Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Πλὴν ἐπὶ τὸν πρῶτον τῆς ἀληθείας ἐφόρα μοι λόγον. ἐὰν τῷ ὑπὸ χειρῶν Θεοῦ κυοφορηθέντι ἀνθρώπῳ τὸ ἅγιον Χριστοῦ
μὴ δῷ τις ἔχειν πνεῦμα, πῶς ἑτέρῳ τινὶ ἐκ μυσαρᾶς σταγόνος γεγενημένῳ διδοὺς ἔχειν οὐ τὰ μέγιστα ἀσεβεῖ; τὰ δὲ μέγιστα εὐσεβῇ, ἐὰν ἑτέρῳ μὲν μὴ δῴη ἔχειν, ἐκεῖνον δὲ μόνον ἔχειν λέγοι, ὃς ἀπ᾽ ἀρχῆς αἰῶνος ἅμα τοῖς ὀνόμασιν μορφὰς ἀλλάσσων τὸν αἰῶνα τρέχει, μέχρις ὅτε ἰδίων χρόνων τυχών, διὰ τοὺς καμάτους Θεοῦ ἐλέει χρισθείς, εἰς ἀεὶ ἕξει τὴν ἀνάπαυσιν. οὗτος ἄρχειν τε καὶ κυριεύειν πάντων τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν τετίμηται· πρὸς τούτοις δὲ αὐτοῦ πεποιηκότος τὸν ἄνθρωπον τὴν πνοὴν ἔσχεν, ψυχῆς ἄῤῥητον περιβολήν, ὅπως ἀθάνατος εἶναι δυνηθῇ.Οὗτος αὐτὸς μόνος ἀληθὴς ὑπάρξας προφήτης ἑκάστῳ ζώῳ κατ᾽ ἀξίαν τῆς φύσεως, καθὼς ὁ πεποιηκὼς αὐτόν, οἰκείως τέθεικεν τὰ ὀνόματα. εἴ τι γὰρ ἐπωνόμασεν, τοῦτο ἦν καὶ ἐκ τοῦ πεποιηκότος ὄνομα τῷ γεγενημένῳ. διὸ πῶς ἔτι φυτοῦ χρείαν εἶχε προσλαβεῖν, ἵνα τί ποτέ ἐστιν ἴδῃ καλὸν ἢ κακόν; ἐνετέλλετο. ἀλλὰ ταῦτα πιστεύουσιν οἱ ἄκριτοι, οἱ ἄλογον θηρίον Θεοῦ κτίσαντος αὐτούς τε καὶ τὰ πάντα ἐνεργητικώτερον γεγενῆσθαι οἰηθέντες.
Πλὴν τούτῳ σύζυγος συνεκτίσθη θήλεια φύσις, πολὺ ἀποδέουσα αὐτοῦ, ὡς οὐσία μετουσίας, ὡς ἡλίου σελήνη, ὡς φωτὸς τὸ πῦρ. αὕτη τοῦ νῦν κόσμου ὡς θήλεια ὁμοίου ἄρχουσα πρώτη προφῆτις εἶναι πεπίστευται, μετὰ πάντων τῶν ἐν γεννητοῖς γυναικῶν προφητείαν ἐπαγγελλομένη. ὁ δὲ ἕτερος, ὡς υἱὸς ἀνθρώπου ἄρσην ὤν, καὶ τὰ διαφέροντα ὡς ἄρσενι τῷ μέλλοντι αἰῶνι πρωτεύει.
Δύο οὖν ἡμῖν γενικαὶ ἔστωσαν προφητείαι· ἡ μὲν ἀῤῥενική· καὶ διωρίσθω, ὅτι ἡ μὲν πρώτη ἄρσην οὖσα δευτέρα τοῦ λοιποῦ τέτακται κατὰ τὸν τῆς προόδου λόγον, ἡ δὲ δευτέρα θῆλυς οὖσα πρώτη ὡρίσθη ἔρχεσθαι ἐν τῇ τῶν συζυγιῶν προελεύσει. ἡ μὲν οὖν ἐν γεννητοῖς γυναικῶν οὖσα, ὡς θήλεια τοῦ νῦν κόσμου ἐπαγγελλομένη, ἀῤῥενικὴ εἶναι πιστεύεσθαι θέλει. διὸ κλέπτουσα τὰ τοῦ ἄρσενος σπέρματα, καὶ τοῖς ἰδίοις τῆς σαρκὸς σπέρμασιν ἐπισκέπεσα, ὡς ὅλα ἴδια συνεκφέρει τὰ γεννήματα, τοῦτ᾽ ἔστιν τὰ ῥήματα. καὶ τὸν παρόντα ἐπίγειον πλοῦτον ὡς προῖκα δώσειν ἐπαγγέλλεται, τῷ ταχεῖ τὸ βραδύ, τὸ βραχὺ τῷ μείζονι ὑπαλλάξαι θέλουσα.
