Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Καὶ ὁ Πέτρος· οὔκουν οὕς ἀδικεῖσθαι ἔλεγες, αὐτοὶ παρορισταὶ τυγχάνουσιν, καθὰ ἐν ἑτέρου εἰσὶν βασιλείᾳ, καὶ τοσοῦτον πλεονέκται εἰσὶν, ὅσον κεκτημένοι ὦσιν; οἱ ἀδικεῖν νομιζόμενοι τοσαῦτα ἑκάστῳ τῷ ἐξ ἐναντίας ὄντι χαρίζονται, ὅσα ἂν αὐτοῖς ἔχειν συγχωρῶσιν. αὐτῶν γάρ ἐστιν ταῦτα τῶν τὰ παρόντα ἑλομένων καὶ εἰς τοσοῦτον φιλάνθρωποί εἰσιν, ὡς τὸ ζῆν αὐτοῖς συγχωρεῖν. καὶ τὸ μὲν παράδειγμα οὕτως ἔχει· ἄκουε δὴ αὐτὸ τὸ πρᾶγμα. ὁ τῆς ἀληθείας προφήτης παρὼν ἐδίδαξεν ἡμᾶς, ὅτι ὁ τῶν ὅλων δημιουργὸς καὶ Θεὸς δυσίν τισιν ἀπένειμεν βασιλείας δύο, ἀγαθῷ τε καὶ πονηρῷ, δοὺς τῷ μὲν κακῷ τοῦ παρόντος κόσμου μετὰ νόμου τὴν βασιλείαν, ὥστ᾽ ἄν ἔχειν ἐξουσίαν κολάζειν τοὺς ἀδικοῦντας τῷ δὲ ἀγαθῷ τὸν ἐσόμενον ἀΐδιον αἰῶνα. ἕκαστον δὲ τῶν ἀνθρώπων ἐλεύθερον ἐποίησεν ἔχειν τὴν ἐξουσίαν ἑαυτὸν ἀπονέμειν ᾧ βούλεται, ἢ τῷ παρόντι κακῷ, ἢ τῷ μέλλοντι ἀγαθῷ. ὧν οἱ ἑλόμενοι τὰ παρόντα ἐξουσίαν ἔχουσιν πλουτεῖν, τρυφᾶν, ἥδεσθαι, καὶ πᾶν ὅ τι ἄν δύνωνται. τῶν γὰρ ἐσομένων ἀγαθῶν οὐδὲν ἕξουσιν. οἱ δὲ τὰ τῆς μελλούσης βασιλείας κρίναντες λαβεῖν τῶν ἐνταῦθα ὡς ἀλλοτρίου βασιλέως ἴδια ὄντα αὐτοῖς νομίζεσθαι οὐκ ἔξεστιν, ἢ ὕδατος μόνου καὶ ἄρτου καὶ τούτων μεθ᾽ ἱδρώτων ποριζομένων πρὸς τὸ ζῆν (ἐπειδὴ ἑκοντὶ ἀποθανεῖν οὐκ ἔξεστιν), ἔτι δὲ καὶ περιβολαίου ἑνός, γυμνὸν γὰρ ἐστάναι οὐκ ἐφίεται, ἕνεκεν τοῦ παντὸς ὁρῶντος οὐρανοῦ.

Εἰ μὲν οὖν τὸν ἀκριβῆ τοῦ πράγματος λόγον ἀκοῦσαι θέλῃς, οὕς μικρῷ τάχιον εἴρηκας ἀδικεῖσθαι, αὐτοὶ μᾶλλον ἀδικοῦσιν. ὅτι αὐτοὶ μὲν οἱ τὰ ἐσόμενα ἑλόμενοι ἐν τοῖς παροῦσιν σύνεισιν τοῖς κακοῖς, κατὰ πολλὰ τῶν ἴσων αὐτοῖς ἀπολαύοντες, αὐτοῦ τε τοῦ ζῆν, τοῦ φωτὸς, τοῦ ἄρτου, τοῦ ὕδατος, τοῦ ἱματίου καὶ ἄλλων τοιούτων τινῶν. οἱ δὲ ἀδικεῖν ὑπὸ σοῦ νομισθέντες τοῖς ἐσομένοις ἀγαθοῖς ἀνδράσιν οὐδὲν συνυπάρχουσιν. καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· νῦν με ὅτε πέπεικας ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ

τοῖς τὰ ἐσόμενα ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἅ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος· οὐδὲ τοῦτο ἄδικον, διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, εἴτε μικρὰ εἴη, εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὴ οὐδ᾽ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά. καὶ ὁ πατὴρ ἔφη· ὀρθῶς ἔφης, καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· αἰτία ἑλομένων, Θεὸς ἀναίτιος.

Ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντά εἰπόντα μοι, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι τὰ ἐσόμενα, ἅ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα εἴτε βρώματα εἴτε ποτὰ εἴτε ἄλλα τινά, ἁμαρτίας κεκτήμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει, καθὼς δύο διεῖλες ὅρους τῶν δύο βασιλέων, τὰ ἐφ᾽ ἑκάστῳ τῶν ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ὄντων αἱρεῖσθαι ὅ βούλεται. τί δὲ παντάπασιν εἰ δικαίως πάσχομεν; καὶ ὁ Πέτρος· δικαιότατα. ἐπεὶ γὰρ ὁ τῶν σωζομένων ὅρος ἐστὶν, ὡς ἔφην, τὸ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, καὶ τὰ ἄλλως ἁμαρτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης Θεοῦ φιλανθρωπίας ἐπάγεται τὰ πάθη τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ τοσῶς φιλόθεον προσκαίροις τιμωρίαις ἀωνίων σωθῶσιν κολάσεων.

Καὶ ὁ πατήρ· τί δὲ οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; παρὰ τοῦτο καὶ οὗτοι τῶν σωζομένων εἰσίν ; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ τοῦ πένητος πενία, ἐὰν ὀρέγηται ὧν οὐ χρή. ὥστε τινὲς τῇ προαιρέσει πλουτοῦσιν χρήμασιν, καὶ ὡς πλεονεκτεῖν ἐπιθυμοῦντες τιμωροῦνται. ἀλλ᾽ οὐδὲ ἐν τῷ πένητα εἶναί τινα πάντως δίκαιός ἐστιν. δύναται γὰρ πτωχὸς μὲν τοῖς χρήμασιν εἶναι, ἐπιθυμεῖν δὲ ἢ καὶ πράττειν ὅ προηγουμένως οὐ χρή. ἢ γὰρ εἴδωλα σέβει, ἢ βλασφημεῖ, ἢ πορνεύει, ἢ ἀδιαφόρως ζῇ, ἤ ἐπιορκῶν, ἢ ψευδόμενος, ἢ ἀπίστως βιούς. πλὴν ὁ διδάσκαλος ἡμῶν πιστοὺς πένητας ἐμακάρισεν, καὶ αὐτοὺς οὐχ ὡς παρεσχηκότας

τι, οὐδ ὲγὰρ εἶχον, ἀλλ᾽ ὡς μηδὲν ἁμαρτάνοντας, καὶ ἐπὶ μόνῳ τῷ τὴν ἐλεημοσύνην μὴ ποιεῖν, διὰ τὸ μὴ ἔχειν, καταδικασθῆναι οὐκ ἔχοντας. καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται, διὸ καὶ προαιρέσεως ἐγενόμην τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.

Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι τὰ κατὰ τὴν ἡμετέραν θρησκείαν μαθεῖν, ὀφείλω τῇ τάξει τὸν λόγον ἐκθεῖναι ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ Θεοῦ, καὶ δεικνὺς ὅτι αὐτὸν μόνον δεῖ λέγειν Θεόν, ἑτέρους δὲ μήτε λέγειν μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως ἔχει κολασθῆναι, ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων δεσπότην ἀσεβήσας τὰ μέγιστα. καὶ ταῦτα εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονιῶσι τὰς χεῖρας ἐπιθεὶς καὶ εὐξάμενος καὶ ἰασάμενος ἀπέλυσε τοὺς ὄχλους. καὶ εἶθ’ οὕτως εἰσιὼν τῶν συνηθεστέρων ἁλῶν μεταλαβὼν ὕπνωσιν.

Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας ἐληλυθὼς ἐπ᾽ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετά γε Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν, πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσιν τοῖς ὑπὸ σοῦ ὁπώσποτε ὑπὲρ μοναρχίας λεγομένοις λόγοις. ταῦτα τοῦ διακόνου λέγοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν τῶν ἑταίρων. καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι αὐτὸς προλαβὼν ἔφη.

Ἔμαθον ὡς ὑπέσχου ἐχθὲς τῷ αύστῶ, εἰς τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν μόνον δεῖ λέγειν, ἄλλους δὲ μήτε λέγειν μήτε νομίζειν, ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως κολασθῆναι ἔχει. πρὸ πάντων δὲ ἀληθῶς καταπέπληγμαί σου τὴν πρόνοιαν, ὅτι ἤλπισας εἰς τὴν σὴν βούλησιν μεταπεῖσαι ἄνδρα σοφὸν, καὶ ταῦτα πρεσβύτην. ἀλλ᾽ οὐκ ἐπιτεύξῃ τῶν σῶν βουλευμάτων, ταύτῃ μᾶλλον, παρόντος ἐμοῦ, καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἐμοῦ

μὴ παρόντος ἠπατήθη ἄν ὁ σοφὸς γέρων, ἰδιώτης ὤν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστευμένων βίβλων. καὶ τὸ νῦν τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα τῆς ὑποσχέσεώς σου τάχιον τὸν ἔλεγχον ποιήσωμαι. διὸ ἐφ᾽ ἡμῶν αὐτῶν τῶν τὰς γραφὰς εἰδότων, ὅ ὑπέσχου λέγειν, ἆρξαι. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ᾽ ἡμῶν αὐτῶν σὴν ὑπόσχεσιν παραλιπεῖν θέλεις, αὐτάρκης καὶ οὕτως ἡ ἀπόδειξις ὅτι ψεύδῃ, καθ᾽ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί σε ἀναμένω λέγειν, μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν παρεστῶτα γέροντα; καὶ ταῦτα εἰπὼν ἐμβλέψας τῷ πατρὶ ἔφη· εἰπέ μοι, ἀνδρῶν πάντων τιμιώτατε, οὐχὶ οὗτος ὁ ἀνὴρ ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστιν Θεὸς καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν Θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν, ὡς τὰ μέγιστα ἁμαρτάνων, αἰωνίως κολασθῆναι ἔχει; ἢ γὰρ οὐκ ἀποκρίνῃ μοι;

Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ᾽ ἐμοῦ ἀπῄτεις, Σίμων, εἰ πρότερον ἠρνεῖτο ὁ Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν ἃ δεῖ λέγειν. οἶμαί σε ὀργῇ πεπρησμένον διαλεχθῆναι θέλειν, ὅπερ ἀνοίκειόν σοι τοῦτο ποιεῖν, καὶ ἡμῖν τοιοῦτον ὑπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι. καὶ νῦν ἐξ ἑλληνικῆς παιδείας, ὡς χρὴ τοὺς ζητοῦντας ποιεῖν, εἰδὼς ὑπομνήσω. ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ εἰς ἕτερον οἱ λόγοι γενέσθωσαν. ἐὰν δὲ Πέτρος μόνος ἐκθῆται τὸ ἑαυτοῦ φρόνημα, σὺ δὲ τὸ σὸν σιωπᾷς, ἐνδέχεταί τινα λόγον ὑπὸ σοῦ ῥηθέντα θλίβλειν τὸ ἑαυτοῦ καὶ τὸ σὸν φρόνημα, καὶ ἀμφοτέρους ὑμᾶς ὑπὸ τοῦ λόγου ἡττηθέντας μὴ φαίνεσθαι ἡττημένους, ἀλλὰ τὸν ἐκθέμενον τὸ φρόνημα, τὸν δὲ μὴ ἐκθέμενον ὁμοίως ἡττημένον μὴ πρόδηλον εἶναι, ἀλλὰ καὶ νενικηκέναι νομίζεσθαι. καὶ ὁ Σίμων ἀπεκρίνατο ποιήσω ὡς λέγεις, ἀθυμῶ δὲ μήπως ἤδη προειλημμένος αὐτοῦ τοῖς λόγοις οὐ φιλαλήθης ἔσῃ κριτής.

Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ἵνα δόξω φιλαλήθης εἶναι κριτής, εἰ δὲ τἀληθῆ ἀκοῦσαι θέλῃς, τῷ σῷ φρονήματι μᾶλλον προείλημμαι. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὅ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς ἄκουσον. ἐλέγχειν ὑπέσχου Πέτρον ἕνα Θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται, ὁ δὲ ἕνα λέγοντα ψεύσματος ἐλέγξαι ἐπαγγελλόμενος, ὡς ἀληθεύων, τὸ αὐτὸ οὐ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ

τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ψεύδεται, εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, τότε ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα Θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μή τι ἄν ὅτι πολλοὺς δοξάζεις θεούς. Θεοὺς δὲ πολλοὺς εἶναι κἀγὼ λέγω. τὸ αὐτὸ οὖν σοι πρὸ τῆς ζητήσεως λέγω. σοὶ μᾶλλον προείλημμαι. καὶ κατὰ τοῦτο ἀγωνιᾶν περὶ ἐμοῦ οὐκ ὀφείλεις, ἀλλὰ Πέτρος, ὅτι ἀκμὴν αὐτῷ τὰ ἐναντία φρονῶ. ὅπερ μετὰ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὤν κριτὴς, πρόληψιν ἀποδυσάμενος, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἡρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.

Καὶ ὁμῶς ὁ Πέτρος ἔφη· ἐγὼ, ὡς ὁ τῶν λόγων μεσίτης εἴρηκεν, ποιεῖν ἕτοιμός εἰμι, καὶ ἤδη ποτὲ πρὸ πάσης ἀναβολῆς τὸ ἐμὸν περὶ Θεοῦ ἐκθήσομαι φρόνημα. κἀγὼ ἕνα Θεὸν εἶναι λέγω, τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα. ἄλλον τε οὔτε λέγειν, οὔτε νομίζειν ἔξεστιν. καὶ ὁ Σίμων· ἐγὼ δέ φημι τὰς πεπιστευμένας γραφὰς παρὰ Ἰουδαίοις πολλοὺς λέγειν θεοὺς, καὶ μὴ χαλεπαίνειν ἐπὶ τούτῳ τὸν Θεὸν, τῷ αὐτὸν διὰ γραφῶν αὐτοῦ πολλοὺς θεοὺς εἰρηκέναι.

