Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν, πολὺς παρέστη ὄχλος. καὶ τότε ἐγὼ εἰς τὸν ὄχλον ἀποβλέπων ἔφην· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων Θεὸν σέβειν παρειληφὼς καὶ παράγγελμα ἔχων γενέσει μὴ προσανέχειν, λέγω δὴ τῷ τῆς ἀστρολογίας μαθήματι, διὰ τοῦτο οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος, ὧν δέ εἰμι, ὑφηγήσομαι. ἐπειδὴ γένεσιν ἀπ᾽ αὐτῆς τῆς κατὰ τὴν
γένεσιν ἐπιστήμης ἀνασκευάζειν οὐ δύναμαι, βούλομαι ἄλλῳ τρόπῳ ἀποδεῖξαι, ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα, καὶ ἕκαστος πρὸς ἃ πράττει, τιμῆς ἢ κολάσεως τεύξεται, εἴτε νῦν εἴτε αὖθις, οὐθέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν, ἔστιν αὕτη. τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ κυλλὴν ἔχει τὴν χεῖρα, ἢ χωλὸν τὸν πόδα, ἢ ἕτερόν τι περὶ σῶμα, ὃ ὑποστροφὴν πρὸς ἴασιν πάλιν οὐκ ἔχει, καὶ παντὸς ἰατικοῦ ἐπαγγέλματος ἐκτός ἐστιν· ὃν οὐδὲ ἀστρολόγοι ἰᾶσθαι ἐπαγγέλλονται, ὅτι μὴ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν· ἐγὼ δὲ Θεοῦ δεηθεὶς τὴν ἴασιν παρασχῶ, ὁπότε ἐκ γενέσεως κατόρθωσιν τὸ τοιοῦτο οὐδέποτε λαβεῖν ἠδυνήθη. τούτου οὕτως γενομένου οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα Θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο βλασφημεῖν γάρ ἐστιν τὸ λέγειν γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ ἀπεκρινάμην· καὶ πάνυ. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ταῦτα ποιεῖν ὑπὸ Θεοῦ ἐτάγησαν, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι εἰς αὐτὸν ἀναφέρονται, τὸν τὴν γένεσιν θέντα ἐν τοῖς ἄστροις.Καὶ ὁ γέρων ἀπεκρίνατο· ἀληθῶς μεγάλως ἔφης, ἀλλὰ πάσῃ σου τῇ ἀπαραβλήτῳ ἀποδείξει ἡ ἐμὴ ἐμποδίζει συνείδησις. ἐγὼ γὰρ ἀστρολόγος ὢν, καὶ Ρώμην πρῶτον οἰκήσας φιλωθείς τινι πρὸς γένους ὄντι Καίσαρος, αὐτοῦ τε καὶ τῆς συμβίου τὴν γένεσιν ἠπιστάμην, καὶ ἱστορήσας ἀκολούθως τῇ γενέσει αὐτῶν τὰς πράξεις ἀποτελεσθείσας ἔργῳ, σοὶ λόγῳ πείθεσθαι οὐ δύναμαι. ἦν γὰρ τῆς γενέσεως αὐτῆς τὸ διάθεμα, ποιοῦν μοιχάδας, ἰδίων δούλων ἐρώσας, καὶ ἐπὶ ξένης ἐν ὕδασιν θνησκούσας. ὃ καὶ οὕτω γέγονεν. ἐρασθεῖσα γὰρ τοῦ ἰδίου δούλου καὶ μὴ φέρουσα τὸν ψόγον, φυγοῦσα σὺν αὐτῷ, ἐν ἀλλοδαπῇ ὁρμήσασα καὶ κοινωνήσασα αἰτῷ, θαλάσσῃ διεφθάρη.