Πολλοὺς μέντοι θεοὺς λέγειν καὶ ἀκούειν οὐ μόνον τολμῶσα, ἀλλὰ καὶ αὐτὴ γενέσθαι πιστεύουσα, καὶ ἐλπίδι τοῦ γενέσθαι, ὃ μὴ ἔχει φύσιν, καὶ ὃ ἔχει προσαπολλύουσα, καὶ ὡς θήλεια
ἐν μηνίοις γινομένη προφάσει θυσιῶν αἱμάσσεται, καὶ οὕτως τοὺς ψαύοντας αὐτῆς μολύνει. ἐπὰν δὲ συλλαβοῦσα τοὺς προσκαίρους τίκτῃ βασιλεῖς, τοὺς αἷμα πολὺ χέοντας ἐγείρει πολέμους. τοὺς δὲ παρ᾽ αὐτῆς μαθεῖν ἀλήθειαν ὀρεγομένους τῷ τὰ πάντα λέγειν τὰ ἐναντία καὶ πολλὰς καὶ διαφόρους παρέχειν ὑπουργίας ζητοῦντας αἰεὶ καὶ μηδὲν εὑρίσκοντας μέχρις αὐτοῦ θανάτου καθίστησιν. ἀπ᾽ ἀρχῆς γὰρ ἀνθρώποις τυφλοῖς θανάτου κεῖται πρόφασις· πλάνα γὰρ καὶ ἀμφίβολα καὶ λοξὰ προφητεύουσα τοὺς πιστεύοντας ἀπατᾷ.Δἰ ὅ τῷ πρωτοτόκῳ αὐτῆς ἀμφοτερίζον ἐπέθηκεν ὄνομα, καλέσασα Καΐν· ὅ διχῇ ἔχει τῆς ἑρμηνείας τὴν ἐκδοχήν. ἑρμηνεύεται γὰρ καὶ κτῆσις καὶ ζῆλος, ὡς ζηλοῦν αὐτοῦ μέλλοντος ἐν τοῖς ἐσομένοις ἢ γυναῖκα ἢ κτήματα ἢ τὴν τῶν γονέων πρὸς αὐτὴν στοργήν. εἰ δὲ ἄρα μηδὲν τούτων γένηται, καὶ οὕτως τὸ κτῆμα λέγεσθαι καλῶς ἐπιτέτευκται. αὐτὸν γὰρ πρῶτον ἐκτήσατο, ὅπερ αὐτῇ καὶ ἐχρησίμευσεν. φονεὺς γὰρ ἦν καὶ ψεύστης καὶ μετὰ ἁμαρτιῶν ἡσυχάζειν μηδὲ ἐπὶ τῷ ἄρχειν θέλων. ἔτι μὴν καὶ οἱ ἀπὸ τῆς τούτου διαδοχῆς προεληλυθότες πρῶτοι μοιχοὶ ἐγένοντο· καὶ ψαλτήρια καὶ κιθάραι καὶ χαλκεῖς ὅπλων πολεμικῶν ἐγένοντο. δι᾽ ὃ καὶ ἡ τῶν ἐγγόνων προφητεία, μοιχῶν καὶ ψαλτηρίων γέμουσα, λανθανόντως διὰ τῶν ἡδυπαθειῶν ὡς τοὺς πολέμους ἐγείρει.
