Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Καισαρείας δὲ τῆς Στράτωνος ἐξιὼν ἐγὼ Κλήμης, ἅμα Νικήτης καὶ Ἀκύλας, εἰς Τύρον τῆς Φοινίκης εἰσέβαλλον, καὶ κατ᾽ ἐντολὴν Πέτρου τοῦ ἀποστείλαντος ἡμᾶς ἐξενίσθημεν παρὰ Βερνίκῃ θυγατρὶ τῆς Χανανίτιδος Ἰούστης· ἥτις ἀσμενέστατα ἡμᾶς ἀπεδέξατο, καὶ πολλῇ μὲν τῇ πρὸς μὲ τιμῇ ἀγωνιῶσα, στοργῇ δὲ τῇ πρὸς Ἀκύλαν καὶ Νικήτην, διὰ χαρὰν ὡς συνήθης παῤῥησιαζομένη ἐφιλοφρονεῖτο, καὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν ἡμᾶς δεκτικῶς κατήπειγεν. συνιδὼν οὖν ὅτι βραχεῖαν ἡμῖν ὑπέρθεσιν ποιεῖσθαι ἐπέτρεπεν, ὀρθῶς μέν, ἔφην, ποιεῖς, ἐπισπεύδουσα τὰ τῆς ἀγάπης ἀποπληροῦν μέρη. προτιμητέος δὲ ταύτης ὁ πρὸς τὸν Θεὸν ἡμῶν φόβος. δέδιμεν γὰρ ὑπὲρ πολλῶν ψυχῶν τὸν ἀγῶνα ἔχοντες τῆς ἐκείνων σωτηρίας προτιμᾶν τὴν ἡμετέραν ἀνάπαυσιν.
Πυνθανόμεθα γὰρ ὅτι Σίμων ὁ μάγος, ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθείς, παραχρῆμα ἀποδρὰς ἐνταῦθα πολλὰ κακὰ διαπράσσεται. πᾶσι γὰρ τοῖς ὑπεναντίοις παρὰ τὴν ἀλήθειαν λοιδορῶν τὸν Πέτρον τὰς τῶν πολλῶν συναρπάζει ψυχάς. μάγος γὰρ αὐτὸς ὤν μάγον ἐκεῖνον ἀποκαλεῖ, καὶ πλάνος αὐτὸς ὤν πλάνον ἐκεῖνον ἀποκηρύσσει, καὶ ἐν ταῖς ζητήσεσιν ἐπὶ πάντων τὸ ἧττον ἀπενεγκάμενος καὶ φυγὼν αὐτὸς φάσκει νενικηκέναι, καὶ τοῦ Πέτρου μὴ δεῖν ἀκούειν πυκνότερον ἐντέλλεται, ὡς δῆθεν κηδόμενος, ἵνα μὴ ὑπὸ δεινοῦ καταγοητευθῶσιν μάγου.
Ταῦτα οὖν μαθὼν ὁ κύριος ἡμῶν Πέτρος προαπέστειλεν ἡμᾶς ἐξεταστὰς τῶν λεχθέντων αὐτῷ ἐσομένους ἵνα εἰ οὕτως ἔχοι, γραψάντων ἡμῶν αὐτὸς μάθῃ, καὶ ἐπελθὼν ἐξελέγξῃ αὐτὸν ἐκεῖνον ἄντικρυς ἐφ᾽ ὧν αὐτὸν διέβαλλεν. ἐπεὶ οὖν ὑπὲρ πολλῶν ψυχῶν ὁ κίνδυνος ἡμῖν πρόκειται, τούτου ἕνεκεν, τῆς τοῦ σώματος ἡμῶν ἀναπαύσεως πρὸς βραχὺ ἀμελήσαντες, παρά σου τῆς ἐνταῦθα διαιτωμένης βουλόμεθα ἀψευδῶς μαθεῖν, εἰ ἅπερ ἠκούσαμεν ἀληθῆ τυγχάνει· καὶ λέγοις ἄν ἤδη ἡμῖν ἕκαστα.
