Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Τῆς μὲν οὖν ἄλλης ἡμέρας ὁ Πέτρος πρὸς Σίμωνα ζητεῖν μέλλων ὀρθριαίτερον ἐξυπνισθεὶς ηὔξατο, καὶ ἅμα τῷ παύσασθαι ὁ Ζακχαῖος εἰσῄει λέγων· Σίμων ἔξω καθέζεται, μετὰ ἰδίων αὑτοῦ

τινων ὡς τριάκοντα διαλεγόμενος. καὶ ὁ Πέτρος ἔφη· ἐάσθω λαλεῖν, μέχρις ὅτε πλῆθος γένηται, καὶ τότε ζητεῖν ἀρξώμεθα, ἵνα οὕτως ἡμεῖς τὰ ὑπ᾽ αὐτοῦ λεγόμενα ἀκούσαντες, πρὸς αὐτὰ ἁρμοσάμενοι, ἐξελθόντες διαλεχθῶμεν. καὶ δὴ οὕτως ἐγένετο. ἐκβὰς οὖν καὶ μετ᾽ οὐ πολὺ πάλιν εἰσελθὼν ὁ Ζακχαῖος ἀντέβαλλεν τῷ Πέτρῳ τοὺς ὑπὸ Σίμωνος κατὰ Πέτρου ῥηθέντας λόγους.