Ὁ δὲ ἐν υἱοῖς ἀνθρώπων προφητείαν ἔμφυτον ψυχῆς ἰδίαν ἔχων, ῥητῶς ὡς ἄρσην τοῦ μέλλοντος αἰῶνος τὰς ἐλπίδας μηνύων, τὸν αὑτοῦ υἱὸν προσηγόρευσεν Ἀβέλ, ὅ ἄνευ πάσης ἀμφιβολίας πένθος ἑρμηνεύεται. πενθεῖν γὰρ τοῖς αὐτοῦ υἱοῖς παρέχει τοὺς ἐξαπατωμένους ἀδελφοὺς αὐτῶν. ἀψευστεῖ αὐτοῖς ἐν τῷ μέλλοντι αἰῶνι τὴν παράκλησιν ὑπισχνούμενος. Θεὸν ἕνα μόνον αἰτεῖν λέγων, θεοὺς οὔτε αὐτὸς λέγει, οὔτε ἄλλῳ λέγοντι πιστεύει. καλὸν ὅ ἔχει τηρεῖ καὶ ἐπὶ πλείονα αὔξει. θυσίας, αἵματα, σπονδὰς μισεῖ· ἁγνοὺς, καθαροὺς, ὁσίους ἀγαπᾷ. πῦρ βωμῶν σβέννυσιν, πολέμους καταργεῖ, εἰρήνην διδάσκει, σωφροσύνην ἐντέλλεται, τὰς ἁμαρτίας καθαίρει, γάμον νομιτεύει, ἐγκράτειαν συγχωρεῖ, εἰς ἁγνείαν πάντας ἄγει, ἐλεημονικοὺς ποιεῖ, δικαιοσύνην νομιτεύει, τοὺς τελείους αὐτῶν σφραγίζει, καὶ τὸν τῆς ἀναπαύσεως λόγον ἐκφαίνει, ῥητὰ προφητεύει, σαφῆ λέγει, πῦρ αἰώνιον κολάσεως πυκνῶς ὑπομιμνήσκει, βασιλείαν Θεοῦ συνεχῶς καταγγέλλει, πλοῦτον οὐράνιον μηνύει, δόξαν ἀναφαίρετον ὑποσχεῖται, τῆς ἁμαρτίας τὴν ἄφεσιν ἔργῳ δείκνυσιν.
Καὶ τί δεῖ λέγειν; ὁ ἄρσην ὅλως ἀλήθεια, ἡ θήλεια ὅλη πλάνη, ὁ δὲ ἐξ ἄρσενος καὶ θηλείας γεγονὼς ἅ μὲν ψεύδεται, ἅ δὲ ἀληθεύει. ἡ γὰρ θήλεια ἰδίῳ αἵματι ὥσπερ ἐρυθρῷ πυρὶ περιβάλλουσα τὸ τοῦ ἄρσενος λευκὸν σπέρμα, ἀλλοτρίοις ἐρείσμασιν ὀστέων τὸ ἀσθενὲς αὐτῆς συνίστησιν, καὶ τῷ τῆς σαρκὸς προσκαίρῳ ἄνθει τέρπουσα, καὶ βραχείαις ἡδοναῖς τοῦ λογισμοῦ τὴν ἰσχὺν ὑποσυλῶσα, τοὺς πλείονας εἰς μοιχείαν ἄγει, καὶ οὕτως τοῦ μέλλοντος καλοῦ στερίσκει νυμφίου. νύμφη γάρ ἐστιν ὁ πᾶς ἄνθρωπος , ὁπότ᾽ ἄν τοῦ ἀληθοῦς προφήτου λευκῷ λόγῳ ἀληθείας σπειρόμενος φωτίζηται τὸν νοῦν.
Δἰ ὅ ἑνὸς μόνου τοῦ τῆς ἀληθείας προφήτου ἀκούειν δεῖ, εἰδότα ὅτι ὁ παρ᾽ ἑτέρου σπαρεὶς λόγος, μοιχείας ἔγκλημα λαβών, ὡς ὑπὸ νυμφίου τῆς βασιλείας αὐτοῦ ἐκβάλλεται. τοῖς δὲ τὸ μυστήριον εἰδόσιν ὑπὸ ψυχικῆς μοιχείας καὶ θάνατος γίνεται. ὁπότ᾽ ἄν ἡ ψυχὴ ὑφ᾽ ἑτέρων σπαρῇ, τότε ὡς πορνεύσασα ἢ μοιχευσαμένη ὑπὸ τοῦ πνεύματος ἐγκαταλείπεται, καὶ οὕτως τὸ ἔμψυχον σῶμα, τοῦ ζωοποιοῦ πνεύματος χωρισθέντος, εἰς γῆν ἀναλύεται, καὶ τοῦ ἁμαρτήματος ἡ κατ᾽ ἀξίαν κόλασις ἐν τῷ τῆς κρίσεως καιρῷ ἀποδίδοται τῇ ψυχῇ μετὰ τὴν τοῦ σώματος ἀνάλυσιν· ὥσπερ ἐπ᾽ ἀνθρώπων ἡ ἐπὶ μοιχείᾳ φωραθεῖσα πρῶτον τῶν οἴκων ἐκβάλλεται, εἶθ’ ὕστερον ἐπὶ καταδίκῃ κρίνεται.
