Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Δἰ ὅ ἑνὸς μόνου τοῦ τῆς ἀληθείας προφήτου ἀκούειν δεῖ, εἰδότα ὅτι ὁ παρ᾽ ἑτέρου σπαρεὶς λόγος, μοιχείας ἔγκλημα λαβών, ὡς ὑπὸ νυμφίου τῆς βασιλείας αὐτοῦ ἐκβάλλεται. τοῖς δὲ τὸ μυστήριον εἰδόσιν ὑπὸ ψυχικῆς μοιχείας καὶ θάνατος γίνεται. ὁπότ᾽ ἄν ἡ ψυχὴ ὑφ᾽ ἑτέρων σπαρῇ, τότε ὡς πορνεύσασα ἢ μοιχευσαμένη ὑπὸ τοῦ πνεύματος ἐγκαταλείπεται, καὶ οὕτως τὸ ἔμψυχον σῶμα, τοῦ ζωοποιοῦ πνεύματος χωρισθέντος, εἰς γῆν ἀναλύεται, καὶ τοῦ ἁμαρτήματος ἡ κατ᾽ ἀξίαν κόλασις ἐν τῷ τῆς κρίσεως καιρῷ ἀποδίδοται τῇ ψυχῇ μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν· ὥσπερ ἐπ᾽ ἀνθρώπων ἡ ἐπὶ μοιχείᾳ φωραθεῖσα πρῶτον τῶν οἴκων ἐκβάλλεται, εἶθ’ ὕστερον ἐπὶ καταδίκῃ κρίνεται.

Τοῦ Πέτρου τοῦτον αὐτὸν μέλλοντος ἡμῖν τελείως ἐκφαίνειν τὸν μυστικὸν τοῦτον λόγον, Ζακχαῖος ἧκεν λέγων· ἤδη λοιπόν, ὦ Πέτρε, καιρὸς πρὸς τὸ ἐκβάντα διαλεχθῆναί σε. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς ἀναμένει σε ὄχλος, οὗ ἐν μέσῳ ὡς πολέμαρχος ὑπ᾽ αὐτοῦ δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας ὡς μήπω εἰληφότι τὸ πρὸς σωτηρίαν βάπτισμα, τοῖς ἤδη τελείοις ἔφη ἐγερθέντες εὐξώμεθα, ἵνα ὁ Θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ᾽ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ ταῦτ᾽ εἰπὼν εὐξάμενος ἐξῄει εἰς τὸν ὕπαιθρον τῆς αὐλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ τοῦ ἐποπτεῦσαι χάριν, τῆς διακρίσεως αὐτοῦ ἐπὶ τὸ σπεύδειν τοῦ ἀκούειν σπουδαιοτέρους πεποιηκυίας.

Στὰς οὖν, καὶ ἰδὼν μετὰ πολλῆς ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα,

τοῦ λέγειν ἤρξατο οὕτως· εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμοις ἔχουσιν δεξιὰς διδόναι τῇ τοῦ Θεοῦ ἀληθείᾳ, ἥν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς, τοῦ ἐν ὑπεροχῇ συμφέροντος ἀψευδὴς ὑπάρχων προφήτης, ταύτην ἡμῖν ἐνετείλατο προφάσει προσηγορίας πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη, εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν ἐκ τῶν ὁδῶν κονιορτόν, ὅν διὰ τοὺς καμάτους βαστάξαντες ἠνέγκαμεν πρὸς ὑμᾶς ὅπως σωθῆτε, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις.

