Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Καὶ ὁ Σίμων ἐπὶ τούτῳ ἀγανακτήσας ἔφη· τὸν σὸν διδάσκαλον αἰτιῶ εἰπόντα· ἐξομολογοῦμαί σοι κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἅπερ ἦν κρυπτὰ σοφοῖς, ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. καὶ ὁ Πέτρος· οὕτω μὲν, ἔφη, ὁ λόγος οὐκ ἐλέχθη· ἐρῶ δὲ πρῶτον, ὡς οὕτως εἰρημένον ὥσπερ σοι ἔδοξεν. ὁ κύριος ἡμῶν, εἴπερ καὶ εἰρήκει, ἅ τινα ἦν κρυπτὰ σοφοῖς, ταῦτα νηπίοις ἀπεκάλυψεν ὁ πατὴρ, οὐδ’ οὕτως ἄλλον Θεὸν καὶ πατέρα σημαίνειν ἐνομίζετο παρὰ τὸν κτίσαντα τὸν κόσμον. ἐνδέχεται γὰρ αὐτοῦ εἶναι τοῦ δημιουργοῦ τὰ κρυπτα ἃ ἔλεγεν, τῷ καὶ τὸν Ἠσαΐαν εἰπεῖν· ἀνοίξω τὸ στόμα μου ἐν παραβολαῖς, καὶ ἐξερεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου. νῦν προφήτην ὁμολογεῖς, ὃς τὰ κεκρυμμένα οὐκ

ἠγνόει, ἅ τινα ὁ Ἰησοῦς ἀπὸ σοφῶν κεκρύφθαι λέγει, νηπίοις δὲ ἀποκεκαλύφθαι; πῶς δὲ ὁ δημιουργὸς ἠγνόει, τοῦ προφήτου αὐτοῦ μὴ ἀγνοοῦντος ̓Ἠσαίου; ὁ δὲ Ἰησοῦς ἡμῶν τῷ ὄντι οὐκ εἶπεν, ἅ τινα ἦν κρυπτὰ, ἀλλὰ τὸ δοκοῦν τραχύτερον εἴρηκεν , εἶπεν γάρ· ἀπεκάλυψας αὐτὰ νηπίοις θηλάζουσιν. τὸ δὲ εἰπεῖν, ἀπέκρυψας, ὥς ποτε ἐγνωσμένων αὐτοῖς. παρ᾽ αὐτοῖς γὰρ ἡ κλεὶς τῆς βασιλείας τῶν οὐρανῶν ἀπέκειτο, τουτέστιν ἡ γνῶσις τῶν ἀποῤῥήτων.

Καὶ μὴ λέγε, ἠσέβησεν εἰς τοὺς σοφοὺς κρύψας αὐτὰ ἀπ᾽ αὐτῶν. μὴ γένοιτο τοῦτο ὑπολαβεῖν. οὐ γὰρ ἠσέβησεν, ἀλλ᾽ ἐπειδὴ ἀπέκρυβον τὴν γνῶσιν τῆς βασιλείας, καὶ οὔτε αὐτοὶ εἰσῆλθον, οὔτε τοῖς βουλομένοις εἰσελθεῖν παρέσχον, τούτου ἕνεκεν κατὰ τὸ δίκαιον, ὡς ἀπέκρυψαν αὐτοὶ τὰς ὁδοὺς ἀπὸ τῶν θελόντων, οὕτω καὶ ἀπ᾽ αὐτῶν ἀπεκρύβη τὰ ἀπόῤῥητα, ἵνα, ὡς ἐποίησαν, ὁμοίως καὶ αὐτοῖς γένηται, καὶ ᾧ μέτρῳ ἐμέτρησαν , μετρηθῇ αὐτοῖς τῷ ἴσῳ. τῷ γὰρ ἀξίῳ τοῦ γνῶναι, ὅ μὴ οἶδεν, ὀφείλεται, τοῦ δὲ μὴ ἀξίου, κἄν δοκῇ ἔχειν, ἀφαιρεῖται, κἂν ἐν τοῖς ἄλλοις ᾖ σοφός, καὶ δίδοται τοῖς ἀξίοις, κἄν ἐν τοῖς χρόνοις τῆς μαθητείας ὦσιν νήπιοι.

Εἰ δέ τις ἐρεῖ· οὐδὲν ἦν ἀπόκρυφον τοῖς υἱοῖς Ἰσραὴλ, διὰ τὸ γεγράφθαι· οὐδέν σε ἔλαθεν Ἰσραήλ· μή γὰρ εἴπῃς, Ἰακὼβ, ἀπεκρύβη ἡ ὁδὸς ἀπ᾽ ἐμοῦ· συνιέναι ὀφείλει τις ὅτι τὰ διαφέροντα τῇ βασιλείᾳ ἀπεκέκρυπτο ἀπ᾽ αὐτῶν, ἡ δὲ εἰς τὴν βασιλείαν εἰσφέρεσα ὁδὸς, ἥ τις ἐστὶν πολιτεία, οὐκ ἀπεκέκρυπτο. διὰ τοῦτο γὰρ καὶ λέγει· μὴ γὰρ εἴπῃς ὅτι ἀπεκρύβη ἀπ᾽ ἐμοῦ ἡ ὁδός. ὁδὸς δὲ ἡ πολιτεία ἐστὶν, τῷ καὶ τόν Μωυσῆν λέγειν· ἰδοὺ τέθεικα πρὸ προσώπου σου τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου. καὶ ὁ διδάσκαλος συμφώνως εἷπεν εἰσέλθετε διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ, δι᾽ ἧς εἰσελεύσεσθε εἰς τὴν ζωήν. καὶ ἀλλαχοῦ που, ἐρωτήσαντός τινος· τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; τὰς τοῦ νόμου ἐντολὰς ὑπέδειξεν.