις ἐπακούσαι ἀνέγνων, καὶ δὴ ἀναγνοὺς ἔφην· αὕτη ἐστίν, ἄνδρες, ἡ τῶν Ἑλλήνων παιδεία, γενναίαν ὑπόθεσιν ἔχουσα πρὸς τὸ ἀδεῶς ἐξαμαρτάνειν. τὸ δὲ βιβλίον ἦν οὕτως ἔχον.Ἀνωνύμως διὰ τοὺς ἐκ τῶν ἀνοήτων ἀνθρώπων νόμους. ἐπιταγαῖς Ἕρωτος τοῦ πάντων πρεσβυτάτου παιδὸς χάριν. ἔγνων σε φιλοσοφίᾳ προσανέχουσαν, καὶ ἀρετῆς ἕνεκα τὸν τῶν κρειττόνων ζηλοῦσαν βίον. τίνες δὲ ἂν εἶεν κρείττονες, ἢ θεοὶ μὲν ἁπάντων, ἀνθρώπων δὲ οἱ φιλόσοφοι; οὗτοι γὰρ μόνοι ἴσασιν, τῶν ἔργων ποῖα μέν ἐστιν φύσει κακὰ ἢ καλά, ποῖα δὲ τῇ τῶν νόμων θέσει οὐκ ὄντα νομίζεται. αὐτίκα γοῦν τὴν λεγομένην μοιχείαν πραξίν τινες ὑπειλήφασιν εἶναι κακὴν, καίτοι καλὴν κατὰ πάντα ὑπάρχουσαν. εἰς γὰρ τὴν τοῦ βίου πολυγονίαν ἐπιταγαῖς Ἔρωτος γίνεται. Ἔρως δέ ἐστιν ὁ πάντων θεῶν πρεσβύτατος. ἄνευ γὰρ δὴ Ἔρωτος οὐ στοιχείων, οὐ θεῶν, οὐκ ἀνθρώπων, οὐ ζώων ἀλόγων, οὐ τῶν λοιπῶν ἁπάντων μῖξις ἢ γέννησις γενέσθαι δύναται. πάντες γάρ τοι ὄργανά ἐσμεν τοῦ Ἔρωτος. αὐτὸς ὁ δι᾽ ἡμῶν τεχνίτης, παντὸς τοῦ γεννωμένου ψυχαῖς ἐπιδημῶν ἐστι νοῦς. ὅθεν οὐκ αὐτοὶ θέλοντες, ἀλλ᾽ ὅταν ὑπ᾽ αὐτοῦ κελευσθῶμεν, τὸ ἐκείνου βούλημα ποιεῖν ἐπιθυμοῦμεν. εἰ δ᾽ ἐκείνου βουλῇ ἐπιθυμοῦντες, χάριν τῆς λεγομένης σωφροσύνης κρατεῖν τῆς ἐπιθυμίας ἐπιχειρήσωμεν, πῶς τῷ πάντων πρεσβυτάτῳ θεῶν τε καὶ ἀνθρώπων ἀντιπράττοντες οὐ τὰ μέγιστα ἀσεβήσωμεν;