Καὶ ἀληθῶς ὑμῖν λέγομεν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῷ τῆς ἀπειθείας τόπῳ ἐνδιατελεῖν· πρῶτον μὲν, ὅτι τὸ εὔλογον ἀφ᾽ ἑαυτῶν οὐκ ἐνοήσατε· δεύτερον, ὅτι ἀκούσαντες τὰ καθ᾽ ἡμᾶς οὐκ ἤλθετε πρὸς ἡμᾶς· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. δι᾽ ὅ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ᾽ ὑμᾶς. δἰ οὖν ταύτην ἔχειν θέλετε, δεῖ ὑμᾶς προθύμως τὸ μὴ ἀδικεῖν ἀναδέξασθαι, καὶ τὸ ἀδικεῖσθαι γενναίως φέρειν, ὅπερ ἀνθρώπου φύσις οὐκ ἄν ὑποσταίη, ἐὰν μὴ πρότερον τοῦ ἐν ὑπεροχῇ συμφέροντος τὴν γνῶσιν λάβῃ, ὅπερ ἐστὶν τὸ εἰδέναι τοῦ πάντα ὑπερέχοντος τὴν δικαίαν φύσιν, ὅτι ἀδικουμένους ἐκδικῶν τιμωρεῖ, καὶ τοὺς εὐσεβοῦντας εἰς ἀεὶ εὐεργετεῖ.

Ὑμεῖς οὖν ὡς Θεοῦ δοῦλοι εὐγνώμονες, ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοοῦντες, τὴν αὐτῷ ἀρέσκουσαν ἀναδέξασθε πολιτείαν, ἵνα οὕτως αὐτὸν φιλοῦντες καὶ φιλούμενοι ὑπ᾽ αὐτοῦ εἰς ἀεὶ τὸ συμφέρον ἔχοιτε. αὐτῷ γὰρ μόνῳ τὸ παρασχεῖν δυνατώτατόν ἐστιν, τῷ τὰ μὴ ὄντα εἰς τὸ εἶναι συστησαμένῳ, οὐρανὸν δημιουργήσαντι, γῆν πιλώσαντι, θάλασσαν περιορίσαντι, τὰ ἐν ᾅδῃ ταμιεύσαντι καὶ τὰ πάντα ἀέρι πληρώσαντι.

Οὗτος μόνος τὴν μίαν καὶ πρώτην μονοειδῆ οὐσίαν τετραχῶς καὶ ἐναντίως ἔτρεψεν εἶτα μίξας μυρίας κράσεις ἐξ αὐτῶν ἐποίησεν, ἵνα εἰς ἐναντίας φύσεις τετραμμέναι καὶ μεμιγμέναι τοῦ ζῆν ἡδονὴν ἐκ τῆς ἀντισυζυγίας ἐργάσωνται. ὁμῶς αὐτὸς μόνος δήμους ἀγγέλων καὶ πνευμάτων βουλῆς νεύματι δημιουργήσας, ἔπλησε τοὺς ἐράνους ὡς καὶ τὸ φαινόμενον στερέωμα ἄστροις ἐκόσμησεν, οἷς

καὶ τρίβους ὥρισεν καὶ δρόμον ἔταξεν· γῆν ἐπίλωσεν εἰς καρπῶν αὔξησιν· θάλασσαν δὲ περιώρισεν, ἐν ἀνύδροις οἴκησιν ἀφορίσας τὰ ἐν ιἅδῃ ταμιεύει, ψυχῶν χῶρον ὀνομάσας· τὰ δὲ πάντα ἔπλησεν ἀέρος, ἵνα πάντα τὰ ζῶα πρὸς τὸ ζῆν ἀδεῶς ἀναπνέειν ἔχοι.