Κἀγὼ ἀπεκρινάμην· πῶς γινώσκεις ὅτι ἡ φυγοῦσα ἐν ἀλλοδαπῇ γενομένη τὸν δοῦλον ἔγημεν, καὶ γήμασα ἐτελεύτησεν; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τἀληθῆ, οὐχ ὅτι ἔγημεν , ὁπότε οὐδ’ ὅτι ἤρα ἐγίνωσκον, ἀλλὰ μετὰ τὴν αὐτῆς ἀπαλλαγὴν ὁ ἀδελφὸς ὁ τοῦ ἀνδρὸς αὐτῆς ἐμοὶ διηγήσατο πάντα τὰ κατὰ τὸν αὐτῆς ἔρωτα, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ ὁ ἀδελφὸς, οὐκ ἐβουλήθη μιᾶναι κοίτην, καὶ πῶς βουλομένη καὶ αἰδουμένη αὐτὸν καὶ τὸν ψόγον ἡ κλαινα (οὐκ
ἔστιν γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα ποιεῖν καὶ πάσχειν ἠναγκάζετο) ὄνειρον εἴτε ἀληθῆ εἴτε ψευδῆ ἐπλάσατο οὐκ ἔχω λέγειν· ἔλεγεν γὰρ αὐτὴν εἰρηκέναι, ὡς ὅτι ἐν ὁράματι ἐπιστάς τις ἐκέλευσέν μοι ἅμα τέκνοις ἐξαυτῆς τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. ὁ δὲ ἀνὴρ σώζεσθαι αὐτὴν σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα αὐτοὺς παιδευθησομένους εἰς τὰς Ἀθήνας ἐξέπεμψεν σὺν τῇ μητρὶ καὶ δούλοις, τρίτον δὲ νεώτερον υἱὸν ἔχων ἔσχεν παρ᾽ αὑτῷ, ὡς δὴ τοῦ χρηματίσαντος κατ᾽ ὄναρ συνεῖναι αὐτὸν αὐτῷ ἐπιτρέψαντος. πολλοῦ δὲ χρόνου διελθόντος οὐκ ἔλαβεν γράμματα παρ᾽ αὐτῆς. αὐτὸς πολλάκις πέμψας εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτερον ὄντα, ἐπὶ τὴν ζήτησιν ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμον προθύμως, μεμνημένος ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν, ὑπὲρ αὐτοῦ με τοὺς φίλους ἀγαπῶν καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας μέρη ἐγενόμεθα, εἰς Σελεύκειαν παρεβάλομεν, καὶ οὕτως ἐκβάντων ἡμῶν τοῦ πλοίου μετ᾽ οὐ πολλὰς ἡμέρας ἀθυμῶν ἐτελεύτησεν. ἐγὼ δὲ ἐνταῦθα ἐλθών, ἑαυτὸν ἀποδοὺς τὰς διὰ τῶν χειρῶν ἔκτοτε μέχρι τοῦ δεῦρο πορίζω τροφάς.Ταῦτα τοῦ γέροντος εἰπόντος σύνοιδα, ὅτι ὅν ἔλεγεν τεθνάναι γέροντα, αὐτὸς ἦν, ἐξ ὧν ἔλεγεν, ὁ ὑμέτερος πατήρ. οὐκ ἐβουλήθην οὖν τὸ καθ᾽ ὑμᾶς αὐτῷ συναντιβαλεῖν, μέχρις ἄν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν μηνύσας, ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί ὄνομα τῷ γέροντι; ὁ δὲ ἔφη, Φαῦστος. τί δὲ τοῖς διδύμοις υἱοῖς; ὁ δὲ ἀπεκρίνατο, Φαυστῖνος καὶ Φαυστινιανός. τί δὲ τῷ τρίτῳ υἱῷ; ὁ δὲ εἶπεν, Κλήμης. τί δὲ τῇ τούτων μητρὶ ὄνομα; ὁ δὲ ἔφη, Ματτιδία. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδρακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἵνα μετὰ τὴν ἁλῶν κοινωνίαν ταῦτα προςανάθωμαι ὑμῖν. πρὸ δὲ τοῦ ἁλῶν μεταλαβεῖν εἰπεῖν ὑμῖν οὐκ ἐβουλήθην, μή πως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσιν. ταῦτα τοῦ Πέτρου λέγοντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς τὸν Θεὸν γενναίως φερέτω τὰ λεχθέντα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατήρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς στοχαζόμενοι εἰρήκατε.
Ταῦτα τοῦ Πέτρου εἰπόντος, ἡ μήτηρ μὴ φέρουσα βοῶσα ἔφη· οἴμοι ἄνερ, ἡμᾶς ἀγαπῶν κρίσει ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες φῶς ὁρῶμεν, καὶ τροφῆς μεταλαμβάνομεν. οὕπω δὲ τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης, ἰδοὺ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι, εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴμοι τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκριβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι, καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες, καὶ τῆς ἀπλήστου χαρᾶς οὐκ ἐδύναντο κρατεῖν. πλὴν μετ᾽ οὐ πολὺ ἡ μὲν μήτηρ· ἔχω σε Φαῦστε, τὸν κατὰ πάντα μοι γλυκύτατον. πῶς ἄρα ζῇς, ὅν ὡς τεθνεῶτα μικρῷ τάχιον ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν ἡμῶν υἱοὶ, Φαυστῖνος, Φαυστινιανὸς καὶ Κλήμης. ταῦτα εἰπούσης, ἡμεῖς οἱ τρεῖς προσπούσοντες αὐτῷ καὶ καταφιλοῦντες ἀμαυρῶς πως τὴν μορφὴν αὐτοῦ ἀνεφέρομεν.
Ταῦτα βλέπων ὁ Πέτρος ἔφη· σὺ εἶ Φαῦστος, ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἔφη· ἐγώ εἰμι. καὶ ὁ Πέτρος· πῶς οὖν μοι τὰ σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω, πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο· πρὸς γένους ὑπάρχων Καίσαρος, καὶ περίφωρος μὴ θέλων γενέσθαι, ἐπ᾽ ἄλλου τινὸς τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵνα αὐτὸς ὅστις εἰμὶ μὴ νοηθῶ. ᾔδειν γὰρ ὅτι, εἰ ἀναγνώριμος γένωμαι, οἱ κατὰ τόπον ἡγούμενοι ἀκούσαντες, ἀνακαλέσαντες, Καίσαρι κεχαρισμένα ποιοῦντες, τὴν τοῦ βίου μοι εὐδαιμονίαν περιθήσουσιν, ὅπερ ἀπεταξάμην. οὐ γὰρ ἠδυνάμην, περὶ τῶν ἐμοὶ ἠγαπημένων τὰ μέγιστα ὡς περὶ θανόντων κρίνας, πρὸς τὴν τοῦ βίου τρυφὴν ἑαυτὸν ἀποδιδόναι.
Καὶ ὁ Πέτρος ἔφη· ταῦτα μὲν ἐποίησας ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἄρα ψευδόμενος διισχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαιοῦ; καὶ ὁ πατὴρ ἔφη· οὐ ψεύσομαι πρός σε, ἀληθῶς ὡς οὔσης γενέσεως ἐβεβαίουν. εἰμὶ γὰρ οὐκ ἀμύητος τοῦ θεωρήματος, πλὴν συνῆν μοί τις, ἀστρολόγων ἄριστος, ἀνὴρ Αἰγύπτιος, Ἀννουβίων ὀνόματι, ὅς τις ἐν ταῖς ἀποδημίαις κατ᾽ ἀρχάς μοι φιλωθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος ἔφη· οὐκοῦν ἔργῳ πέπεισαι, ὅτι οὐ συνέστηκεν τὰ κατὰ γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ ὑποτρέχοντά μου εἰς τὸν
νοῦν ἐκτίθεσθαί σοι, ἵνα πρὸς αὐτὰ ἀκούων μανθάνειν ἔχω τούς σου τούτων ἐλέγχους. ἀλλὰ καὶ πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ ἀληθεύειν. ὑποπτεύω οὖν μήπως ἅ μὲν ἀκριβοῦσιν, ἀληθεύουσιν, ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν , ὡς ὑπονοεῖν με, τὸ μὲν μάθημα συνεστάναι, αὐτοὺς δὲ δἰ ἀμαθίαν ψεύδεσθαι μόνην, διὰ τὸ μὴ πάντας περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἄπεχε, μή πως περὶ ὧν ἀληθεύουσιν, ἐπιτυγχάνουσιν, καὶ οὐχὶ ἀκριβοῦντες λέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων ἔφη. πῶς οὖν ἔστιν περὶ τούτου πληροφορηθῆναι, τὸ εἴτε συνέστηκεν τὸ κατὰ τὴν γένεσιν, ἢ οὔ;Ἀμφοτέρων οὖν σιωπώντων ἔφην· ἐπειδὴ τὸ μάθημα ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ ὁ πατὴρ οὐχ οὕτως, ἤθελον, εἰ αὐτὸς Ἀννουβίων παρῆν, ἐπὶ τοῦ πατρὸς ἐποιησάμην λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἔφη· ἐν Ἀντιοχείᾳ, ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ὄντα, ᾧ Ἀννουβίων παρεπόμενος ἀχώριστός ἐστιν. ὡς ἂν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις γενέσθαι δύναται. καὶ ὁμῶς πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρέντες καὶ Θεῷ εὐχαριστήσαντες, ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.
Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς ἡμῶν καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν, ἔνθα ὁ Πέτρος ἦν, προσαγορεύσας ἐκαθέσθη, ἔπειτα καὶ ἡμεῖς, αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τῷ πατρὶ προσεμβλέψας ἔφη· σπεύδω ὁμόφρονά σε γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς, κἀκεῖ μετὰ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος συνόντα ἄλυπον ἔσεσθαι. ἢ γὰρ οὐ τὰ μεγιστά σε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατήρ· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως ὀφειλόμενον ὑμῖν μετ᾽ ἀλλήλων μὴ εἶναι, πόσῳ γε μᾶλλον οὐ λυπήσει,
σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης λόγῳ σου τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις, ῥητοῦ δόγματος ἀποφάσει;Καὶ ὁ πατὴρ ἔφη· ἀλλ᾽ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε ἄν περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι, οὐ δοκεῖ σοι, σὲ μὲν ἀπιστοῦντα τὴν κόλασιν μὴ λυπεῖσθαι, ἐκείνους δὲ πεπεισμένους ἀνάγκην ἔχειν περὶ σοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης, τῇ θρησκείᾳ συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ᾽ εὐγνωμοσύνῃ, περὶ τῶν λεγομένων σοι ὑπ᾽ ἐμοῦ ἀκούων, καὶ κρίνων εἰ ταῦτα οὕτως ἔχει, ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ὧδε συναπολαύσεις τοῖς φιλτάτοις, κᾀκεῖ συναναπαύσῃ, εἰ δὲ ἐν τῇ τῶν λόγων σκέψει δείξῃς τὰ ὑφ᾽ ἡμῶν λεγόμενα μῦθόν τινα ψευδῆ εἶναι, καὶ οὕτως καλῶς ποιήσεις, αὐτοὺς ὁμογνώμονάς σοι εἰληφώς, καὶ τοῦ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις, καὶ ψευδῶν φόβων ἀπαλλάξεις.
Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος ἔφη· τί οὖν ἐστιν τὸ κρατοῦν σε εἰς τὴν ἡμετέραν πίστιν ἐλθεῖν, λέγε, ἵνα εἰς αὐτὸ λέγειν ᾀρξώμεθα. πολλὰ γάρ ἐστιν τὰ κρατοῦντα· τοὺς μὲν πεπεισμένους ἀσχολίαι ἀγορασμῶν , πράξεων, γεωργιῶν, φροντίδων καὶ ὅσα τοιαῦτα· ἀπιστοῦντας δὲ, ἀφ᾽ ὧν εἶ καὶ σὺ, ὑπολήψεις τοῦ νομίζειν, ἢ θεοὺς τοὺς οὐκ ὄντας εἶναι, ἢ τὸ γενέσει τὰ πάντα ὑποκεῖσθαι, ἢ αὐτοματισμῷ, ἢ τὰς ψυχὰς θνητὰς, ἢ καὶ τὸν ἡμέτερον λόγον ψευδῆ ὡς οὐκ οὔσης προνοίας.
