Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὑπὸ τὸν ὄρθρον ἐπεισιὼν ἡμῖν Ζακχαῖος προσαγορεύσας ἔφη Πέτρῳ· ἀνατίθεται Σίμων τὴν ζήτησιν εἰς τὴν αὔριον ἡμέραν ἡ γὰρ σήμερον τὸ δι᾽ ἕνδεκα ἡμερῶν αὐτοῦ τυγχάνει σάββατον. καὶ πρὸς τοῦτον ὁ Πέτρος ἀπεκρίνατο· λέγε Σίμωνι· ἐπεὶ τελείως θέλεις, μετὰ τοῦ γινώσκειν, ὅτι σοι ἡμεῖς, ὅτε βούλει, θεοφιλεῖ προνοίᾳ ἀπαντᾶν ἑτοίμως ἔχομεν. καὶ ὁ μὲν Ζακχαῖος ταῦτα ἀκούσας ἀντιβάλλειν ἐξῄει τὴν ἀπόκρισιν.
Ὁ δὲ ἰδών με ἀθυμοῦντα καὶ τὴν αἰτίαν πυθόμενος καὶ μαθὼν παρ᾽ ἐμοῦ οὐκ ἄλλοθέν ποθεν οὖσαν, ἢ ἀπὸ τῆς κατὰ τὴν ζήτησιν ἀναβολῆς, ἔφη· ἀγαθῇ Θεοῦ προνοίᾳ προειληφὼς διοικεῖσθαι τὸν κόσμον, ὦ φίλε Κλήμης, αὐτὸς οὐκ ἄχθεται ἐπὶ τοῖς ὁπώσποτε ἀπαντῶσι πράγμασιν, ἀποδεδωκὼς ὅτι ὑπὸ τῆς τοῦ κρείττονος οἰκονομίας συμφερόντως τὰ πράγματα τὴν ἔκβασιν λαμβάνει· ὅθεν δίκαιον αὐτὸν εἶναι γνοὺς καὶ εὐσυνειδήτως βιούς, τὸ προςπίπτον λυπηρὸν οἶδεν ὀρθῷ τῷ λογισμῷ ἀποσείεσθαι τῆς ψυχῆς, ὅτι πρὸς ἀγαθοῦ τινος ἀγνώστου συντελούμενον ἐλθεῖν ἔχει. καὶ νῦν δὲ τοῦ μάγου Σίμωνος ἡ τῆς ζητήσεως ὑπέρθεσις μή σε λυπείτω· ἴσως γὰρ ἐκ τῆς τοῦ
Θεοῦ προνοίας εἰς τὴν σὴν γέγονεν ὠφέλειαν. διὸ ὡς ἰδίῳ σοι ὄντι οὐκ ὀκνήσω λέγειν.Τῶν ἡμετέρων τινὲς ἑταῖροι τῷ Σίμωνι προσποιητῶς σύνεισιν, ὡς πεισθέντες τῇ ἀθεωτάτῃ αὐτοῦ πλάνῃ, ὅπως μανθάνοντες αὐτοῦ τὰς βουλὰς ἐκφαίνωσιν ἡμῖν, πρὸς τὸ δύνασθαι δεινῷ ἀνδρὶ οἰκείως συναρμόσασθαι. καὶ νῦν παρ᾽ αὐτῶν ἔμαθον, ἧς μέλλει ζητήσεως ποιεῖσθαι τοὺς λόγους· καὶ γνοὺς ἐπὶ τούτῳ τῷ μὲν Θεῷ ἠυχαρίστησα, σὲ δὲ ἐμακάρισα ἐπὶ τῇ τῆς ζητήσεως ὑπερθέσει· τῶν γὰρ μελλόντων λόγων ὑπ᾽ αὐτοῦ πρὸς διάκρισιν τῶν ἀγνοούντων λέγεσθαι σὺ πρὸ τῆς ζητήσεως ἐφοδιασθεὶς ὑπ᾽ ἐμοῦ ἄπτωτος ἀκροατὴς γενέσθαι δυνήσῃ.
Πολλὰ γὰρ ψευδῆ κατὰ τοῦ Θεοῦ προσέλαβον αἱ γραφαὶ λόγῳ τούτῳ. τοῦ προφήτου Μωυσέως γνώμῃ τοῦ Θεοῦ ἐκλεκτοῖς τισιν ἑβδομήκοντα τὸν νόμον σὺν ταῖς ἐπιλύσεσιν παραδεδωκότος, πρὸς τὸ καὶ αὐτοὺς ἐφοδιάζειν τοῦ λαοῦ τοὺς βουλομένους, μετ᾽ οὐ πολὺ γραφεὶς ὁ νόμος προσέλαβέν τινα καὶ ψευδῆ κατὰ τοῦ νόμου Θεοῦ τοῦ τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς δημιουργήσαντος, τοῦτο τοῦ πονηροῦ δικαίῳ τινὶ λόγῳ ἐνεργῆσαι τετολμηκότος. καὶ τοῦτο γέγονεν λόγῳ καὶ κρίσει, ὅπως ἐλεγχθῶσι, τίνες τολμῶσιν τὰ κατὰ τοῦ Θεοῦ γραφέντα φιληκόως ἔχειν, τίνες τε στοργῇ τῇ πρὸς αὐτὸν τὰ κατ᾽ αὐτοῦ λεγόμενα μὴ μόνον ἀπιστεῖν , ἀλλὰ μηδὲ τὴν ἀρχὴν ἀκούειν ἀνέχεσθαι, κἄν ἀληθῆ τυγχάνῃ, πολλῷ κρίναντες ἀσφαλέστερον περὶ εὐφήμου πίστεως κινδυνεύειν, ἢ ἐπὶ βλασφήμοις λόγοις δυσσυνειδήτως βιοῦν.
οὖν Σίμων τὰς κατὰ τοῦ Θεοῦ ἐν ταῖς γραφαῖς πειρασμοῦ χάριν προσκειμένας περικοπὰς αὐτάς, ὡς μανθάνω, βούλεται ἐλθὼν εἰς μέσον λέγειν, ὅπως τῆς πρὸς τὸν Θεὸν στοργῆς ὅσους δύναται ταλαιπώρους ἀποστῆσαι δυνηθῇ. δημοσίᾳ γὰρ αὐτὰς λέγειν προσκεῖσθαι ταῖς βίβλοις οὐ βουλόμεθα, ἐπεὶ πτύραντες ἀμαθεῖς ὄχλους αὐτοῦ τοῦ πονηροῦ Σίμωνος τὸ θέλημα ποιοῦμεν. μήπως γὰρ τὸ διακριτικὸν ἔχοντες φεύξονται ἡμᾶς ὡς ἀσεβοῦντας· ἢ ὡς οὐ μόνον τῶν βλασφήμων περικοπῶν ψευδῶν οὐσῶν, ἀλλ᾽ ἀποστήσονται λόγου. διὸ ἀνάγκην ἔχομεν συγκατατιθέμενοι ταῖς ψευδέσι περικοπαῖς, περὶ αὐτῶν ἀντιπυνθανόμενοι, εἰς ἀπορίαν αὐτὸν μὲν φέρειν, τοῖς δὲ εὐγνωμονοῦσιν τῶν κατὰ τοῦ Θεοῦ ῥηθεισῶν περικοπῶν,
μετὰ πείραν πίστεως, ἰδίᾳ παρέχειν τὴν ἐπίλυσιν, ἥτις μίαν καὶ σύντομον ἔχει τὴν ὁδόν. ἔστιν δὲ ἥδε.Πᾶν λεχθὲν ἢ γραφὲν κατὰ τοῦ Θεοῦ ψεῦδός ἐστιν. ὅτι δὲ ἀληθῶς τοῦτο οὐ μόνον εὐφημίας ἕνεκεν λέγομεν, ἀλλὰ καὶ ἄληθείας, μετὰ βραχὺ προϊόντος τοῦ λόγου πληροφορήσω. ὅθεν σύ, φίλτατέ μοι Κλήμης, ἐπὶ τῷ τὸν Σίμωνα πρὸς τὴν ζήτησιν μίαν τήν ἐνεστῶσαν ὑπερθέσθαι ἡμέραν οὐκ ὀφείλεις λυπεῖσθαι. σήμερον γὰρ πρὸ τῆς ζητήσεως προεφοδιαζόμενος περὶ τῶν ἐν ταῖς γραφαῖς προσκειμένων περικοπῶν, ἐπὶ τῆς ζητήσεως περὶ τοῦ μόνου καὶ ἀγαθοῦ, τοῦ καὶ τὸν κόσμον πεποιηκότος, διακριθῆναι οὐκ ὀφείλεις· ἀλλὰ καὶ θαυμάσεις ἐπὶ τῆς ζητήσεως, πῶς οἱ ἀσεβεῖς τὰ πλήθη τῶν ὑπὲρ Θεοῦ εἰρημένων ἐν ταῖς γραφαῖς παραλείποντες, τὰ κατ᾽ αὐτοῦ εἰρημένα περιβλεπόμενοι χαίροντες φέρουσιν· καὶ οὕτως οἱ ἀκροαταὶ ἀγνοίας αἰτίᾳ, τὰ κατὰ τοῦ Θεοῦ πιστεύσαντες, τῆς αὐτοῦ βασιλείας ἀποβλητοὶ γίνονται. διὸ σὺ προφάσει ὑπερθέσεως τὸ μυστήριον τῶν γραφῶν μαθών, κερδήσας εἰς Θεὸν μὴ ἁμαρτάνειν, ἀπαραβλήτως χαρήσῃ.
Κᾀγὼ Κλήμης ἀκούσας ἔφην· ἀληθῶς χαίρω καὶ χάριν ὁμολογῶ τῷ κατὰ πάντα εὐεργέτῃ Θεῷ· πλὴν αὐτὸς οἶδεν ὅτι ἄλλο τι φρονεῖν οὐ δυνήσομαι, ἢ τὰ πάντα ὑπὲρ Θεοῦ φρονεῖν. ὅθεν μή μου ὑπολάβῃς ὡς ἀμφιβάλλοντα τοῖς ὑπὸ Θεοῦ ῥήμασιν ἤ καὶ ῥηθησομένοις πυνθάνεσθαι, ἀλλ᾽ ἵνα μαθὼν καὶ αὐτὸς ἄλλον εὐγνωμόνως μαθεῖν θέλοντα διδάξαι δυνηθῶ. διὸ λέγε μοι, τίνα ἐστὶν τὰ προκείμενα ψευδῆ ταῖς γραφαῖς καὶ πῶς, ὅτι ὄντως ψευδῆ τυγχάνει. καὶ ὁ Πέτρος ἀπεκρίνατο· καὶ εἰ μή μου ἐπύθου, ἐγὼ τῇ τάξει ἐξιὼν τῶν λόγων παρεῖχον τὴν ἀπόδειξιν, ἥν ὑπεσχόμην. πλὴν ἄκουσον, πῶς αὐτοῦ πολλὰ καταψεύδονται αἱ γραφαί, ὡς εἴσῃ ἐντυγχάνων αὐταῖς.
Παραδείγματος δὲ ἕνεκεν τὰ ῥηθησόμενα αὐτάρκως ἕξει. οὐκ οἶμαι δέ, ὦ φίλε Κλήμης, εἰ δυνήσεταί τις, κἄν βραχεῖάν τινα πρὸς Θεὸν στοργὴν καὶ εὐγνωμοσύνην ἀποσώζων, παραδέξασθαι ἤ κιἄν ἀκοῦσαι τὰ κατ᾽ αὐτοῦ λεγόμενα. πῶς δὲ ἔστιν αὐτόν τινα μοναρχικὴν ψυχὴν ἔχειν καὶ ὅσιον γενέσθαι, προειληφότα ὅτι πολλοί εἰσιν θεοὶ καὶ οὐχ εἷς; εἰ δὲ καὶ εἷς, ἐν πολλοῖς ἀτοπήμασιν εὑρίσκων αὐτόν, τίς ὅσιος σπουδάσει γενέσθαι, τὴν τῶν ὅλων ἀρχὴν διὰ τὰ ἴδια τῆς φύσεως ἀτοπήματα ἐλπίσας μὴ ἐπέρχεσθαι τὰ ἄλλων ἀδικήματος.
Διὸ ἀπείη πιστεύειν, ὅτι ὁ τῶν ὅλων δεσπότης, ὅς οὐρανὸν ἔκτισε καὶ γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς , ἑτέροις συνάρχει, ἢ ὅτι ψεύδεται· εἰ γὰρ ψεύδεται, καὶ τίς ἀληθεύει; ἢ ὅτι πειράζει ὡς ἀγνοῶν, καὶ τίς προγινώσκει; εἰ δὲ ἐνθυμεῖται καὶ μεταμελεῖται, καὶ τίς νῷ τέλειος καὶ γνώμῃ ἔμμονος; εἰ δὲ ζηλοῖ, καὶ τίς ἀσύγκριτος; εἰ δὲ σκληρύνει καρδίας, καὶ τίς σοφίζει; εἰ δὲ τυφλοῖ καὶ κωφοῖ, καὶ τίς δέδωκεν ὁρᾶν καὶ ἀκούειν; εἰ δὲ ἀποστερεῖν συμβουλεύει, καὶ τίς δικαιοσύνην νομιτεύει; εἰ δὲ ἐμπαίζει, καὶ τίς εἰλικρινής; εἰ δὲ ἀδυνατεῖ, καὶ τίς πάντα δύναται; εἰ δὲ ἀδικεῖ, καὶ τίς δίκαιος; εἰ δὲ κακὰ κτίζει, καὶ τίς ἀγαθὰ πράξει; εἰ δὲ κακὰ ποιεῖ, καὶ τίς ἀγαθά;
Εἰ δὲ τὸ πῖον ὄρος ἐπιθυμεῖ, καὶ τίνος τὰ πάντα; εἰ ψεύδεται, καὶ τίς ἀληθεύει; εἰ ἐν σκηνῇ οἰκεῖ, καὶ τίς ἀχώρητος; εἰ δὲ ὀρέγεται κνίσσης καὶ θυσιῶν καὶ θυμάτων καὶ προχύσεων, καὶ τίς ἀπροσδεὴς καὶ τίς ἅγιος καὶ τίς καθαρὸς καὶ τίς τέλειος; εἰ λύχνοις καὶ λυχνίαις τέρπεται, καὶ τίς τοὺς φωστῆρας ἔταξεν ἐν οὐρανῷ; εἰ ἐν γνόφῳ καὶ σκότῳ καὶ θυέλλῃ καὶ καπνῷ σύνεστιν, καὶ τίς φῶς ὤν φωτίζει τὸν μέγιστον αἰῶνα; εἰ διὰ σαλπίγγων καὶ ὀλολυγμῶν καὶ βολίδων καὶ τοξευμάτων προσέρχεται, καὶ τίς ἡ τῶν ὅλων προσδόκιμος γαλήνη; εἰ πολέμους αὐτὸς ἀγαπᾷ, καὶ τίς εἰρήνην θέλει; εἰ τὰ κακὰ αὐτὸς κτίζει, καὶ τίς ἀγαθὰ δημιουργεῖ; εἰ ἄστοργος αὐτός, καὶ τίς φιλάνθρωπος; εἰ αὐτὸς πιστὸς οὐκ ἔστιν περὶ ὧν ὑπισχνεῖται, καὶ τίς πιστευθήσεται; εἰ αὐτὸς πονηροὺς καὶ μοιχοὺς καὶ φονεῖς ἀγαπᾷ, καὶ τίς ἔσται δίκαιος κριτής; εἰ αὐτὸς μεταμελεῖται, καὶ τίς βέβαιος; εἰ αὐτὸς κακοὺς ἐκλέγεται, καὶ τίς ἀγαθοὺς προσίεται;