Ἡ Βερνίκη δὲ ἀξιωθεῖσα, ταῦτα μὲν οὕτως, ἔφη, ἔχει ὡς ἠκούσατε, τὰ δὲ ἄλλα τὰ κατ᾽ αὐτὸν τὸν Σίμωνα, ἅπερ ἴσως ἀγνοεῖτε, ἀκούσατε· φαντάσματά τε γὰρ καὶ ἰνδάλματα ἐν μέσῃ τῇ ἀγορᾷ φαίνεσθαι ποιῶν δι᾽ ἡμέρας πᾶσαν ἐκπλήττει τὴν πόλιν, καὶ προϊόντος αὐτοῦ ἀνδριάντες κινοῦνται, καὶ σκιαὶ πολλαὶ προηγοῦνται, ἅσπερ αὐτὸς ψυχὰς τῶν τεθνηκότων εἶναι λέγει. πολλοὺς δὲ γόητα αὐτὸν ἐλέγχειν πειρωμέμους διαλλάξας πρὸς ἑαυτὸν εὐθύστερον προφάσει εὐωχίας, βοῦν θύσας καὶ ἐστιάσας αὐτούς, διαφόροις νόσοις περιέβαλεν καὶ δαίμοσιν ὑπέβαλεν καὶ ἵνα μὴ πολλὰ λέγω, πολλοὺς κακώσας θεὸς εἶναι ὑποληφθεὶς, πρὸς τῷ φοβερὸν εἶναι καὶ προτετίμηται.
Ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον ἀναφθὲν πῦρ σβέσαι. οὐδὲ γὰρ ἐνδοιάζει τις περὶ ὧν ἐκεῖνος ἐπαγγέλλεται, ἀλλὰ τοῦτο οὕτως ἔχειν διαβεβαιοῦται ἕκαστος. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ μηδὲν ἐγχειρῆσαι πρὸς αὐτόν, πρὶν ἄν Πέτρος ἔλθῃ, ὅς μόνος δυνήσεται πρὸς τοσαύτην δυναστείαν , τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητής, ἀνταγωνίσασθαι. τοσοῦτον γὰρ πεφόβημαι τὸν ἄνδρα, ὡς εἰ μὴ καὶ ἄλλοτε πρὸς τὸν κύριόν μου Πέτρον διαλεχθεὶς τὸ ἧττον ἀπηνέγκατο, συνεβούλευσα ἄν ὑμῖν καὶ αὐτὸν πείθειν τὸν Πέτρον, μὴ πειρᾶσθαι ἀντεξετάζεσθαι τῷ Σίμωνι.
Κᾀγὼ ἔφην· ὁ κύριος ἡμῶν Πέτρος εἰ ἠγνόει ὅτι αὐτὸς μόνος κατισχύει τῆς ἐκείνου δυναστείας, οὐκ ἄν ἡμᾶς προπέμπων ἐνετέλλετο, λανθανόντως τὰ κατὰ Σίμωνα διαμανθάνοντας αὐτῷ γράφειν. ὅμως ἐπεὶ ἑσπέρα κατειλήφει, ἁλῶν μεταλαβόντες ὑπνώσαμεν. ἕωθεν δέ τις τῇ Βερνίκῃ συνήθης ἐλθὼν ἔφη, τὸν Σίμωνα εἰς τὴν Σιδῶνα ἐκπεπλευκέναι, τῶν δὲ αὐτοῦ μαθητῶν καταλελοιπέναι Ἀππίωνα τὸν πλειστονίκην, ἄνδρα Ἀλεξανδρέα, γραμματικὸν τὴν ἐπιστήμην, ὅν πρὸς πατρός μοι φίλον ὄντα ἐπέγνων, καὶ Ἀννουβιῶνα τὸν Διοςπολίτην τινὰ ἀστρολόγον, καὶ Ἀθηνόδωρον τὸν Ἀθηναῖον τῷ Ἐπικούρου ἀρεσκόμενον λόγῳ. ἡμεῖς δὲ τὰ κατὰ τὸν Σίμωνα μαθόντες, ἕωθεν πάντα γράψαντες καὶ Πέτρῳ διαπέμψαντες, εἰς περίπατον ἀπετραπόμεθα.
