Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ὅθεν δεῖ πάντα παρελόμενον μόνῳ τῆς ἀληθείας πιστεύειν ἑαυτὸν προφήτῃ, ὅν πάντες κρῖναι δυνάμεθα, εἰ προφήτης ἐστίν, κἄν πάνυ ἀμαθεῖς ὦμεν, καὶ σοφισμῶν ἰδιῶται, καὶ γεωμετρίας ἄπειροι, καὶ μουσικῆς ἀμύητοι. εὐκολωτέραν γὰρ τὴν περὶ αὐτοῦ εὕρεσιν ὁ Θεὸς τέθεικεν πᾶσιν, ὡς πάντων κηδεμών· ἵνα μήτε βάρβαροι ἐξασθενῶσιν αὐτὸν, μήτε Ἕλληνες ἀδυνατῶσιν εὑρεῖν. ῥᾳδία μὲν οὖν περὶ αὐτοῦ εὕρεσις ὑπάρχει· ἔστιν δὲ ἥδε.

Εἰ προφήτης ἐστὶν, καὶ δύναται εἰδέναι ὡς ἐγένετο ὁ κόσμος, καὶ τὰ ἐν αὐτῷ γινόμενα, καὶ τὰ εἰς τέλος ἐσόμενα· ἐὰν ἡμῖν ᾖ τι προειρηκὼς, ὃ εἰς τέλος ἐγνώκαμεν γεγενημένον, καλῶς αὐτῷ ἐκ τῶν ἤδη γεγενημένων καὶ τὰ ἐσόμενα ἔσεσθαι πιστεύομεν, οὐ μόνον ὡς γινώσκοντι, ἀλλὰ καὶ προγινώσκοντι. τίνι οὖν, κᾂν βραχὺν νοῦν ἔχοντι, οὐ φαίνεται, ὡς χρὴ τούτῳ παρὰ πάντας πιστεύειν τὰ τῷ Θεῷ δόξαντα, ὃς μόνος παρὰ πάντας ἀνθρώπους καὶ μὴ μαθὼν ἐπίσταται; διό, ἂν τῷ τοιούτῳ, λέγω δὲ τῷ πρόγνωσιν ἔχοντι διὰ τὴν ἐν αὐτῷ τοῦ πνεύματος θειότητα, τὸ ἀληθὲς εἰδέναι μὴ διδόναι τις θέλοι, τινὶ ἑτέρῳ δοὺς εἰδέναι, ἐκ ἐνδεὴς ὑπάρχει φρενῶν, ἀποδεδωκὼς τῷ μὴ προφήτῃ, ἃ προφήτῃ εἰδέναι δοῦναι οὐκ ἐβουλήθη;

Ὅθεν πρὸ πάντων πάσῃ κρίσει διὰ τῆς προφητικῆς ἐπαγγελίας τὸν προφήτην ζητεῖν δεῖ, καὶ γνόντα, τοῖς λοιποῖς τῆς διδασκαλίας αὐτοῦ λόγοις ἀνενδοιάστως ἕπεσθαι, καὶ θαῤῥοῦντα περὶ τῶν ἐλπιζομένων, πολιτεύεσθαι τῇ πρώτῃ κρίσει, γνόντα ὅτι ὁ ταῦτα εἰπὼν πρὸς τὸ ψεύσασθαι φύσιν οὐκ ἔχει. διὸ ἐάν τι τοῦ λοιποῦ τῶν ὑπ᾽ αὐτοῦ ῥηθέντων δοκῇ ἡμῖν οὐ καλῶς εἰρῆσθαι, εἰδέναι χρὴ ὅτι οὐκ αὐτὸ εἵρηται κακῶς, ἀλλ᾽ αὐτὸ ἡμεῖς καλῶς ἔχον οὐκ ἐνοήσαμεν. ἄγνοια γὰρ γνῶσιν οὐκ ὀρθῶς κρίνει, ἅτε δὴ οὔτε γνῶσις πρόγνωσιν ἀληθῶς κρίνειν πέφυκεν. ἀλλ᾽ ἡ πρόγνωσις τοῖς ἀγνοοῦσιν παρέχει τὴν γνῶσιν.

Ὅθεν, ὦ φίλε Κλήμης, εἴγε τὰ τῷ Θεῷ διαφέροντα γνῶναι θέλῃς, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν τὴν ἀλήθειαν. τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει. ἔστι δὲ αὐτοῦ τό τε βούλημα καὶ ἀληθὲς κήρυγμα, ὅτι εἶς Θεὸς, οὗ κόσμος ἔργον, ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ.

Ἀνάγκη γὰρ πᾶσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν Θεὸν καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ

ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιώσαντες κακουχηθέντες ἐνίοτε βιαίως ἀνῃρέθησαν, ἔνιοι δὲ ἀσεβεῖς πάνυ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες, τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν. ἐπεὶ οὖν χωρὶς πάσης ἀντιλογίας ὁ Θεὸς ἀγαθὸς ὢν καὶ δίκαιός ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵνα μὲν ὁ κακὸς ἐν ᾅδῃ γενόμενος, ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβών, ἐκεῖ περὶ ὧν ἥμαρτεν κολασθῇ, ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτεν κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δι καίων, ἀγαθῶν κληρονόμος καταστῇ· ὅτι τοίνυν ὁ Θεὸς δίκαιος, πρόδηλον ἡμῖν ἐστιν ὅτι καὶ κρίσις γίνεται καὶ ψυχαὶ ἀθάνατοι τυγχάνεσιν.

Εἰ δέ τις, ὡς τῷ Σαμαρεῖ Σίμωνι δοκεῖ, τὸ δικαίῳ εἶναι Θεῷ μὴ θέλοι δοῦναι, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται, ἢ καὶ τὸ γενέσθαι δύνασθαι; τῆς γὰρ ῥίζης τῶν ὅλων τοῦτο οὐκ ἐχούσης, ἀνάγκη πᾶσα νοεῖν, ὅτι τῇ τῶν ἀνθρώπων φύσει ὡς ἐν καρποῖς εὑρεῖν ἀδύνατον. ἔστιν εὑρεῖν ἐν ἀνθρώποις, πόσῳ μᾶλλον ἐν Θεῷ; εἰ δὲ οὐδαμοῦ, οὔτε παρὰ Θεῷ, οὔτε παρ᾽ ἀνθρώποις ἔστιν εὑρεῖν τὸ δίκαιον, πάντως οὐδὲ τὸ ἄδικον. ἀλλ᾽ ἔστιν τὸ δίκαιον. δικαιοσύνης γὰρ οὔσης τὸ ἄδικον λέγεται· ὥσπερ παραβαλλομένης τῆς δικαιοσύνης αὐτῇ καὶ ἐναντίως ἔχειν εὑρισκομένης ἀδικία λέγεται.

Ἔνθεν γοῦν ὁ Θεὸς διδασκαλῶν τοὺς ἀνθρώπους πρὸς τὴν τῶν ὄντων ἀλήθειαν , εἷς ὢν αὐτὸς διχῶς καὶ ἐναντίως διεῖλεν πάντα τὰ τῶν ἄκρων, ἀπαρχῆς αὐτὸς εἷς ὢν καὶ μόνος Θεός, ποιήσας οὐρανὸν καὶ γῆν, ἡμέραν καὶ νύκτα, φῶς καὶ πῦρ, ἥλιον εἷς καὶ σελήνην, ζωὴν καὶ θάνατον. μόνον δὲ ἐν τούτοις αὐτεξούσιον τὸν ἄνθρωπον ἐποίησεν, ἐπιτηδειότητα ἔχοντα δίκαιον ἢ ἄδικον γενέσθαι. ᾧ καὶ τὰς τῶν συζυγιῶν ἐνήλλαξεν εἰκόνας, μικρὰ τὰ πρῶτα παραθέμενος αὐτῷ, μεγάλα δὲ τὰ δεύτερα, οἷον κόσμον, αἰῶνα. ἀλλ᾽ ὁ μὲν παρὼν κόσμος πρόσκαιρος, ὁ δὲ ἐσόμενος ἀΐδιος. πρώτη ἄγνοια, δευτέρα γνῶσις. οὕτως καὶ τοὺς τῆς προφητείας ἡγέμονας διέταξεν. ἐπεὶ γὰρ ὁ παρὼν κόσμος θῆλύς ἐστιν, ὡς μήτηρ τέκνων τίκτων ψυχάς, ὁ ἐσόμενος αἰὼν ἄῤῥην ἐστίν, ὡς πατὴρ ἀποδεχόμενος τὰ αὑτοῦ τέκνα· διὰ τοῦτο ἐν τῷ κόσμῳ τούτῳ προφῆται ἑπομένως, ὡς τοῦ μέλλοντος αἰῶνος ὄντες υἱοί, ἀνθρώπων τὴν γνῶσιν ἔχοντες, ἐπέρχονται. τοῦτο δὲ τὸ μυστήριον εἰ ἠπίσταντο οἱ ἐν θεοσεβείᾳ

ἄνθρωποι, οὐκ ἄν ποτε ἐπλανήθησαν, ἀλλὰ καὶ νῦν ἂν ἐγνώκεισαν ὅτι Σίμων, ὁ νῦν πάντας θρυλλῶν, πλάνης καὶ ἀπάτης ἐστὶν συνεργός. ὁ δὲ λόγος τοῦ προφητικοῦ κανόνος οὕτως ἔχει.

Ὡς ἐν ἀρχῇ ὁ Θεὸς εἷς ὤν, ὥσπερ δεξιὰ καὶ ἀριστερά, πρῶτον ἐποίησεν τὸν ἐρανὸν, εἶτα τὴν γῆν, καὶ οὕτως κατὰ τὸ ἑξῆς πάσας τὰς συζυγίας συνεστήσατο ἐπὶ μέντοι ἀνθρώπων οὐκ ἔτι οὕτως, ἀλλὰ πάσας ἐναλλάσσει τὰς συζυγίας. ὡς γὰρ ἀπ᾽ αὐτοῦ τὰ πρῶτα κρείττονα, τὰ δεύτερα ἥττονα, ἐπ᾽ ἀνθρώπων τὸ ἐναντίον εὑρίσκομεν, τὰ πρῶτα χείρονα, τὰ δεύτερα κρείττονα. αὐτίκα γοῦν ἀπὸ Ἀδὰμ τοῦ κατ᾽ εἰκόνα Θεοῦ γενομένου ἐγένετό τις πρῶτος ἄδικος Καΐν, δεύτερος δίκαιος Ἀβέλ. πάλιν δὲ ἀπὸ τοῦ καθ᾽ ὑμᾶς λεγομένου Δευκαλίωνος πνευμάτων εἰκόνες δύο ἀπεστάλησαν, ἀκαθάρτου λέγω καὶ καθαροῦ, ὅ τε κόραξ ὁ μέλας, καὶ ἡ λευκὴ περιστερὰ δευτέρα. καὶ ἀπὸ μὲν τοῦ ἀρχηγέτου τοῦ ἔθνους ἡμῶν Ἀβραὰμ δύο πρῶτοι γεγόνασιν, πρῶτος Ἰσμαήλ, εἶτα Ἰσαὰκ ὁ ὑπὸ τοῦ Θεοῦ εὐλογημένος. ἀπὸ δὲ αὐτοῦ Ἰσαὰκ ὁμοίως πάλιν δύο, Ἠσαῦ ὁ ἀσεβής, καὶ Ἰακὼβ ὁ εὐσεβής. οὕτως τῇ τέξει πρῶτος, ὡς προτότοκος τῷ κόσμῳ, ὁ ἀρχιερεὺς, εἶτα ὁ νομοθέτης.

Ὁμοίως ἡ γὰρ πρὸς τὸν Ἡλίαν συζυγία ὀφείλουσα ἐλθεῖν ἑκοῦσα ἀπελείφθη εἰς ἕτερον καιρόν , ἄλλοτε εὐκαίρως αὐτὴν ἀπολαύειν βουλευσαμένη. διὸ καὶ ἐν γεννητοῖς γυναικῶν πρῶτος ἦλθεν, εἶτα ὁ ἐν υἱοῖς ἀνθρώπων δεύτερος ἐπῆλθεν. ταύτῃ τῇ τέξει ἀκολουθοῦντα δυνατὸν ᾖ νοεῖν τίνος ἐστὶν Σίμων, ὁ πρὸ ἐμοῦ εἰς τὰ ἔθνη πρῶτος ἐλθών, καὶ τίνος ὢν τυγχάνω, ὁ μετ᾽ ἐκεῖνον ἐληλυθώς, καὶ ἐπελθὼν ὡς σκότῳ φῶς, ὡς ἀγνοίᾳ γνῶσις, ὡς νόσῳ ἴασις. οὕτως δή, ὡς ἀληθὴς ἡμῖν προφήτης εἴρηκεν, πρῶτον ψευδὲς δεῖ ἐλθεῖν εὐαγγέλιον ὑπὸ πλάνου τινός, καὶ εἶθ᾽ οὕτως μετὰ καθαίρεσιν τοῦ ἁγίου τόπου εὐαγγέλιον ἀληθὲς κρύφα διαπεμφθῆναι εἰς ἐπανόρθωσιν τῶν ἐσομένων αἱρέσεων καὶ μετὰ ταῦτα πρὸς τῷ τελει πάλιν πρῶτον Ἀντίχριστον ἐλθεῖν δεῖ, καὶ τότε τὸν ὄντως Χριστὸν ἡμῶν Ἰησοῦν ἀναφανῆναι, καὶ μετὰ τοῦτο αἰωνίου φωτὸς ἀνατείλαντος πάντα τὰ τοῦ σκότους ἀφανῆ γενέσθαι.

Ἐπεὶ οὖν, ὡς ἔφην, τὸν κανόνα τῆς συζυγίας ἀγνοοῦσί τινες, ἔνθεν οὐκ ἐπίστανται τίς τυγχάνει ὁ ἐμοῦ προοδεύσας Σίμων. εἰ γὰρ ἐγινώσκετο, οὐκ ἂν ἐπιστεύετο. νῦν δὲ ᾀγνοούμενος οὐκ ὀρθῶς

πεπίστευται. καὶ ὁ τὰ μισούντων ποιῶν ἠγάπηται, καὶ ὁ ἐχθρὸς ὡς φίλος ἀποδέδεκται, καὶ θάνατος ὥν ὡς σώζων πεπόθηται, καὶ πῦρ ὤν φῶς νενόμισται, καὶ πλάνος ὤν ὡς ἀληθεύων ἀκούεται· ταῦτα ἀκούσας ἐγὼ Κλήμης· τίς ἄρα τυγχάνει, ἔφην, οὗτος ὁ τοσοῦτος ὤν ἀπατεών, μαθεῖν ἤθελον. καὶ ὁ Πέτρος ἔφη· εἰ θέλεις μαθεῖν, πάρεστίν σοι τὸ γνῶναι, παρ᾽ ὧν κᾀγὼ τὰ κατ᾽ αὐτὸν πάντα ἠκρίβωκα.

Ἰούστα τις ἐν ἡμῖν ἐστιν Συροφοινικίσσα, τὸ γένος Χανανῖτις, ἧς τὸ θυγάτριον ὑπὸ χαλεπῆς νόσου συνείχετο, ἥ καὶ τῷ κυρίῳ ἡμῶν προσῆλθεν βοῶσα καὶ ἱκετεύουσα, ὅπως αὐτῆς τὸ θυγάτριον θεραπεύσῃ. ὁ δὲ καὶ ὑφ᾽ ἡμῶν ἀξιωθεὶς εἶπεν· οὐκ ἔξεστιν ἰᾶσθαι τὰ ἔθνη, ἐοικότα κυσίν, διὰ τὸ διαφόροις χρῆσθαι τροφαῖς καὶ πράξεσιν, ἀποδεδομένης τῆς κατὰ τὴν βασιλείαν τραπέζης τοῖς υἱοῖς Ἰσραήλ. ἡ δὲ τοῦτο ἀκούσασα, καὶ τῆς αὐτῆς τραπέζης, ὡς κύων, ψιχίων ἀποπιπτόντων συμμεταλαμβάνειν, μεταθεμένη ὅπερ ἦν, τῷ ὁμοίως διαιτᾶσθαι τοῖς τῆς βασιλείας υἱοῖς τῆς εἰς τὴν θυγατέρα, ὡς ἠξίωσεν, ἔτυχεν ἰάσεως. οὐ γὰρ ἄν ἐθνικὴν οὖσαν καὶ ἐπὶ τῇ αὐτῇ πολιτείᾳ μένουσαν, ὁ τὴν ἀρχὴν διὰ τὸ μὴ ἐξεῖναι θεραπεύειν ὡς ἐθνικήν, ἐθνικὴν μείνασαν ἐθεράπευεν.

Ἀὐτὴ οὖν τὴν νόμιμον ἀναδεξαμένη πολιτείαν ὑπὸ τοῦ ἰδίου ἀνδρὸς ἐναντία φρονοῦντος ἡμῖν μετὰ τῆς ἰαθείσης θυγατρὸς ἰδίων οἴκων ἐκβέβληται. ἡ δὲ εὐγνωμονοῦσα πρὸς τὰς συνθήκας, καὶ ἐν περιουσίᾳ βίου ὑπάρχουσα, αὐτὴ μὲν χήρα ἔμεινεν, τὸ δὲ θυγάτριον αὑτῆς ἀνδρί τινι εὐγνωμονοῦντι πρὸς τὴν ἀληθῆ πίστιν καὶ πένητι ὄντι συνηρμόσατο· ἡ δὲ καὶ τῆς θυγατρὸς προφάσει γάμου στερηθεῖσα, δύο παῖδας ὠνησαμένη καὶ παιδεύσασα, εἰς υἱῶν ἔσχεν τόπον. ἅτινα τῷ μάγῳ Σίμωνι ἐκ παίδων συμπαιδευθέντα, πάντα τὰ κατ᾽ αὐτὸν ἐκμεμαθήκασιν. τοσαύτη γὰρ αὐτῶν ἦν φιλία, ὡς καὶ συσπεῦσαι αὐτῷ ἐν πᾶσιν οἷς βούλοιτο αὐτοῖς ἑνοῦν.

Οὗτοι τῷ ἐνταῦθα ἐπιδημήσαντι Ζακχαίῳ συντυχόντες, καὶ τοῦ τῆς ἀληθείας δι᾽ αὐτοῦ μεταλαβόντες λόγου, ἐπὶ τοῖς πρώτοις νεωτερισμοῖς μεταμεληθέντες, ταχέως τοῦ Σίμωνος καταγνόντες, πάντα αὐτῷ συνειδότες, ἅμα τῷ ἐπιδημῆσαί με ἐνταῦθα, μετὰ τῆς ἀναθρεψαμένης αὐτοὺς προσελθόντες μοι, ὑπ᾽ αὐτοῦ συσταθέντες μοι, καὶ ἔκτοτε πάντοτε σύνεισίν μοι, τῶν τῆς ἀληθείας ἀπολαύοντες

μαθημάτων. ταῦτα εἰπὼν ὁ Πέτρος, μεταπεμψάμενος, ἐκέλευσεν αὐτοῖς πάντα μοι κατὰ τὸν Σίμωνα ἀκριβῶς ἐκτίθεσθαι. οἱ δὲ τὸν Θεὸν μαρτυράμενοι μηδὲν ψεύσασθαι, ἐξετίθεντο.

Ὡς πρῶτος ὁ Ἀκύλας ἤρξατο λέγειν οὕτως. ἄκουσον, ὦ φίλτατε ἡμῖν ἀδελφέ, ὅπως ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, τίνα τέ ἐστιν ἃ πράττει, καὶ πῶς καὶ διὰ τί. Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχήλ, Σαμαρεὺς τὸ γένος, ἀπὸ Γετθῶν κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἕξ. οὗτος ἐν Ἀλεξανδρείᾳ πάνυ ἐξασκήσας ἑαυτὸν καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος Θεοῦ· ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνισσόμενος, ἑστῶτα προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ στησόμενος ἀεί, καὶ αἰτίαν φθορᾶς, ὥστε τὸ σῶμα πεσεῖν, οὐκ ἔχων. καὶ οὔτε Θεόν, τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον εἶναι λέγει, οὔτε νεκροὺς ἐγηγέρθαι πιστεύει. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ. οὐ γὰρ ἂν ὑπὸ Θεοῦ κριθήσεσθαι πεπεισμένος, μέχρι αὐτοῦ τοῦ Θεοῦ ἀσεβεῖν ἐτόλμα. ὅθεν ἔνιοι μὴ εἰδότες, ὅτι προκαλύμματι τῇ θεοσεβείᾳ κεχρημένος ὑποσυλᾷ τὰ τῆς ἀληθείας, καὶ τὴν ὁπώσποτε ὑπ᾽ αὐτοῦ ἐλπίδα καὶ κρίσιν λεγομένην ἔσεσθαι, ὡς πιστῶς πιστεύοντες ἀπόλλυνται.

Τὸ δὲ παρεισελθεῖν αὐτὸν τὸν τῆς θεοσεβείας λόγον, γέγονεν οὕτως· Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστής, ὃς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ κατὰ τὸν τῆς συζυγίας λόγον ἐγένετο πρόοδος· καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασιν δώδεκα ἀπόστολοι, τῶν τοῦ ἡλίου δώδεκα μηνῶν φέροντες τὸν ἀριθμόν, ὡσαύτως καὶ αὐτῷ ἔξαρχοι ἄνδρες γεγόνασιν τριάκοντα, τὸν μηνιαῖον τῆς σελήνης ἀποπληροῦντες λόγον. ἐν ᾧ ἀριθμῷ μία τις ἦν γυνὴ λεγομένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τέθεικεν ἀριθμὸν, ὥσπερ καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων, ὃς καὶ τοῦ μὴ ἆρξαι αὐτὸν μετὰ τὴν τελευτὴν τοῦ Ἰωάννου αἰτίαν ἔσχεν ταύτην.

Ἀποδημοῦντος γὰρ αὐτοῦ εἰς Αἴγυπτον ἐπὶ τὴν τῆς μαγείας ἐπάσκησιν, τοῦ Ἰωάννου ἀναιρεθέντος, Δωσίθεός τε τῆς ἀρχῆς ὀρεγόμενος, θάνατον αὐτοῦ ψευδῆ καταγγείλας, διαδέχεται τὴν αἵρεσιν. ὁ δὲ Σίμων μετ᾽ οὐ πολὺ ἐπελθὼν καὶ τοῦ τόπου ὡς ἰδίου μεγάλως ἀντεχόμενος, τῷ Δωσιθέῳ συντυχὼν τὸν μὲν τόπον οὐκ ἀπῄτει, εἰδὼς ὅτι ὁ φθάσας τῆς ἀρχῆς παρὰ προαίρεσιν οὐ καθαιρεῖται. διὸ μετὰ προσποιητοῦ φιλίας ἐπ᾽ ὀλίγον μὲν εἰς τὸν δεύτερον τοῦ Δωσιθέου τόπον δίδωσιν ἑαυτόν. ταγεὶς δὲ μετ᾽ οὐ πολλὰς ἡμέρας τοῖς τριάκοντα συμμαθηταῖς, ὑποδιαβάλλειν ἤρξατο τὸν Δωσίθεον, ὡς μὴ παραδιδόντα γνησίως τὰ μαθήματα. καὶ τοῦτο ποιεῖν ἔλεγεν αὐτὸν οὐχ ὡς φθονοῦντα, ἀλλ᾽ ἀγνοοῦντα. καί ποτε ὁ Δωσίθεος, ὑπαισθόμενος τὴν τοῦ Σίμωνος ἔντεχνον διαβολὴν, λύουσαν αὐτοῦ τὴν πρὸς τοὺς πολλοὺς ὑπόνοιαν, τοῦ μὴ αὐτὸν εἶναι νομίζειν τὸν ἑστῶτα, θυμῷ ἐπὶ τὴν συνήθη παραγενόμενος διατριβὴν ῥάβδῳ παίει εὑρὼν τὸν Σίμωνα, ἡ δὲ ὥσπερ καπνοῦ τοῦ Σίμωνος διελθεῖν ἔδοξε σῶμα. ἐπὶ τούτῳ καταπλαγεὶς ὁ Δωσίθεος λέγει αὐτῷ, εἰ σὺ εἶ ὁ ἑστώς, καὶ προσκυνῶ σε. τοῦ Σίμωνος εἰπόντος, ἐγὼ εἰμί, ὁ Δωσίθεος ἑαυτὸν γνοὺς οὐκ ὄντα τὸν ἑστῶτα, πεσὼν προσεκύνησεν, καὶ τοῖς εἰκοσιεννέα ἐξάρχοις συγκαταβαλὼν ἑαυτὸν εἰς τὸν ἑαυτοῦ τῆς ὑπονοίας τόπον ἔστησε τὸν Σίμωνα, καὶ οὕτως μετ᾽ οὐ πολλὰς ἡμέρας ὁ Δωσίθεος, ἐκείνου στάντος, αὐτὸς πεσὼν ἐτελεύτησεν.