Διό, ὦ τέκνον Κλήμης, ἔπεχε, μὴ ἄλλο τι φρονήσῃς περὶ τοῦ Θεοῦ, ἢ ὅτι αὐτὸς μόνος ἐστὶν Θεὸς καὶ κύριος καὶ πατήρ, ἀγαθὸς καὶ δίκαιος, δημιουργός, μακρόθυμος, ἐλεήμων, τροφεύς, εὐεργέτης, φιλανθρωπίαν νομιτεύων, ἁγνείαν συμβουλεύων, αἰώνιος, αἰωνίους ποιῶν, ἀσύγκριτος, ταῖς τῶν ἀγαθῶν ψυχαῖς οἰκιζόμενος, ἀχώρητος καὶ χωρούμενος, ὁ ἐν ἀπείρῳ τὸν μέγαν αἰῶνα ὡς κέντρον πήξας, ὁ οὐρανὸν ἐφαπλώσας καὶ γῆν πιλώσας, ὕδωρ ταμιεύσας, ἄστρα ἐν οὐρανῷ διαθείς, πηγὰς γῇ βρύσας, καρποὺς ἐκφύσας, ὄρη ὑψώσας, θάλασσαν περιορίσας, ἀνέμους τε καὶ πνεύματα διατάξας,
ὁ τὸ περιέχον σῶμα ἐν ἀπείρῳ πελάγει πνεύματι βουλῆς ἀσφαλὴς ἀσφαλισάμενος.Οὗτος ἡμῶν δικαστής, εἰς ὅν ἀποβλέποντας χρὴ τὰς ἑαυτῶν κατορθοῦν ψυχάς, πάντα ὑπὲρ αὐτοῦ νοοῦντας, αὐτὸν εὐφημοῦντας, πεπεισμένους ὅτι τῇ αὐτοῦ μακροθυμίᾳ πάντων τὴν προπέτειαν εἰς φανερὸν ἄγων μόνος ἀγαθός ἐστιν. καὶ οὗτος ἐπὶ τέλει τοῦ παντὸς ἑκάστῳ τῶν τετολμηκότων ἅ μὴ ἐχρῆν δίκαιος προκαθεσθήσεται κριτής.
Ταῦτα ἐγὼ Κλήμης ἀκούσας ἔφην· ἀληθῶς τοῦτο θεοσέβεια, τοῦτο ἀληθῶς εὐσέβεια. πάλιν τε ἔφην· ἤθελον μαθεῖν οὖν, διὰ τί οὕτως ἐγράφησαν αἱ βίβλοι. μέμνημαι γὰρ ὡς ἔφης, ὅτι εἰς ἔλεγχον τᾶν μελλόντων τολμᾶν πιστεύειν τι λεγόμενον κατὰ τοῦ Θεοῦ. πλὴν ἐπεὶ χαρίζῃ ἡμῖν, πυνθάνεσθαι τολμῶμεν, σοῦ κελεύσαντος, εἴ τις βουληθείη, φίλτατε Πέτρε, λέγειν ἡμῖν· ἀληθῆ ἐστιν τὰ γεγραμμένα, κἄν σοι ψευδῆ δοκῇ τὰ κατὰ τοῦ Θεοῦ ῥηθέντα· πῶς ἀποκριθῶμεν αὐτῷ;
Καὶ ὁ Πέτρος ἀπεκρίνατο· εὗ εἶπας πυθόμενος, εἰς γὰρ σὴν ἀσφάλειαν ἔσται· πλὴν ἄκουσον. ἐπειδὴ πολλά ἐστιν τὰ ὑπὸ τῶν γραφῶν εἰρημένα κατὰ τοῦ Θεοῦ, πρὸς τὸ ἐπεῖγον τῆς ὥρας διὰ τὴν ἑσπέραν, ἕνα ὅν βούλῃ λόγον πύθου καὶ ἐπιλύσομαι, δείξας αὐτὸν ψευδῆ· οὐχ ὅτι μόνον κατὰ τοῦ Θεοῦ εἴρηται, ἀλλ᾽ ὅτι ὄντως ψευδής ἐστιν. κᾀγὼ ἀπεκρινάμην· μαθεῖν θέλω πῶς τῶν γραφῶν ἀγνοεῖν λεγουσῶν τὸν Θεὸν σὺ γινώσκοντα αὐτὸν ἀποδεῖξαι δύνασαι.