Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Πολλή τις, ὦ ἄνδρες, Ἕλληνες, ἡ διαφορὰ τυγχάνει ἀληκαὶ συνηθείας. ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη εὑρίσκεται, τὸ δὲ ἔθος, ὁποῖον ἂν παραληφθῇ, εἴτε ἀληθὲς εἴτε ψευδὲς, ἀκρίτως ὑφ᾽ ἑαυτοῦ κρατύνεται, καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν, οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκεν, γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ᾽ ἀδήλῳ τύχῃ τὴν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστιν ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολήν, κἄν πάνυ αὐτῷ δείκνυηται μωρὰ καὶ καταγέλαστος οὖσα.

Αἰτίκα γοῦν ἐγὼ τὴν πᾶσαν Ἑλλήνων παιδείαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω. οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο, καὶ τούτους κακοὺς καὶ παντοπαθεῖς· ἵνα ὁ τὰ ὅμοια πράττειν θέλων μηδὲ αἰδῆται, ὅπερ ἐστὶν ἀνθρώπου ἴδιον, παράδειγμα ἔχων τῶν μυθολογουμένων θεῶν τοὺς κακοὺς καὶ ἀσέμνους βίους. τῷ δὲ μηδὲ αἰδεῖσθαι οὐδὲ ἐλπίδα μετανοίας ὁ τοιοῦτος ἐμφαίνει. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο, τὴν λεγομένην γένεσιν, παρ᾽ ἥν μηδὲν πάσχειν τις ἢ ποιεῖν δύναται. ὁμοίως οὖν καὶ τοῦτο τῷ πρώτῳ τἀυτόν ἐστιν. νομίσας γάρ τις ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν οὔτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται, καὶ ἁμαρτὼν οὐ μεταμελεῖται ἐφ᾽ οἷς ἠσέβηκεν, ἀπολογίαν φέρων ὅτι ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηναγκάζετο· καὶ ὡς τὴν γένεσιν κατορθῶσαι μὴ δυνάμενος, ἐφ᾽ οἷς ἐξαμαρτάνει οὐδὲ τὸ αἰδεῖσθαι ἔχει.

Ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦνται, ὡς αὐτομάτως τῶν πάντων περιφερομένων, οὐδενὸς ἐφεστηκότος δεσπότου. ταῦτα δὲ οὕτω νομίζειν, ὡς εἰρήκαμεν, πασῶν δοξῶν τυγχάνει οὖσα χαλεπωτάτη. ὡς γὰρ οὐκ ὄντος τοῦ ἐφεστῶτος καὶ προνουμένου καὶ ἑκάστῳ τὸ κατ᾽ ἀξίαν ἀπονέμοντος, πᾶν ὅτι δύνανται διὰ τὴν ἀφοβίαν

εὐκόλως δρῶσιν. Ὅθεν οὐ ῥᾳδίως, ἢ τάχα οὐδὲ ὅλως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται τὸν γὰρ ἐπιστρέφοντα κίνδυνον οὐ προορῶνται. ὁ δὲ τῶν, ὡς ὑμεῖς φατέ, βαρβάρων Ἰουδαίων λόγος εὐσεβέστατός ἐστιν, ἕνα πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰςηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις χαριζόμενον τὰ ἁμαρτήματα, δίκαιον δὲ, ὡς ἑκάστῳ μετὰ τὴν μετάνοιαν κατ᾽ ἀξίαν τῶν πεπραγμένων ἐπεξιόντα.

Οὗτος ὁ λόγος, εἰ καὶ μῦθος ὤν τυγχάνει, εὐσεβής γε ὤν οὐκ ἀσύμφορος ἄν εἴη τῷ βίῳ. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου Θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει. εἰ δὲ καὶ ἀληθὴς εἴη ὁ λόγος , ἀπήλλαξε μὲν τὸν σωφρόνως βεβιωκότα τῆς αἰωνίου κολάσεως, προσευεργέτηκεν δὲ τοῖς ὑπὸ τοῦ Θεοῦ ἀϊδίοις τε καὶ ἀποῤῥήτοις γιγνομένοις ἀγαθοῖς.

Πλὴν ἐπάνειμι ἐπὶ τὴν πρωτίστην τῶν Ἑλλήνων δόξαν, τὴν πολλοὺς καὶ παντοπαθεῖς θεοὺς εἶναι μυθολογοῦσαν. καὶ ἵνα μὴ εἰς τὰ ἀσφαλῆ πολὺν ἀναλίσκω χρόνον, ἑκάστου τῶν λεγομένων θεῶν τὰς ἀσεβεῖς πράξεις εἰσηγούμενος, πάντας μὲν οὐκ ἄν εἴποιμι αὐτῶν τοὺς ἔρωτας, τοῦ Διός τε καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους καὶ τῶν καθ᾽ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοεῖτε, ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὕς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε.