Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Τινὶ γὰρ προφητείαν ἐπαγγέλλεσθαι θέλοντι ἐὰν συγχωρηθῇ πιστεύεσθαι ἐν οἷς ψεύστης φωρᾶται, ὅτι τότε τὸ τῆς προγνώσεως ἅγιον οὐκ εἶχεν πνεῦμα, οὐκ εὐέλεγκτος ἔσται ψεύστης ὑπάρχων προφήτης· ἐν οἷς γὰρ ὡς πολλὰ λέγων ὀλίγα ἐπιτυγχάνει, τότου τὸ
πνεῦμα ἔχειν πιστεύεται, ὅτε τὰ πρῶτα ἔσχατα λέγει, τὰ ἔσχατα πρῶτα, τὰ γενόμενα ὡς ἐσόμενα, τὰ ἐσόμενα ὡς ἤδη γεγονότα, ἀλλὰ καὶ ἀνακόλουθα, ἢ καὶ ἐξ ἄλλων ὑφῃρημένα καὶ μεταμεμορφωμένα, ἅ δὲ μεμειωμένα, ἀνείδεα, ἀνόητα, ἀμφίβολα, ἄδοξα, ἄδηλα, πάσης κεκραγότα δυσσυνειδησίας.Ὁ δὲ ἡμέτερος διδάσκαλος οὐδέν τι τοιοῦτο προεφητεύσατο, ἀλλ᾽, ὡς φθάσας εἶπον, προφήτης ὤν ἐμφύτῳ καὶ ἀεννάῳ πνεύματι πάντα πάντοτε ἐπιστάμενος τεθαῤῥηκὼς ἐξετίθετο, ὡς προέλεγον, σαφῶς, πάθη, τόπους, ἐμπροθέσμους χρόνους, τρόπους, ὅρους. αὐτίκα γοῦν περὶ τοῦ ἁγιάσματος προλέγων ἔφη· ὁρᾶτε τὰς οἰκοδομὰς ταύτας; ἀμὴν ὑμῖν λέγω, λίθος ἐπὶ λίθον οὐ μὴ ἀφεθῇ ὧδε, ὅς οὐ μὴ καθαιρεθῇ· καὶ οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, καὶ καθαίρεσις ἀρχὴν λήψεται. ἐλεύσονται γὰρ καὶ καθιοῦσιν ἐνταῦθα, καὶ περιχαρακώσουσι, καὶ τὰ τέκνα ὑμῶν ἐνταῦθα κατασφάξουσιν. ὅμως καὶ τὰ ἑξῆς εἴρηκεν σαφεῖ φωνῇ, ἅτινα αὐτοῖς ὀφθαλμοῖς ἰδεῖν ἔχομεν· ἵνα ἐφ᾽ ὧν ὁ λόγος ἐῤῥέθη, καὶ τὸ ἔργον γένηται. πρὸς γὰρ πίστιν ἀκουόντων τὸν λόγον τῆς ἀποδείξεως ὁ τῆς ἀληθείας ποιεῖται προφήτης.
Πλὴν πολλοί εἰσιν τῆς πλάνης κήρυκες, ἕνα τὸν τῆς κακίας ἡγεμόνα ἔχοντες· ᾧ λόγῳ τῆς ἀληθείας εἷς ὤν καὶ αὐτὸς τῆς εὐσεβείας ἡγεμὼν ἐν ἰδίοις καιροῖς τοὺς πάντας καθαροὺς εὑρεθέντας ἕξει προφήτας. ἡ δὲ πολλὴ τῶν πεπλανημένων τὸ μὴ πρότερον νοῆσαι τὸν τῆς συζυγίας λόγον, αἰτία γέγονεν αὕτη· ὅν ἰδίᾳ ὑμῖν ἑκάστοτε οὐ παύσομαι ἐκτιθέμενος κεφαλαιωδῶς· πολὺ γὰρ τὸ κατ᾽ εἶδος λέγειν. ὑμεῖς οὖν τῶν λεγομένων γένεσθέ μοι φιλαληθεῖς κριταί.