Τοῦ Πέτρου τοῦτον αὐτὸν μέλλοντος ἡμῖν τελείως ἐκφαίνειν τὸν μυστικὸν τοῦτον λόγον, Ζακχαῖος ἧκεν λέγων· ἤδη λοιπόν, ὦ Πέτρε, καιρὸς πρὸς τὸ ἐκβάντα διαλεχθῆναί σε. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς ἀναμένει σε ὄχλος, οὗ ἐν μέσῳ ὡς πολέμαρχος ὑπ᾽ αὐτοῦ δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας ὡς μήπω εἰληφότι τὸ πρὸς σωτηρίαν βάπτισμα, τοῖς ἤδη τελείοις ἔφη ἐγερθέντες εὐξώμεθα, ἵνα ὁ Θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ᾽ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ ταῦτ᾽ εἰπὼν εὐξάμενος ἐξῄει εἰς τὸν ὕπαιθρον τῆς αὐλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ τοῦ ἐποπτεῦσαι χάριν, τῆς διακρίσεως αὐτοῦ ἐπὶ τὸ σπεύδειν τοῦ ἀκούειν σπουδαιοτέρους πεποιηκυίας.
Στὰς οὖν, καὶ ἰδὼν μετὰ πολλῆς ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα,
τοῦ λέγειν ἤρξατο οὕτως· εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμοις ἔχουσιν δεξιὰς διδόναι τῇ τοῦ Θεοῦ ἀληθείᾳ, ἥν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς, τοῦ ἐν ὑπεροχῇ συμφέροντος ἀψευδὴς ὑπάρχων προφήτης, ταύτην ἡμῖν ἐνετείλατο προφάσει προσηγορίας πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη, εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε ἡμεῖς ἀποτιναξάμενοι εἰς μαρτυρίαν τῶν ποδῶν ἡμῶν τὸν ἐκ τῶν ὁδῶν κονιορτόν, ὅν διὰ τοὺς καμάτους βαστάξαντες ἠνέγκαμεν πρὸς ὑμᾶς ὅπως σωθῆτε, εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις.Καὶ ἀληθῶς ὑμῖν λέγομεν· ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῷ τῆς ἀπειθείας τόπῳ ἐνδιατελεῖν· πρῶτον μὲν, ὅτι τὸ εὔλογον ἀφ᾽ ἑαυτῶν οὐκ ἐνοήσατε· δεύτερον, ὅτι ἀκούσαντες τὰ καθ᾽ ἡμᾶς οὐκ ἤλθετε πρὸς ἡμᾶς· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. δι᾽ ὅ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ᾽ ὑμᾶς. δἰ οὖν ταύτην ἔχειν θέλετε, δεῖ ὑμᾶς προθύμως τὸ μὴ ἀδικεῖν ἀναδέξασθαι, καὶ τὸ ἀδικεῖσθαι γενναίως φέρειν, ὅπερ ἀνθρώπου φύσις οὐκ ἄν ὑποσταίη, ἐὰν μὴ πρότερον τοῦ ἐν ὑπεροχῇ συμφέροντος τὴν γνῶσιν λάβῃ, ὅπερ ἐστὶν τὸ εἰδέναι τοῦ πάντα ὑπερέχοντος τὴν δικαίαν φύσιν, ὅτι ἀδικουμένους ἐκδικῶν τιμωρεῖ, καὶ τοὺς εὐσεβοῦντας εἰς ἀεὶ εὐεργετεῖ.
Ὑμεῖς οὖν ὡς Θεοῦ δοῦλοι εὐγνώμονες, ἀφ᾽ ἑαυτῶν τὸ εὔλογον νοοῦντες, τὴν αὐτῷ ἀρέσκουσαν ἀναδέξασθε πολιτείαν, ἵνα οὕτως αὐτὸν φιλοῦντες καὶ φιλούμενοι ὑπ᾽ αὐτοῦ εἰς ἀεὶ τὸ συμφέρον ἔχοιτε. αὐτῷ γὰρ μόνῳ τὸ παρασχεῖν δυνατώτατόν ἐστιν, τῷ τὰ μὴ ὄντα εἰς τὸ εἶναι συστησαμένῳ, οὐρανὸν δημιουργήσαντι, γῆν πιλώσαντι, θάλασσαν περιορίσαντι, τὰ ἐν ᾅδῃ ταμιεύσαντι καὶ τὰ πάντα ἀέρι πληρώσαντι.