Αὐτίκα γοῦν ἐν τῇ πρώτῃ φωνῇ τοῦ νόμου φαίνεται καὶ ἑαυτῷ αὐτοὺς ὁμοίως λέγων. οὕτως γέγραπται, ὡς ὅτι τῷ πρώτῳ ἀνθρώπῳ, ἐντολὴν ἔχοντι παρὰ τοῦ Θεοῦ, ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγεῖν, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ φαγεῖν, ὁ ὄφις διὰ τῆς γυναικὸς ἐπὶ ὑποσχέσει τοῦ γενέσθαι αὐτοὺς θεοὺς φαγεῖν αὐτοὺς πείσας, ἀναβλέψαι ἐποίησεν καὶ εἶθ’ οὕτως ὁ Θεὸς ἀναβλέψασιν αὐτοῖς ἔφη· ἰδοὺ γέγονεν Ἀδὰμ, ὡς εἶς ἡμῶν. ὁ μὲν οὖν ὄφις εἰπών· ἔσεσθε ὡς θεοί, ὡς ὄντων θεῶν εἰρηκὼς φαίνεται· ταύτῃ μᾶλλον ᾗ καὶ Θεὸς ἐπεμαρτύρησεν εἰπών· ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἶς ἡμῶν. οὕτως ὁ τοὺς πολλοὺς εἰπὼν ὄφις εἶναι θεοὺς οὐκ ἐψεύσατο. πάλιν τὸ γεγράφθαι· θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς, πολλοὺς σημαίνει θεοὺς, οὕς οὐδὲ κακολογεῖσθαι θέλει. ἀλλὰ καὶ ἄλλοθί που γέγραπται· εἰ ἐτόλμησεν Θεὸς ἕτερος εἰσελθεῖν, καὶ λαβεῖν ἑαυτῷ ἔθνος ἐκ μέσου ἔθνους, ὡς ἐγὼ κύριος ὁ Θεός. τὸ εἰπεῖν, εἰ ἐτόλμησεν Θεὸς ἕτερος, ὡς ὄντων ἑτέρων εἴρηκεν. καὶ ἄλλοτε· Θεοὶ οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ὡς τῶν μὴ πεποιηκότων ἀπόλλυσθαι μελλόντων. καὶ ἄλλῃ

που λέγει· ἔπεχε σεαυτῷ, μὴ πορευθεὶς λατρεύσῃς θεοῖς ἑτέροις, οἷς οὐκ ᾔδεισαν οἱ πατέρες σου, ὡς ὄντων θεῶν ἑτέρων, οἷς καὶ μὴ ἐξακολουθεῖν αὐτοὺς λέγει. καὶ πάλιν· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. καὶ ἐνταῦθα πολλοὺς θεοὺς λέγει, ὧν τὰ ὀνόματα ὀνομάζεσθαι οὐ θέλει. καὶ πάλιν γέγραπται· Κύριος ὁ Θεός σου, οὕτος Θεὸς τῶν θεῶν. καὶ πάλιν· τίς ὅμοιός σοι, κύριε, ἐν θεοῖς καὶ πάλιν· Θεὸς θεῶν κύριος. καὶ πάλιν· ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. ὅθεν θαυμάζω πῶς τοσούτων φωνῶν ἐγγράφως μαρτυρουσῶν πολλοὺς εἶναι θεοὺς, σὺ διαβεβαίωσαι μὴ δεῖν μήτε λέγειν μήτε εἶναι νομίζειν. λοιπὸν πρὸς τὰ σαφῶς ῥηθέντα τί ἔχεις εἰπεῖν, ἐπὶ πάντων λέγε.