Τοῦ δὲ λέγειν ἄρξομαι ἤδη. Θεοῦ τοῦ τὰ πάντα πεποιηκότος τὸ μέγα καὶ ἅγιον τῆς προγνώσεως αὐτοῦ πνεῦμα εἰ μὴ τῷ ὑπὸ χειρῶν αὐτοῦ κυοφορηθέντι ἀνθρώπῳ δῴη τις ἐσχηκέναι, πῶς ἔτι ἑτέρῳ τῳ ἐκ μυσαρᾶς σταγόνος γεννηθέντι ὁ ἀπονέμων οὐ τὰ μέγιστα ἁμαρτάνει; καὶ οὐκ οἶμαι αὐτὸν συγγνώμης τυγχάνειν, κἄν ὑπὸ νόθου γραφῆς κατὰ τοῦ πάντων πατρὸς δεινὰ νοεῖν ἀπατηθείη ὁ γὰρ εἰκόνα, καὶ ταῦτα αἰωνίου βασιλέως ὑβρίσας, τὴν ἁμαρτίαν εἰς ἐκεῖνον ἀναφερομένην ἔχει, οὗπερ καθ᾽ ὁμοίωσιν ἡ εἰκὼν ἐτύγχανεν οὖσα. ἀλλά, φησίν, ἁμαρτήσαντα κατέλειπεν τὸ θεῖον πνεῦμα. οὐκοῦν συνήμαρτεν· καὶ πῶς ὁ τοῦτο λέγων οὐ κινδυνεύει; ἀλλὰ μετὰ τὸ
ἁμαρτῆσαι εἰλήφει τὸ πνεῦμα. ἀδίκοις ἄρα δέδοται· καὶ ποῦ τὸ δίκαιον; ἀλλὰ δικαίοις καὶ ἀδίκοις ἐπιχορηγεῖται. τοῦτο πάντων ἀδικώτατον. οὕτως πᾶν ψεῦσμα, κἄν μυρίαις ἐπινοίαις βοηθῆται, τὸν ἔλεγχον κἄν ἐν μακρῷ χρόνῳ λαβεῖν ἔχῃ.Μὴ ἀπατᾶσθε. ὁ πατὴρ ἡμῶν οὐδὲν ἠγνόει. ὁπότου καὶ ὁ δημοσίᾳ κείμενος νόμος, ἀγνοίας ἐγκλήματι διὰ τοὺς ἀναξίους σκέπων αὐτόν, τοὺς ἀληθείας γλιχομένους ἐπ᾽ αὐτὸν ἀναπέμπει λέγων ἐξέτασον τὸν πατέρα σου καὶ ἐρεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἀναγγελοῦσί σοι. τοῦτον ἐχρῆν τὸν πατέρα ζητῆσαι. ἀλλ᾽ οὐκ ἐζήτησας, τίνος ἐστὶν ὁ τῆς βασιλείας χρόνος, τίνος ἡ τῆς προφητείας καθέδρα, καίτοι αὐτοῦ ἑαυτὸν μηνύοντος τῷ λέγειν· ἐπὶ τῆς καθέδρας Μωυσέως ἐκάθησαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι· πάντα ὅσα λέγωσιν ὑμῖν, ἀκούετε αὐτῶν. αὐτῶν δέ, εἶπεν, ὡς τὴν κλεῖδα τῆς βασιλείας πεπιστευμένων, ἥ τις ἐστὶν γνῶσις, ἥ μόνη τὴν πύλην τῆς ζωῆς ἀνοῖξαι δύναται, δι᾽ ἧς μόνης εἰς τὴν αἰωνίαν ζωὴν εἰσελθεῖν ἔστιν. ἀλλὰ ναί, φησίν, κρατοῦσι μὲν τὴν κλεῖν, τοῖς δὲ βουλομένοις εἰσελθεῖν οὐ παρέχουσιν.
Διὰ τοῦτο, φημί, αὐτὸς τῆς καθέδρας ἐγερθείς, ὡς πατὴρ ὑπὲρ τέκνων, τὰ ἀπ᾽ αἰῶνος ἐν κρυπτῷ ἀξίοις παραδιδόμενα κηρύσσων, μέχρις αὐτῶν ἐθνῶν τὸν ἔλεον ἐκτείνων καὶ ψυχὰς παντων ἐλεῶν, ἰδίου αἵματος ἠμέλει. μέλλοντος γὰρ αἰῶνος βασιλεὺς εἶναι κατηξιωμένος πρὸς τὸν νῦν ἐμπρόθεσμος παρειληφότα νόμῳ τὴν βασιλείαν. καὶ τὸ μέγιστον ὅπερ αὐτὸν λίαν ἐλύπει ἐστὶ τοῦτο, ὅτι ὑπὲρ ὧν ὡς τέκνων τὴν μάχην ἐποιεῖτο, ὑπ᾽ αὐτῶν ἀγνοίας αἰτίᾳ ἐπολεμεῖτο. καὶ ὅμως ἠγάπα καὶ τοὺς μισοῦτας, καὶ ἐκλαίει τοὺς ἀπειθοῦντας, καὶ εὐλόγει τοὺς λοιδοροῦντας, ηὔχετο ὑπὲρ ἐχθραινόντων. καὶ οὐ μόνον ταῦτα ἐποίει ὡς πατήρ, ἀλλὰ καὶ τοὺς αὐτοῦ μαθητάς, ὡς πρὸς ἀδελφοὺς ἔχοντας, τὰ ὅμοια ποιεῖν ἐδίδασκεν. τοῦτο πατήρ, τοῦτο προφήτης, τοῦτο εὔλογον τὸ αὐτὸν ἰδίων τέκνων βασιλεῦσαι· ἵνα τῇ ἐκ πατρὸς πρὸς τέκνα στοργῇ καὶ τῶν τέκνων πρὸς τὸν πατέρα ἐνδιαθέτῳ τιμῇ αἰωνία εἰρήνη γενέσθαι δυνηθῇ. τοῦ γὰρ εὐλόγου βασιλεύοντος, ἐπὶ τοὺς βασιλευομένους ἀληθὴς χαρὰ περὶ τοῦ βασιλεύοντος γίνεται.
Πλὴν ἐπὶ τὸν πρῶτον τῆς ἀληθείας ἐφόρα μοι λόγον. ἐὰν τῷ ὑπὸ χειρῶν Θεοῦ κυοφορηθέντι ἀνθρώπῳ τὸ ἅγιον Χριστοῦ
μὴ δῷ τις ἔχειν πνεῦμα, πῶς ἑτέρῳ τινὶ ἐκ μυσαρᾶς σταγόνος γεγενημένῳ διδοὺς ἔχειν οὐ τὰ μέγιστα ἀσεβεῖ; τὰ δὲ μέγιστα εὐσεβῇ, ἐὰν ἑτέρῳ μὲν μὴ δῴη ἔχειν, ἐκεῖνον δὲ μόνον ἔχειν λέγοι, ὃς ἀπ᾽ ἀρχῆς αἰῶνος ἅμα τοῖς ὀνόμασιν μορφὰς ἀλλάσσων τὸν αἰῶνα τρέχει, μέχρις ὅτε ἰδίων χρόνων τυχών, διὰ τοὺς καμάτους Θεοῦ ἐλέει χρισθείς, εἰς ἀεὶ ἕξει τὴν ἀνάπαυσιν. οὗτος ἄρχειν τε καὶ κυριεύειν πάντων τῶν ἐν ἀέρι καὶ γῇ καὶ ὕδασιν τετίμηται· πρὸς τούτοις δὲ αὐτοῦ πεποιηκότος τὸν ἄνθρωπον τὴν πνοὴν ἔσχεν, ψυχῆς ἄῤῥητον περιβολήν, ὅπως ἀθάνατος εἶναι δυνηθῇ.Οὗτος αὐτὸς μόνος ἀληθὴς ὑπάρξας προφήτης ἑκάστῳ ζώῳ κατ᾽ ἀξίαν τῆς φύσεως, καθὼς ὁ πεποιηκὼς αὐτόν, οἰκείως τέθεικεν τὰ ὀνόματα. εἴ τι γὰρ ἐπωνόμασεν, τοῦτο ἦν καὶ ἐκ τοῦ πεποιηκότος ὄνομα τῷ γεγενημένῳ. διὸ πῶς ἔτι φυτοῦ χρείαν εἶχε προσλαβεῖν, ἵνα τί ποτέ ἐστιν ἴδῃ καλὸν ἢ κακόν; ἐνετέλλετο. ἀλλὰ ταῦτα πιστεύουσιν οἱ ἄκριτοι, οἱ ἄλογον θηρίον Θεοῦ κτίσαντος αὐτούς τε καὶ τὰ πάντα ἐνεργητικώτερον γεγενῆσθαι οἰηθέντες.