Ἐγὼ δὲ προνοίᾳ Θεοῦ τὰ πάντα διοικεῖσθαι ἐκ τῶν περὶ σὲ γενομένων εἶναι λέγω, τοσούτοις ἔτεσιν τὴν διάστασίν σού τε καὶ τῶν σῶν γενέσθαι. ἐπεὶ γὰρ σὺν σοὶ ὄντες ἴσως τὸν τῆς θεοσεβείας λόγον οὐκ ἄν ἐπήκουσαν, ᾠκονομήθη σὺν μητρὶ ἡ ἀποδημία καὶ ναυφράγιον καὶ θανάτου ὑπόνοια καὶ ἀπρασίαι ἔτι τε καὶ ἐκπαιδευθῆναι αὐτοὺς τὰ Ἐλλήνων καὶ ἄθεα δόγματα, ἵνα μᾶλλον ὡς εἰδότες ταῦτα ἀνασκευάζειν δυνατοὶ ὦσιν· ἐπὶ τούτοις τὸ φιλῆσαι τὸν τῆς θεοσεβείας λόγον, καὶ ἐμοὶ ἑνωθῆναι δυνηθῆναι, συλλαβέσθαι μου τῷ κηρύγματι· ἀλλ᾽ ἔτι μὴν συνελθεῖν ἀδελφὸν Κλήμεντα, καὶ οὕτως τὴν μητέρα ἐπιγνωσθῆναι,
θεραπείας τῆς θεότητος πληροφορηθῆναι, καὶ μετ᾽ οὐ πολὺ εὐθὺ τὰ δίδυμα τέκνα ἐπιγνωσθέντα καὶ ἐπιγνόντα καὶ τῆς ἄλλης ἡμέρας σοι συντυχεῖν , καὶ τοὺς σοὺς ἀπολαβεῖν. τοσαύτην οὖν ταχεῖαν ἁρμονίαν πανταχόθεν συνδραμοῦσαν εἰς ἕνα γνώμης σκοπὸν οὐκ οἶμαι ἀπρονόητον εἶναι.Καὶ ὁ πατὴρ τῷ Πέτρῳ ἤρξατο λέγειν· μὴ νομίζε, φίλτατέ μοι Πέτρε, ἐν ἐννοίᾳ μὴ ἔχειν περὶ τοῦ ὑπὸ σοῦ κηρυσσομένου λόγου. πέρας γοῦν ταύτης τῆς παρωχηκυίας νυκτὸς πολλὰ τοῦ Κλήμεντος προτρεπομένου με τῇ ὑπὸ σοῦ κηρυσσομένῃ ἀληθείᾳ, ἀπεκρινάμην· τί γὰρ καινότερον ἐντέλλεσθαι δύναταί τις παῤ ὅ οἱ ἀρχαῖοι παρῄνεσαν; ὁ δὲ ἠρέμα γελάσας ἔφη· πολλὴ διαφορὰ, πάτερ, μεταξὺ θεοσεβείας λόγων καὶ τῶν τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας ἀπόδειξιν ἔχει ἐκ προφητείας, ὁ δὲ τῆς φιλοσοφίας καλλιλογίας παρέχων ἐκ στοχασμῶν δοκεῖ παριστᾶν τὰς ἀποδείξεις. καὶ ὁμῶς ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι ἐξέθετο λόγον, ὅνπερ αὐτῷ ὑφηγήσω, ὅς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα παρατιθέναι καὶ τὴν ἑτέραν, καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον προςδιδόναι καὶ τὸ μαφόριον, ἀγγαρεύοντι δὲ μίλιον συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.
Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ᾽ ἐνόμισας ἄδικον ὅ τι δικαιότατόν ἐστιν. εἴ σοι φίλον ἐστίν, ἄκουσον. καὶ ὁ πατὴρ ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι, δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλων, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται μὴν ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος ἔφη· τί δὲ, εἰ καὶ ἴδιόν τινος αὐτὸς οὗτος ἀφέληται, ἢ καὶ ἄλλο τι, ἐπὶ τούτῳ συλληφθεὶς ἐὰν διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων, καὶ τὸ θανεῖν, ὡς ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις , οὐ δοκεῖ σοι ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἔφη· φαίνεται. καὶ ὁ Πέτρος· τί δὲ, οὐ χρὴ τὸν ἐν ἑτέρου βασιλείᾳ ὄντα, καὶ ταῦτα πονηροῦ τινος ἐχθροῦ, τοῦ ζῆν χάριν πάντας κολακεύειν, καὶ ἀγγαρεύουσιν ἐπὶ πλεῖον ὑπείκειν, μὴ προσαγορεύοντας προσαγορεύειν,
ἐχθροὺς διαλλάσσειν, ὀργιζομένοις μὴ φιλονεικεῖν, τὰ ἑαυτοῦ ἀδεῶς παντὶ αἰτοῦντι παρέχειν, καὶ ὅσα τοιαῦτα; καὶ ὁ πατήρ πάντα μᾶλλον εὐλόγως ὑποσταίη, εἴπερ τούτων τὸ ζῆν προκρίνει.Καὶ ὁ Πέτρος· οὔκουν οὕς ἀδικεῖσθαι ἔλεγες, αὐτοὶ παρορισταὶ τυγχάνουσιν, καθὰ ἐν ἑτέρου εἰσὶν βασιλείᾳ, καὶ τοσοῦτον πλεονέκται εἰσὶν, ὅσον κεκτημένοι ὦσιν; οἱ ἀδικεῖν νομιζόμενοι τοσαῦτα ἑκάστῳ τῷ ἐξ ἐναντίας ὄντι χαρίζονται, ὅσα ἂν αὐτοῖς ἔχειν συγχωρῶσιν. αὐτῶν γάρ ἐστιν ταῦτα τῶν τὰ παρόντα ἑλομένων καὶ εἰς τοσοῦτον φιλάνθρωποί εἰσιν, ὡς τὸ ζῆν αὐτοῖς συγχωρεῖν. καὶ τὸ μὲν παράδειγμα οὕτως ἔχει· ἄκουε δὴ αὐτὸ τὸ πρᾶγμα. ὁ τῆς ἀληθείας προφήτης παρὼν ἐδίδαξεν ἡμᾶς, ὅτι ὁ τῶν ὅλων δημιουργὸς καὶ Θεὸς δυσίν τισιν ἀπένειμεν βασιλείας δύο, ἀγαθῷ τε καὶ πονηρῷ, δοὺς τῷ μὲν κακῷ τοῦ παρόντος κόσμου μετὰ νόμου τὴν βασιλείαν, ὥστ᾽ ἄν ἔχειν ἐξουσίαν κολάζειν τοὺς ἀδικοῦντας τῷ δὲ ἀγαθῷ τὸν ἐσόμενον ἀΐδιον αἰῶνα. ἕκαστον δὲ τῶν ἀνθρώπων ἐλεύθερον ἐποίησεν ἔχειν τὴν ἐξουσίαν ἑαυτὸν ἀπονέμειν ᾧ βούλεται, ἢ τῷ παρόντι κακῷ, ἢ τῷ μέλλοντι ἀγαθῷ. ὧν οἱ ἑλόμενοι τὰ παρόντα ἐξουσίαν ἔχουσιν πλουτεῖν, τρυφᾶν, ἥδεσθαι, καὶ πᾶν ὅ τι ἄν δύνωνται. τῶν γὰρ ἐσομένων ἀγαθῶν οὐδὲν ἕξουσιν. οἱ δὲ τὰ τῆς μελλούσης βασιλείας κρίναντες λαβεῖν τῶν ἐνταῦθα ὡς ἀλλοτρίου βασιλέως ἴδια ὄντα αὐτοῖς νομίζεσθαι οὐκ ἔξεστιν, ἢ ὕδατος μόνου καὶ ἄρτου καὶ τούτων μεθ᾽ ἱδρώτων ποριζομένων πρὸς τὸ ζῆν (ἐπειδὴ ἑκοντὶ ἀποθανεῖν οὐκ ἔξεστιν), ἔτι δὲ καὶ περιβολαίου ἑνός, γυμνὸν γὰρ ἐστάναι οὐκ ἐφίεται, ἕνεκεν τοῦ παντὸς ὁρῶντος οὐρανοῦ.
Εἰ μὲν οὖν τὸν ἀκριβῆ τοῦ πράγματος λόγον ἀκοῦσαι θέλῃς, οὕς μικρῷ τάχιον εἴρηκας ἀδικεῖσθαι, αὐτοὶ μᾶλλον ἀδικοῦσιν. ὅτι αὐτοὶ μὲν οἱ τὰ ἐσόμενα ἑλόμενοι ἐν τοῖς παροῦσιν σύνεισιν τοῖς κακοῖς, κατὰ πολλὰ τῶν ἴσων αὐτοῖς ἀπολαύοντες, αὐτοῦ τε τοῦ ζῆν, τοῦ φωτὸς, τοῦ ἄρτου, τοῦ ὕδατος, τοῦ ἱματίου καὶ ἄλλων τοιούτων τινῶν. οἱ δὲ ἀδικεῖν ὑπὸ σοῦ νομισθέντες τοῖς ἐσομένοις ἀγαθοῖς ἀνδράσιν οὐδὲν συνυπάρχουσιν. καὶ ὁ πατὴρ πρὸς ταῦτα ἀπεκρίνατο· νῦν με ὅτε πέπεικας ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσιν, ἔτι μᾶλλον ἀδικώτατον ὅλον μοι φαίνεται τὸ πρᾶγμα, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν πολλὰ
τοῖς τὰ ἐσόμενα ἑλομένοις συγχωροῦσιν, οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ ἀδικοῦσιν, ὅτι τὰ ὅμοια οὐ παρέχουσιν ἐκεῖ τοῖς ἐνταῦθα αὐτοῖς συγκεχωρηκόσιν, ἅ αὐτοὶ αὐτοῖς συνεχώρησαν. καὶ ὁ Πέτρος· οὐδὲ τοῦτο ἄδικον, διὰ τὸ ἐξουσίαν ἔχειν ἕκαστον τὰ παρόντα αἱρεῖσθαι ἢ τὰ μέλλοντα, εἴτε μικρὰ εἴη, εἴτε μεγάλα. ἰδίᾳ κρίσει καὶ βουλῇ ὁ ἑλόμενος οὐκ ἀδικεῖται, λέγω δὴ οὐδ᾽ ἂν τὰ μικρὰ ἕληται, ἐπεὶ προέκειτο τὰ μεγάλα. προέκειτο γὰρ αὐτῷ καὶ τὰ μικρά. καὶ ὁ πατὴρ ἔφη· ὀρθῶς ἔφης, καὶ γὰρ εἴρηταί τινι Ἑλλήνων σοφῷ· αἰτία ἑλομένων, Θεὸς ἀναίτιος.Ἀλλ’ ἔτι μὴν καὶ τοῦτόν μοι δίελθε τὸν λόγον. μέμνημαι τὸν Κλήμεντά εἰπόντα μοι, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη εἰς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως. ἡμεῖς γὰρ οἱ ἑλόμενοι τὰ ἐσόμενα, ἅ κεκτήμεθα πλείονα, εἴτε ἐσθῆτα εἴτε βρώματα εἴτε ποτὰ εἴτε ἄλλα τινά, ἁμαρτίας κεκτήμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν, ὡς μικρῷ τάχιον διεῖλον τὸν λόγον. πᾶσι τὰ κτήματα ἁμαρτήματα. ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει, καθὼς δύο διεῖλες ὅρους τῶν δύο βασιλέων, τὰ ἐφ᾽ ἑκάστῳ τῶν ὑπὸ τὴν ἐξουσίαν αὐτῶν ὄντων αἱρεῖσθαι ὅ βούλεται. τί δὲ παντάπασιν εἰ δικαίως πάσχομεν; καὶ ὁ Πέτρος· δικαιότατα. ἐπεὶ γὰρ ὁ τῶν σωζομένων ὅρος ἐστὶν, ὡς ἔφην, τὸ μηδενὶ μηδὲν ὑπάρχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, καὶ τὰ ἄλλως ἁμαρτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης Θεοῦ φιλανθρωπίας ἐπάγεται τὰ πάθη τοῖς μὴ εἰλικρινῶς πολιτευομένοις, ἵνα διὰ τὸ τοσῶς φιλόθεον προσκαίροις τιμωρίαις ἀωνίων σωθῶσιν κολάσεων.