Ὥ τῆς μεγάλης Θεοῦ φρονίμου χειρὸς τῆς ἐν πᾶσιν πάντα ποιούσης! μυρίος γὰρ ὄχλος πτηνῶν ὑπ᾽ αὐτοῦ γεγένηται, καὶ οὗτος ποικίλος, πρὸς τὸν ἕτερον μετὰ πάντα ἐξηλλαγμένος, λέγω δὲ τά τε χρώματα, ῥάμφη, ὄνυχας, βλέμματα, γνώμας, φθέγματα καὶ τὰ λοιπὰ πάντα. πόσαι δὲ καὶ φυτῶν διάφοροι ἰδέαι, χρώμασιν καὶ ποιότησιν καὶ ὀδμαῖς ἀπείροις διωρισμέναι ! πόσα δὲ τῆς χέρσου ζῶα καὶ τῶν ἐν ὕδασιν, ὧν ἀδύνατον εἰπεῖν σχήματα, μορφάς, θέσεις, χρῶμα, βίους, γνώμας, φύσεις, ὄχλον· ἔτι τε ὀρέων πλήθη καὶ ὕψη, λίθων διαφορὰς, μύχους φοβεροὺς, πηγὰς, ποταμοὺς, λίμνας, θαλάσσας, λιμένας, νήσους, ὕλας, οἰκουμένην τε πᾶσαν καὶ ἀοικήτους τόπους.

Πόσα δὲ καὶ ἄλλα ἄγνωστα τυγχάνει, στοχασμὸν ἀνθρώπων ἐκπεφευγότα! τῶν δὲ ἐν καταλήψει ὄντων τίς ἀνθρώπων ἕνα ὅρον οἶδεν λέγω δέ, πῶς οὐρανὸς εἱλεῖται, πῶς ἄστρα φέρεται, καὶ τίνας ἔχουσιν τὰς μορφὰς καὶ τοῦ ζῆν τὴν σύστασιν, τίνες τε οἱ τούτων ἀερώδεις τρίβοι, πόθεν τε καὶ τὰ ἀνέμων πνεύματα περιωθεῖται, καὶ διαφόρους ἔχει τὰς ἐνεργείας, πόθεν ἀνελλιπῶς βρύουσιν αἱ πηγαί, καὶ ἀέναοι ποταμοὶ γινόμενοι εἰς θάλασσαν καταντῶσιν, καὶ οὔτε ὅθεν ἔρχονται κενοῦται, οὔτε ὅπου ἀπέρχονται πληροῦσιν· μέχρι ποῦ τοῦ ἀπεράντου ταρτάρου τὸ ἄπειρον βάθος· ἐπὶ τίνι ἄρα ἐπεωρεῖται ὁ πάντα περιέχων οὐρανός· πῶς νέφη ἐξ ἀέρος βρύει, καὶ εἰς ἀέρα συμπίνεται· τίς φύσις βροντῶν καὶ ἀστραπῶν, χιόνων, χαλάζης, ὁμίχλης, κρυστάλλων, καταιγίδων, ὄμβρων, νεφῶν αἰωρουμένων· καὶ πῶς φυτά, ζῶα πλάσσει· καὶ ταῦτα διαφοραῖς ἀναριθμήτοις πάσῃ ἀκριβείᾳ συνεχῶς ἀποτελούμενα.

Ὅμως ἐάν τις τὸ πᾶν ἀκριβῶς λογισμῷ συνίδῃ, εὑρήσει δι᾽ ἄνθρωπον τὸν Θεὸν πεποιηκότα. οἱ γὰρ ὄμβροι καρπῶν ἕνεκα γίνονται, ἵνα ἄνθρωπος μεταλάβῃ, καὶ ζῶα τραφῇ, ὅπως ἀνθρώπῳ χρησιμεύῃ. καὶ ἥλιος φαίνει, ἵνα τὸν ἀέρα εἰς τέσσαρασ τροπὰς τρέπῃ, καὶ ἵνα ἕκασος καιρὸς τὰ ἴδια ἀνθρώπῳ παραχῇ. καὶ πηγαὶ βρύουσιν, ἵνα πόμα ἀνθρώποις δοθῇ. ἀλλ᾽ ἔτι μὴν κατὰ