Πλὴν τούτῳ σύζυγος συνεκτίσθη θήλεια φύσις, πολὺ ἀποδέουσα αὐτοῦ, ὡς οὐσία μετουσίας, ὡς ἡλίου σελήνη, ὡς φωτὸς τὸ πῦρ. αὕτη τοῦ νῦν κόσμου ὡς θήλεια ὁμοίου ἄρχουσα πρώτη προφῆτις εἶναι πεπίστευται, μετὰ πάντων τῶν ἐν γεννητοῖς γυναικῶν προφητείαν ἐπαγγελλομένη. ὁ δὲ ἕτερος, ὡς υἱὸς ἀνθρώπου ἄρσην ὤν, καὶ τὰ διαφέροντα ὡς ἄρσενι τῷ μέλλοντι αἰῶνι πρωτεύει.
Δύο οὖν ἡμῖν γενικαὶ ἔστωσαν προφητείαι· ἡ μὲν ἀῤῥενική· καὶ διωρίσθω, ὅτι ἡ μὲν πρώτη ἄρσην οὖσα δευτέρα τοῦ λοιποῦ τέτακται κατὰ τὸν τῆς προόδου λόγον, ἡ δὲ δευτέρα θῆλυς οὖσα πρώτη ὡρίσθη ἔρχεσθαι ἐν τῇ τῶν συζυγιῶν προελεύσει. ἡ μὲν οὖν ἐν γεννητοῖς γυναικῶν οὖσα, ὡς θήλεια τοῦ νῦν κόσμου ἐπαγγελλομένη, ἀῤῥενικὴ εἶναι πιστεύεσθαι θέλει. διὸ κλέπτουσα τὰ τοῦ ἄρσενος σπέρματα, καὶ τοῖς ἰδίοις τῆς σαρκὸς σπέρμασιν ἐπισκέπεσα, ὡς ὅλα ἴδια συνεκφέρει τὰ γεννήματα, τοῦτ᾽ ἔστιν τὰ ῥήματα. καὶ τὸν παρόντα ἐπίγειον πλοῦτον ὡς προῖκα δώσειν ἐπαγγέλλεται, τῷ ταχεῖ τὸ βραδύ, τὸ βραχὺ τῷ μείζονι ὑπαλλάξαι θέλουσα.
Πολλοὺς μέντοι θεοὺς λέγειν καὶ ἀκούειν οὐ μόνον τολμῶσα, ἀλλὰ καὶ αὐτὴ γενέσθαι πιστεύουσα, καὶ ἐλπίδι τοῦ γενέσθαι, ὃ μὴ ἔχει φύσιν, καὶ ὃ ἔχει προσαπολλύουσα, καὶ ὡς θήλεια
ἐν μηνίοις γινομένη προφάσει θυσιῶν αἱμάσσεται, καὶ οὕτως τοὺς ψαύοντας αὐτῆς μολύνει. ἐπὰν δὲ συλλαβοῦσα τοὺς προσκαίρους τίκτῃ βασιλεῖς, τοὺς αἷμα πολὺ χέοντας ἐγείρει πολέμους. τοὺς δὲ παρ᾽ αὐτῆς μαθεῖν ἀλήθειαν ὀρεγομένους τῷ τὰ πάντα λέγειν τὰ ἐναντία καὶ πολλὰς καὶ διαφόρους παρέχειν ὑπουργίας ζητοῦντας αἰεὶ καὶ μηδὲν εὑρίσκοντας μέχρις αὐτοῦ θανάτου καθίστησιν. ἀπ᾽ ἀρχῆς γὰρ ἀνθρώποις τυφλοῖς θανάτου κεῖται πρόφασις· πλάνα γὰρ καὶ ἀμφίβολα καὶ λοξὰ προφητεύουσα τοὺς πιστεύοντας ἀπατᾷ.