Καὶ Ἀππίων ἀπηντήσατο ἡμῖν, οὐ μόνον μετὰ τῶν προειρημένων ἑταίρων τῶν δύο, ἀλλὰ καὶ μεθ᾽ ἑτέρων ἀνδρῶν ὡς τριάκοντα. καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας καὶ καταφιλήσας
ἔφη· οὗτός ἐστιν Κλήμης, περὶ οὗ ὑμῖν τῆς τε εὐγενείας καὶ τῆς ἐλευθεροτροπείας πολὺν ἐποιούμην λόγον, ὅτι ἀνὴρ πρὸς γένους Τιβερίου Καίσαρος ὢν καὶ πάσης ἑλληνικῆς παιδείας ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς, τὴν προσηγορίαν Πέτρου, τὰ Ἰουδαίων ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ συναγωνίσασθαί μοι πρὸς τὴν διόρθωσιν αὐτοῦ. καὶ ἐφ᾽ ὑμῶν αὐτοῦ πυνθάνομαι. λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ τὰ μέγιστα ἀσεβεῖ, καταλιπὼν μὲν τὰ πάτρια, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα.Ἐγὼ ἀπεκρινάμην· τὴν μὲν πρὸς ἐμέ σου ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθή, ὅτι, ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναί με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα φιλίας προφάσει ἐνεδρεύειν ἀγωνίζεται. καὶ ὁ Ἀππίων ἔφη· ἀγνωσία σοι εἶναι δοκεῖ, τὰ πάτρια ἔθη φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κᾀγὼ σεβεῖν προαιρούμενον οὐ πάντως φυλάσσειν ἀπεκρινάμην· τὸν εὐδεῖ τὰ πάτρια, ἀλλὰ φυλάσσειν μὲν ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ ἐὰν ἀσεβῆ τυγχάνῃ. ἐνδέχεται γάρ τινα πατρὸς ἀσεβοῦς ὄντα, εὐσεβεῖν βουλόμενον, μὴ θέλειν τῷ τοῦ πατρὸς ἀκολουθεῖν. καὶ ὁ μὲν Ἀππίων ἀπεκρίνατο· τί οὖν; τὸν σὸν πατέρα ἔφης κακοῦ βίου γεγονέναι; κἀγὼ ἔφην· κακροῦ μὲν οὐκ ἦν βίου, κακῆς δὲ ὑπολήψεως. καὶ ὁ Ἀππίων. τίς ἦν ἡ κακὴ αὐτοῦ ὑπόνοια ἀκοῦσαι θέλω. κἀγὼ ἔφην· ὅτι τοῖς τῶν Ἑλλήνων ψευδέσιν καὶ κακοῖς ἐπίστευε μύθοις. καὶ ὁ Ἀππίων ἐπύθετο· τίνες εἰσὶν οὗτοι τῶν Ἑλλήνων οἱ ψευδεῖς καὶ κακοὶ μῦθοι; κἀγὼ ἔφην· ἡ περὶ θεῶν οὐκ ὀρθὴ δόκησις, ἥν ἐὰν μακροθυμῇς, ἀκούσῃ μετὰ τῶν φιλομαθῶν.
Διὸ πρὸ τῶν διαλόγων εἴς τινα ἡσυχώτερον ὑποχωρήσωμεν ἤδη τόπον· ἐνταῦθα ὑμῖν διαλεχθήσομαι. τοῦ δὲ ἰδιολογεῖσθαί με βούλεσθαι αἰτία γέγονεν αὕτη, ἐπειδὴ οὐχ οἱ πολλοὶ οὐδὲ οἱ φιλοσοφοῦντες αὐτοὶ ἅπαντες γνησίως προσέρχονται τῇ τῶν ὄντων κρίσει. ἴσμεν γὰρ πολλοὺς καὶ τῶν ἐπὶ φιλοσοφίᾳ μεγαλοφρονούντων κενοδοξοῦντας, ἢ χρηματισμοῦ χάριν περιβεβλημένους τὸν τρίβωνα καὶ οὐκ αὐτῆς ἀρετῆς ἕνεκεν, οἵπερ ἐὰν μὴ εὕρωσιν δἰ ὅ φιλοσοφοῦσιν, ἐπὶ τὸ χλευάζειν τρέπονται. διὰ δὴ τοὺς τοιύτους ἐπιτήδειόν τινα πρὸς τὸ ἰδιάζειν τόπον ἐπιλεξώμεθα.