τὸ δυνατὸν τίς ἐπὶ τῆς κτίσεως κυριεύει; οὐχὶ ἄνθρωπος, ὅς σοφίαν εἴληφεν, γῆν γεωργεῖν, θάλασσαν πλεῖν, νηκτὰ, πτηνὰ, θηρία ἀγρεύειν, ἄστρων δρόμον λογιστεύειν, γῆν μεταλλεύειν, θάλασσαν σήθειν, πόλεις ἐγείρειν, βασιλεῖς ὁρίζειν, νόμους τάσσειν, δικάζειν, Θεὸν ἀόρατον νοεῖν, ἀγγέλων ὀνόματα γνωρίζειν, δαίμονας ἀπελαύνειν, νόσους φαρμακίαις πειρᾶσθαι παύειν, κατὰ δ᾽ ἰοβόλων ἑρπετῶν ἐπαοιδὰς εὑρίσκειν, ἀντιπαθεῖας ἐπινοεῖν;

Εἰ δὲ εὐγνωμονεῖς, ἄνθρωπε, νενοηκὼς τὸν ἐν πᾶσιν εὐεργετήσαντά σε Θεόν, καὶ ἀθάνατος ἂν ἦς, τῶν διά σε κτισθέντων δι᾽ εὐγνωμοσύνην τὸ διαμένειν ἐχόντων. καὶ νῦν δὲ γενέσθαι δύνασαι ἄφθαρτος, ἐὰν ἐπιγνῷς ὅν ἔλαθες, ἐὰν ἀγαπήσῃς ὅν κατέλειπες, ἐὰν αὐτῷ μόνῳ προσεύχῃ, τὸ σῶμά σου καὶ ψυχὴν κολάσαι καὶ σῶσαι δυναμένῳ. διὸ πρὸ πάντων ἐννοοῦ, ὅτι οὐδεὶς αὐτῷ συνάρχει, οὐδεὶς τῆς αὐτοῦ κοινωνεῖ ὀνομασίας, τοῦτο ὅ δὴ λέγεται Θεός. μόνος γὰρ αὐτὸς καὶ λέγεται καὶ ἔστιν· ἄλλον δὲ οὔτε νομίσαι, οὔτε εἰπεῖν ἔξεστιν· εἰ δέ τις τολμήσειεν, ἀϊδίως τὴν ψυχὴν κολασθῆναι ἔχει.

Τοῦ Πέτρου ταῦτα εἰπόντος, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν θεοὺς μήτε νομίζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ᾽ αὐτῶν σοι τῶν βίβλων περὶ τοῦ δεῖν θεοὺς νομίζειν καὶ συζητῆσαι θέλω· πρότερον περὶ οὗ ἔφης Θεοῦ, δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην, καθ᾽ ὅ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, οὐκ ἀγαθὸς, καὶ πολλοῖς καὶ μυρίοις χαλεποῖς ὑποκείμενος πάθεσιν· ὅθεν τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι, προγνωστικὸς, τέλειος , ἀνενδεὴς, ἀγαθὸς, πάντων χαλεπῶν ἀπηλλαγμένος παθῶν. ὅν δὲ σὺ φῂς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.

Αὐτίκα γοῦν ὁ καθ᾽ ὁμοίωσιν αὐτοῦ γεγονὼς Ἀδὰμ καὶ τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ ἢ κακοῦ οὐκ ἔχων παραδέδοται, καὶ παραβάτης εὑρίσκεται καὶ τοῦ παραδείσου ἐκβάλλεται καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτόν, ἐπεὶ μὴ πανταχόθεν βλέπει, ἐπὶ τῇ Σοδόμων καταστροφῇ λέγει· δεῦτε καὶ

καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται εἰ δὲ μὴ, ἵνα γνῶ· καὶ ἀγνοοῦντα αὑτὸν δείκνυσιν. τὸ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτὸν, μήπως ἐκτείνας τὴν χεῖρα αὑτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσηται εἰς τὸν αἰῶνα· τὸ εἰπεῖν μήπως, ἀγνοεῖ· τὸ δὲ ἐπαγαγεῖν, μή πως φαγὼν ζήσηται εἰς τὸν αἰῶνα, καὶ φθονεῖ. καὶ τὸ γεγράφθαι, ὅτι ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησεν τὸν ἄνθρωπον, καὶ μετανοεῖ καὶ ἀγνοεῖ· τὸ γὰρ ἐνεθυμήθη σκέψις ἐστὶν, ᾗ τις δἰ ἄγνοιαν ὧν βούλεται τὸ τέλος ἀκριβῶσαι θέλει, ἢ ἐπὶ τῷ μὴ κατὰ γνώμην ἀποβάντι μεταμελομένου. καὶ τὸ γεγράφθαι, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστι, καὶ τὸ ἐπὶ κνίσσῃ σαρκῶν ἡσθῆναι, ἐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν, ὡς γέγραπται, καὶ ἐπείρασεν κύριος τὸν Ἀβραὰμ, κακοῦ καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.

Ὁμῶς ὁ Σίμων πολλὰ ἀπὸ τῶν γραφῶν ἐδόκει δεικνύειν τὸν Θεὸν παντὶ πάθει ὑποκείμενον. καὶ ὁ Πέτρος ταῦτα ἔφη· εἰ μηδὲν ἀγαπᾶ ὁ κακὸς καὶ πάνυ μοχθηρὸς ἐφ᾽ οἷς ἁμαρτάνει ἑαυτὸν ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων ἔφη· οὐκ ἀγαπᾶ. καὶ ὁ Πέτρος ἔφη· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ Θεός, εἴπερ αὐτοῦ λήματι τὰ κατ᾽ αὐτοῦ κακὰ δημοσίᾳ γραφέντα προσετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται μὴ κατὰ προαίρεσιν αὐτοῦ ὑφ᾽ ἑτέρας δυνάμεως τὸν κατ᾽ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὲν ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας συνωμολόγησας, μοχθηρὸς οὐκ ἔστιν, εἰ δὲ ὑφ᾽ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέβαλεν.

Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων, ἀπὸ τῶν γραφῶν τὸν κατὰ τοῦ Θεοῦ σου ἀκοῦσαι ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος, καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι, πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴγε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστι, καὶ οὐκ ἔστιν τῶν ὅλων ἀνώτερος, κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω, ἀντιλέγειν σου τῇ ἀταξίᾳ μὴ θέλων, ζητεῖν, ἀποκρίνομαι· ἐγώ φημι ὅτι

εἰ τὰ κατὰ τοῦ Θεοῦ γεγραμμένα ἀληθῇ εἴη, οὔπω τὸν Θεὸν δείκνυσιν μοχθηρόν. καὶ ὁ Σίμων ἔφη· πῶς τοῦτο συστῆσαι δύνασαι;

Καὶ ὁ Πέτρος· ὅτι ταῖς αὐτὸν κακῶς λεγούσαις φωναῖς τὰ ἐναντία γέγραπται, τοῦ εἵνεκεν οὐδ᾽ ὁπότερον βεβαιωθῆναι δύναται. καὶ ὁ Σίμων· πῶς οὖν τῶν γραφῶν τῶν μὲν αὐτὸν κακὸν λεγουσῶν, τῶν δὲ ἀγαθόν, τὸ ἀληθὲς ἔστιν ἐπιγνῶναι; καὶ ὁ Πέτρος ὅσαι τῶν γραφῶν φωναὶ συμφωνοῦσιν τῇ ὑπ᾽ αὐτοῦ γενομένῃ κτίσει, ἀληθεῖς εἰσιν, ὅσαι δὲ ἐναντίαι, ψευδεῖς τυγχάνουσιν. καὶ ὁ Σίμων ἔφη πῶς δύνασαι ἐναντιουμένας ἑαυταῖς δεῖξαι τὰς γραφάς; καὶ ὁ Πέτρος ἔφη· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεγενῆσθαι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσεσθε. καὶ ὁ Σίμων· τυφλὸν ἔλεγε τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς εἶναι ἐδύνατο, ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ συμφώνως τῷ κτίσαντι αὑτὸν οἰκεῖα πᾶσιν τοῖς ζώοις ἐπιθεὶς ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί οὐ προέγνω τὸν τὴν γυναῖκα αὑτοῦ ἀπατήσοντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὑτοῦ πρὸς τὰς ἐσομένας πράξεις, ἅμα τῷ γεννηθῆναι, τὰ ὀνόματα ἐπιτέθεικεν, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὅ ἑρμηνεύεται ζῆλος, ὅς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὑτοῦ τὸν Ἀβὲλ, ὅ ἐρμηνεύεται πένθος· ἐπ᾽ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς.