Δἰ ὅ τῷ πρωτοτόκῳ αὐτῆς ἀμφοτερίζον ἐπέθηκεν ὄνομα, καλέσασα Καΐν· ὅ διχῇ ἔχει τῆς ἑρμηνείας τὴν ἐκδοχήν. ἑρμηνεύεται γὰρ καὶ κτῆσις καὶ ζῆλος, ὡς ζηλοῦν αὐτοῦ μέλλοντος ἐν τοῖς ἐσομένοις ἢ γυναῖκα ἢ κτήματα ἢ τὴν τῶν γονέων πρὸς αὐτὴν στοργήν. εἰ δὲ ἄρα μηδὲν τούτων γένηται, καὶ οὕτως τὸ κτῆμα λέγεσθαι καλῶς ἐπιτέτευκται. αὐτὸν γὰρ πρῶτον ἐκτήσατο, ὅπερ αὐτῇ καὶ ἐχρησίμευσεν. φονεὺς γὰρ ἦν καὶ ψεύστης καὶ μετὰ ἁμαρτιῶν ἡσυχάζειν μηδὲ ἐπὶ τῷ ἄρχειν θέλων. ἔτι μὴν καὶ οἱ ἀπὸ τῆς τούτου διαδοχῆς προεληλυθότες πρῶτοι μοιχοὶ ἐγένοντο· καὶ ψαλτήρια καὶ κιθάραι καὶ χαλκεῖς ὅπλων πολεμικῶν ἐγένοντο. δι᾽ ὃ καὶ ἡ τῶν ἐγγόνων προφητεία, μοιχῶν καὶ ψαλτηρίων γέμουσα, λανθανόντως διὰ τῶν ἡδυπαθειῶν ὡς τοὺς πολέμους ἐγείρει.
Ὁ δὲ ἐν υἱοῖς ἀνθρώπων προφητείαν ἔμφυτον ψυχῆς ἰδίαν ἔχων, ῥητῶς ὡς ἄρσην τοῦ μέλλοντος αἰῶνος τὰς ἐλπίδας μηνύων, τὸν αὑτοῦ υἱὸν προσηγόρευσεν Ἀβέλ, ὅ ἄνευ πάσης ἀμφιβολίας πένθος ἑρμηνεύεται. πενθεῖν γὰρ τοῖς αὐτοῦ υἱοῖς παρέχει τοὺς ἐξαπατωμένους ἀδελφοὺς αὐτῶν. ἀψευστεῖ αὐτοῖς ἐν τῷ μέλλοντι αἰῶνι τὴν παράκλησιν ὑπισχνούμενος. Θεὸν ἕνα μόνον αἰτεῖν λέγων, θεοὺς οὔτε αὐτὸς λέγει, οὔτε ἄλλῳ λέγοντι πιστεύει. καλὸν ὅ ἔχει τηρεῖ καὶ ἐπὶ πλείονα αὔξει. θυσίας, αἵματα, σπονδὰς μισεῖ· ἁγνοὺς, καθαροὺς, ὁσίους ἀγαπᾷ. πῦρ βωμῶν σβέννυσιν, πολέμους καταργεῖ, εἰρήνην διδάσκει, σωφροσύνην ἐντέλλεται, τὰς ἁμαρτίας καθαίρει, γάμον νομιτεύει, ἐγκράτειαν συγχωρεῖ, εἰς ἁγνείαν πάντας ἄγει, ἐλεημονικοὺς ποιεῖ, δικαιοσύνην νομιτεύει, τοὺς τελείους αὐτῶν σφραγίζει, καὶ τὸν τῆς ἀναπαύσεως λόγον ἐκφαίνει, ῥητὰ προφητεύει, σαφῆ λέγει, πῦρ αἰώνιον κολάσεως πυκνῶς ὑπομιμνήσκει, βασιλείαν Θεοῦ συνεχῶς καταγγέλλει, πλοῦτον οὐράνιον μηνύει, δόξαν ἀναφαίρετον ὑποσχεῖται, τῆς ἁμαρτίας τὴν ἄφεσιν ἔργῳ δείκνυσιν.