Καί τις ἐν αὐτοῖς πλούσιος ἀνὴρ, καὶ διὰ παντὸς χῶρόν
τινα περὶ ἑαυτὸν κεκτημένος παμμήνων φύλλων, ἔφη· ἐπειδὴ σφόδρα καῦμα ἐπιφλέγει, βραχὺ τῆς πόλεως εἰς ἐμοὺς κήπους ὑποχωρήσωμεν. καὶ δὴ προϊόντες ἐκαθέζοντο, ἔνθα ἦν καθαρὰ ψυχρῶν ναμάτων ῥεύματα καὶ δένδρων παντοίων χλοερὰ σκέπη. ἔνθα ἐγὼ ἀσμένως ἐκαθεζόμην καὶ οἱ λοιποὶ περὶ ἐμέ, καὶ ἡσυχάζοντες, ἀντὶ τῆς μελλούσης ἀξιοῦν με φωνῆς, διὰ τοῦ ἀτενίζειν εἰς ἐμὲ δῆλοι ἦσαν τῆς ὑποθέσεως τὴν ἀπόδειξιν ἀπαιτοῦντες. καὶ δὴ οὕτως λέγειν ἠρξάμην.Πολλή τις, ὦ ἄνδρες, Ἕλληνες, ἡ διαφορὰ τυγχάνει ἀληκαὶ συνηθείας. ἡ μὲν γὰρ ἀλήθεια γνησίως ζητουμένη εὑρίσκεται, τὸ δὲ ἔθος, ὁποῖον ἂν παραληφθῇ, εἴτε ἀληθὲς εἴτε ψευδὲς, ἀκρίτως ὑφ᾽ ἑαυτοῦ κρατύνεται, καὶ οὔτε ἀληθεῖ ὄντι αὐτῷ ἥδεται ὁ παραλαβὼν, οὔτε ψευδεῖ ἄχθεται. οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκεν, γνώμῃ τῶν πρὸ αὐτοῦ ἐπ᾽ ἀδήλῳ τύχῃ τὴν ἐπιδεδωκὼς ἐλπίδα. καὶ οὐκ ἔστιν ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολήν, κἄν πάνυ αὐτῷ δείκνυηται μωρὰ καὶ καταγέλαστος οὖσα.
Αἰτίκα γοῦν ἐγὼ τὴν πᾶσαν Ἑλλήνων παιδείαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω. οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο, καὶ τούτους κακοὺς καὶ παντοπαθεῖς· ἵνα ὁ τὰ ὅμοια πράττειν θέλων μηδὲ αἰδῆται, ὅπερ ἐστὶν ἀνθρώπου ἴδιον, παράδειγμα ἔχων τῶν μυθολογουμένων θεῶν τοὺς κακοὺς καὶ ἀσέμνους βίους. τῷ δὲ μηδὲ αἰδεῖσθαι οὐδὲ ἐλπίδα μετανοίας ὁ τοιοῦτος ἐμφαίνει. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο, τὴν λεγομένην γένεσιν, παρ᾽ ἥν μηδὲν πάσχειν τις ἢ ποιεῖν δύναται. ὁμοίως οὖν καὶ τοῦτο τῷ πρώτῳ τἀυτόν ἐστιν. νομίσας γάρ τις ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν οὔτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται, καὶ ἁμαρτὼν οὐ μεταμελεῖται ἐφ᾽ οἷς ἠσέβηκεν, ἀπολογίαν φέρων ὅτι ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηναγκάζετο· καὶ ὡς τὴν γένεσιν κατορθῶσαι μὴ δυνάμενος, ἐφ᾽ οἷς ἐξαμαρτάνει οὐδὲ τὸ αἰδεῖσθαι ἔχει.
Ἄλλοι δὲ ἀπρονόητον φορὰν εἰσηγοῦνται, ὡς αὐτομάτως τῶν πάντων περιφερομένων, οὐδενὸς ἐφεστηκότος δεσπότου. ταῦτα δὲ οὕτω νομίζειν, ὡς εἰρήκαμεν, πασῶν δοξῶν τυγχάνει οὖσα χαλεπωτάτη. ὡς γὰρ οὐκ ὄντος τοῦ ἐφεστῶτος καὶ προνουμένου καὶ ἑκάστῳ τὸ κατ᾽ ἀξίαν ἀπονέμοντος, πᾶν ὅτι δύνανται διὰ τὴν ἀφοβίαν
εὐκόλως δρῶσιν. Ὅθεν οὐ ῥᾳδίως, ἢ τάχα οὐδὲ ὅλως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται τὸν γὰρ ἐπιστρέφοντα κίνδυνον οὐ προορῶνται. ὁ δὲ τῶν, ὡς ὑμεῖς φατέ, βαρβάρων Ἰουδαίων λόγος εὐσεβέστατός ἐστιν, ἕνα πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰςηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις χαριζόμενον τὰ ἁμαρτήματα, δίκαιον δὲ, ὡς ἑκάστῳ μετὰ τὴν μετάνοιαν κατ᾽ ἀξίαν τῶν πεπραγμένων ἐπεξιόντα.