Εἰ δὲ Ἀδὰμ ἔργον Θεοῦ ὑπάρχων πρόγνωσιν εἶχεν, πολὺ μᾶλλον ὁ δημιουργήσας αὐτὸν Θεός. καὶ ψεῦδός ἐστιν τὸ γεγράφθαι· ἐνεθυμήθη ὁ Θεός, ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν. καὶ εἰ ἐπείραζεν κύριος τὸν Ἀβραὰμ, ἵνα γνῷ εἰ ὑπομένει. καὶ τὸ γεγραμμένον· καταβάντες ἴδωμεν εἰ κατὰ τὴν κραυγὴν αὐτῶν, τὴν ἐρχομένην πρός με, συντελοῦνται· εἰ δὲ μή, ἵνα γνῶ. καὶ ἵνα μὴ εἰς πολὺ μηκύνω τὸν λόγον, ὅσαι ποτὲ φωναὶ ἄγνοιαν αὐτοῦ καταλέγουσιν ἢ ἄλλο τι χαλεπὸν, ὑφ᾽ ἑτέρων φωνῶν τὰ ἐναντία λεγουσῶν ἀνασκευαζόμεναι ψευδεῖς εἶναι ἐλέγχονται. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτό, καὶ κακώσουσιν καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος ᾧ ἄν δουλεύσωσιν κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται

ὦδε μετὰ ἀποσκευῆς πολλῆς, σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾽ εἰρήνης , τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν.

Τί δέ, οὐχὶ καὶ Μωϋσῆς τὰ ἁμαρτήματα τοῦ λαοῦ προσημαίνει, καὶ τὴν διασπορὰν τὴν εἰς τὰ ἔθνη προδηλοῖ; εἰ δὲ Μωϋσεῖ αὐτὸς δέδωκεν προγινώσκειν, πῶς αὐτὸς οὐκ εἶχεν; ἔχει δέ. εἰ δὲ ἔχει, ὥσπερ καὶ ἐδείξαμεν, περισσόν ἐστιν τὸ γεγραμμένον· ἐνεθυμήθη· καὶ μετεμελήθη· καὶ τό, καταβὰς ὄψομαι· καὶ ὅσα τοιαῦτα· ἅ τινα πρὸ τοῦ γενέσθαι, ὡς ἀποβαίνειν ἤμελλεν, προγνωσθέντα, οἰκονομίᾳ σοφῇ ἀμεταμέλητα λαμβάνει τὴν ἔκβασιν.