Οὗτος μόνος τὴν μίαν καὶ πρώτην μονοειδῆ οὐσίαν τετραχῶς καὶ ἐναντίως ἔτρεψεν εἶτα μίξας μυρίας κράσεις ἐξ αὐτῶν ἐποίησεν, ἵνα εἰς ἐναντίας φύσεις τετραμμέναι καὶ μεμιγμέναι τοῦ ζῆν ἡδονὴν ἐκ τῆς ἀντισυζυγίας ἐργάσωνται. ὁμῶς αὐτὸς μόνος δήμους ἀγγέλων καὶ πνευμάτων βουλῆς νεύματι δημιουργήσας, ἔπλησε τοὺς ἐράνους ὡς καὶ τὸ φαινόμενον στερέωμα ἄστροις ἐκόσμησεν, οἷς
καὶ τρίβους ὥρισεν καὶ δρόμον ἔταξεν· γῆν ἐπίλωσεν εἰς καρπῶν αὔξησιν· θάλασσαν δὲ περιώρισεν, ἐν ἀνύδροις οἴκησιν ἀφορίσας τὰ ἐν ιἅδῃ ταμιεύει, ψυχῶν χῶρον ὀνομάσας· τὰ δὲ πάντα ἔπλησεν ἀέρος, ἵνα πάντα τὰ ζῶα πρὸς τὸ ζῆν ἀδεῶς ἀναπνέειν ἔχοι.Ὥ τῆς μεγάλης Θεοῦ φρονίμου χειρὸς τῆς ἐν πᾶσιν πάντα ποιούσης! μυρίος γὰρ ὄχλος πτηνῶν ὑπ᾽ αὐτοῦ γεγένηται, καὶ οὗτος ποικίλος, πρὸς τὸν ἕτερον μετὰ πάντα ἐξηλλαγμένος, λέγω δὲ τά τε χρώματα, ῥάμφη, ὄνυχας, βλέμματα, γνώμας, φθέγματα καὶ τὰ λοιπὰ πάντα. πόσαι δὲ καὶ φυτῶν διάφοροι ἰδέαι, χρώμασιν καὶ ποιότησιν καὶ ὀδμαῖς ἀπείροις διωρισμέναι ! πόσα δὲ τῆς χέρσου ζῶα καὶ τῶν ἐν ὕδασιν, ὧν ἀδύνατον εἰπεῖν σχήματα, μορφάς, θέσεις, χρῶμα, βίους, γνώμας, φύσεις, ὄχλον· ἔτι τε ὀρέων πλήθη καὶ ὕψη, λίθων διαφορὰς, μύχους φοβεροὺς, πηγὰς, ποταμοὺς, λίμνας, θαλάσσας, λιμένας, νήσους, ὕλας, οἰκουμένην τε πᾶσαν καὶ ἀοικήτους τόπους.
Πόσα δὲ καὶ ἄλλα ἄγνωστα τυγχάνει, στοχασμὸν ἀνθρώπων ἐκπεφευγότα! τῶν δὲ ἐν καταλήψει ὄντων τίς ἀνθρώπων ἕνα ὅρον οἶδεν λέγω δέ, πῶς οὐρανὸς εἱλεῖται, πῶς ἄστρα φέρεται, καὶ τίνας ἔχουσιν τὰς μορφὰς καὶ τοῦ ζῆν τὴν σύστασιν, τίνες τε οἱ τούτων ἀερώδεις τρίβοι, πόθεν τε καὶ τὰ ἀνέμων πνεύματα περιωθεῖται, καὶ διαφόρους ἔχει τὰς ἐνεργείας, πόθεν ἀνελλιπῶς βρύουσιν αἱ πηγαί, καὶ ἀέναοι ποταμοὶ γινόμενοι εἰς θάλασσαν καταντῶσιν, καὶ οὔτε ὅθεν ἔρχονται κενοῦται, οὔτε ὅπου ἀπέρχονται πληροῦσιν· μέχρι ποῦ τοῦ ἀπεράντου ταρτάρου τὸ ἄπειρον βάθος· ἐπὶ τίνι ἄρα ἐπεωρεῖται ὁ πάντα περιέχων οὐρανός· πῶς νέφη ἐξ ἀέρος βρύει, καὶ εἰς ἀέρα συμπίνεται· τίς φύσις βροντῶν καὶ ἀστραπῶν, χιόνων, χαλάζης, ὁμίχλης, κρυστάλλων, καταιγίδων, ὄμβρων, νεφῶν αἰωρουμένων· καὶ πῶς φυτά, ζῶα πλάσσει· καὶ ταῦτα διαφοραῖς ἀναριθμήτοις πάσῃ ἀκριβείᾳ συνεχῶς ἀποτελούμενα.