Καὶ ὁ Πέτρος ἔφη· συντομώτερον ἄκουε πρὸς ἅ εἴρηκας. αὐτὸς ὁ νόμος ὁ πολλάκις εἰπὼν θεοὺς αὐτὸς τῷ Ἰουδαίῳ ὄχλῳ λέγει· ἰδοὺ κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανὸς τοῦ οὐρανοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς, συμπεριλαβὼν, ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπ᾽ αὐτόν εἰσιν, τουτέστιν ὑπὸ τὸν Ἰουδαίων Θεόν. καὶ πάλιν· ὅτι κύριος ὁ Θεός σου, οὕτος Θεὸς ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐν τῇ γῇ κάτω, καὶ ἐκ ἐστιν ἄλλος πλὴν αὐτοῦ. καὶ ἄλλῃ που λέγει ἡ γραφὴ τῷ Ἰουδαίων ὄχλῳ· Κύριος ὁ Θεός σου, οὗτος Θεὸς τῶν θεῶν, ὥσπερ ὅτι εἰ καί εἰσιν θεοὶ, ὑπὸ τὸν Ἰουδαίων Θεόν εἰσιν. καὶ ἄλλῃ που περὶ αὐτοῦ λέγει ἡ γραφή· ὁ Θεὸς ὁ μέγας καὶ ἀληθινὸς, ὅς οὐ λαμβάνει εἰς πρόσωπον, οὐδὲ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν ὀρφανῷ καὶ χήρᾳ. μέγαν δὲ καὶ ἀληθινὸν καὶ κρίσιν ποιοῦντα τὸν Ἰουδαίων ἡ γραφὴ εἰποῦσα Θεὸν, τοὺς ἄλλους μικροὺς καὶ οὐκ ἀληθινοὺς ἐσήμανεν. ἀλλὰ καὶ ἄλλῃ που λέγει ἡ γραφή· ζῶ ἐγὼ, λέγει κύριος, οὐκ ἔστιν Θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ πρῶτος, ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ Θεὸς οὐκ ἔστιν. καὶ πάλιν· Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις. καὶ πάλιν· ἄκουε Ἰσραήλ, κύριος ὁ Θεὸς ἡμῶν κύριος εἷς ἐστιν. καὶ ὁμῶς πολλαὶ φωναὶ μεθ᾽ ὅρκου ἐπισφραγίζουσιν, ὅτι εἷς ἐστιν ὁ Θεὸς, καὶ πλὴν αὐτοῦ οὐκ ἔστιν Θεός. ὅθεν θαυμάζω, πῶς τοσούτων μαρτυρουσῶν φωνῶν ἕνα εἶναι Θεὸν, σὺ πολλοὺς εἶναι λέγεις.

Καὶ ὁ Σίμων· ὁ λόγος τὴν ἀρχὴν ἦν μοι πρὸς σέ, ἀπὸ γραφῶν ἐλέγξαι σε, ὅτι ψεύδῃ, λέγων μὴ αὐτὰ δεῖν φθέγγεσθαι θεούς. ὅθεν πολλὰς ἐγγράφους ἔδειξα φωνὰς, ὅτι αὐταὶ αἱ θείαι

γραφαὶ πολλοὺς φθέγγονται θεούς. καὶ ὁ Πέτρος· αὐταὶ αἱ πολλοὺς φθεγγόμεναι θεοὺς γραφαὶ, αὐταὶ παρήνεσαν ἡμῖν εἰποῦσαι· ὀνόματα θεῶν ἑτέρων οὐκ ἀναβήσεται ἐπὶ τῶν χειλέων σου. οὕτως οὐ παρὰ τὸ γεγραμμένον ἔφην, ὦ Σίμων. καὶ ὁ Σίμων· ἄκουσον πρὸς αὐτὸ καὶ σὺ , ὦ Πέτρε. ἁμαρτάνειν μοι δοκεῖς, ὅτι αὐτῶν καταλέγεις, τῆς γραφῆς λεγούσης· οὐ κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ οὐ κακῶς ἐρεῖς. καὶ ὁ Πέτρος· οὐχ ἁμαρτάνω, Σίμων, ἀκολούθως ταῖς γραφαῖς τὴν ἀπώλειαν αὐτῶν προσημαίνων· οὕτω γὰρ γέγραπται· θεοὶ οἵ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν· καὶ τοῦτο εἰπὼν οὐχ ὡς ἐνίων πεποιηκότων, καὶ μὴ ἀπολλυμένων, ὡς ἑρμήνευσας. δηλοῦται γὰρ εἷς ὁ πεποιηκὼς τῷ ἀπαρχῆς γεγράφθαι· ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ οὐκ εἶπεν οἱ θεοί. καὶ ἄλλῃ που λέγει ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. καὶ ἐν ἑτέρῳ γέγραπται· οἱ οὐρανοὶ αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς εἰς τὸν αἰῶνα.