Τὸ δὲ θυσιῶν αὐτὸν μὴ ὀρεχθῆναι, φαίνεται ἐκ τοῦ τοὺς ἐπιθυμήσαντας κρεῶν ἅμα τῷ γεύσασθαι ἀναιρεθῆναι, καὶ χωσθέντας ἐπὶ τῷ τάφῳ βουνὸν ἐπιθυμιῶν προσαγορευθῆναι. ὁ δὲ τὴν ἀρχὴν ἐπὶ θύσει ζώων χαλεπαίνων, θύεσθαι αὐτὰ μὴ θέλων, θυσίας ὡς ἐπιθυμῶν οὐ προσέτασσεν, καὶ ἀπ᾽ ἀρχῆς οὐκ ἀπῄτει. ἄνευ γὰρ θύσεως ζώων οὔτε θυσίαι τελοῦνται, οὔθ᾽ αἱ ἀπαρχαὶ δοθῆναι δύνανται. πῶς δὲ σκότῳ καὶ γνόφῳ καὶ θυέλλῃ συνεῖναι δυνατὸν (καὶ γὰρ τοῦτο γέγραπται) τῷ καθαρὸν συστήσαντι οὐρανὸν, καὶ φῶς φαίνειν δημιουργήσαντι τὸν ἥλιον πᾶσιν, τοῖς ἀναριθμήτοις ἄστροις ἀμεταμέλητον ὁρίσαντι τῶν δρόμων τὴν τάξιν. οὕτως, ὢ Σίμων, τὸ τοῦ Θεοῦ χειρόγραφον, λέγω δὲ τὸν οὐρανόν, καθαρὰν καὶ βεβαίαν τὴν τοῦ πεποιηκότος δείκνυσιν γνώμην.

Οὕτως αἱ τοῦ τὸν οὐρανὸν κτίσαντος Θεοῦ διάβολοι φωναὶ καὶ ὑπὸ τῶν σὺν αὐταῖς ἐναντίων φωνῶν ἀκυροῦνται, καὶ ὑπὸ τῆς κτίσεως ἐλέγχονται. οὐ γὰρ ὑπὸ χειρὸς προφητικῆς ἐγράφησαν. δι᾽ ὃ καὶ τοῦ τὰ πάντα κτίσαντος Θεοῦ χειρὶ ἐναντίαι φαίνονται. καὶ ὁ Σίπων ἔφη πῶς τοῦτο ἀποδεῖξαι δύνῃ;

Καὶ ὁ Πέτρος· ὁ τοῦ Θεοῦ νόμος διὰ Μωϋσέως ἑβδομήκοντα σοφοῖς ἀνδράσιν ἀγράφως ἐδόθη, παραδεδόσθαι, ἵνα τῇ διαδοχῇ πολιτεύεσθαι δύνηται. μετὰ δὲ τὴν Μωϋσέως ἀνάληψιν ἐγράφη ὑπό τινος, οὐ μὴν ὑπὸ Μωϋσέως. ἐν αὐτῷ γὰρ τῷ νόμῳ γέγραπται· καὶ ἀπέθανεν Μωϋσῆς καὶ ἔθαψαν αὐτὸν ἐγγὺς οἴκου Φογόρ, καὶ οὐδεὶς οἶδεν τὴν ταφὴν αὐτοῦ ἕως τῆς δήμουραν. υἱόν τε ἦν ἀποθανόντα Μωϋσῆν γράφειν, ἀπέθανεν Μωϋσῆς; ἐπεὶ ἐν τῷ

μετὰ Μωυσέα χρόνῳ, ὥς γε ἔτη που πεντακόσια ἢ καὶ πρός, ἐν τῷ κτισθέντι ναῷ κείμενος εὑρίσκεται, καὶ μεθ᾽ ἕτερά που πεντακόσια ἔτη φέρεται, καὶ ἐπὶ τοῦ Ναβουχοδονόσορ οὕτως ἐμπρησθεὶς ἀπόλλυται. καὶ ὅμως μετὰ Μωϋσῆν γραφεὶς καὶ πολλάκις ἀπολωλὼς τὴν τοῦ Μωϋσέως πρόγνωσιν καὶ οὗτος ὡμολόγησεν, ὅτι τὸν ἀφανισμὸν αὐτοῦ προειδὼς οὐκ ἔγραψεν· οἱ δὲ γράψαντες τῷ τὸν ἀφανισμὸν μὴ προεγνωκέναι ἐπ᾽ ἀγνωσίας ἐλεγχθέντες, προφῆται οὐκ ἦσαν.