Καὶ ὁ πατήρ· τί δὲ οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; παρὰ τοῦτο καὶ οὗτοι τῶν σωζομένων εἰσίν ; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ τοῦ πένητος πενία, ἐὰν ὀρέγηται ὧν οὐ χρή. ὥστε τινὲς τῇ προαιρέσει πλουτοῦσιν χρήμασιν, καὶ ὡς πλεονεκτεῖν ἐπιθυμοῦντες τιμωροῦνται. ἀλλ᾽ οὐδὲ ἐν τῷ πένητα εἶναί τινα πάντως δίκαιός ἐστιν. δύναται γὰρ πτωχὸς μὲν τοῖς χρήμασιν εἶναι, ἐπιθυμεῖν δὲ ἢ καὶ πράττειν ὅ προηγουμένως οὐ χρή. ἢ γὰρ εἴδωλα σέβει, ἢ βλασφημεῖ, ἢ πορνεύει, ἢ ἀδιαφόρως ζῇ, ἤ ἐπιορκῶν, ἢ ψευδόμενος, ἢ ἀπίστως βιούς. πλὴν ὁ διδάσκαλος ἡμῶν πιστοὺς πένητας ἐμακάρισεν, καὶ αὐτοὺς οὐχ ὡς παρεσχηκότας
τι, οὐδ ὲγὰρ εἶχον, ἀλλ᾽ ὡς μηδὲν ἁμαρτάνοντας, καὶ ἐπὶ μόνῳ τῷ τὴν ἐλεημοσύνην μὴ ποιεῖν, διὰ τὸ μὴ ἔχειν, καταδικασθῆναι οὐκ ἔχοντας. καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται, διὸ καὶ προαιρέσεως ἐγενόμην τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι τὰ κατὰ τὴν ἡμετέραν θρησκείαν μαθεῖν, ὀφείλω τῇ τάξει τὸν λόγον ἐκθεῖναι ἀπ᾽ αὐτοῦ ἀρχόμενος τοῦ Θεοῦ, καὶ δεικνὺς ὅτι αὐτὸν μόνον δεῖ λέγειν Θεόν, ἑτέρους δὲ μήτε λέγειν μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίως ἔχει κολασθῆναι, ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων δεσπότην ἀσεβήσας τὰ μέγιστα. καὶ ταῦτα εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονιῶσι τὰς χεῖρας ἐπιθεὶς καὶ εὐξάμενος καὶ ἰασάμενος ἀπέλυσε τοὺς ὄχλους. καὶ εἶθ’ οὕτως εἰσιὼν τῶν συνηθεστέρων ἁλῶν μεταλαβὼν ὕπνωσιν.
Ὄρθρου δὲ ἐξιὼν ὁ Πέτρος καὶ ἐπιστὰς ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον ὄχλον πολὺν συνεστῶτα εἶδεν. καὶ ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας ἐληλυθὼς ἐπ᾽ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστιν μετά γε Ἀθηνοδώρου τοῦ Ἐπικουρείου διαλεγομένῳ σοι ἐπελθεῖν, πρὸς τὸ ἀντιλέγειν δημοσίᾳ πᾶσιν τοῖς ὑπὸ σοῦ ὁπώσποτε ὑπὲρ μοναρχίας λεγομένοις λόγοις. ταῦτα τοῦ διακόνου λέγοντος, ἰδοὺ αὐτὸς εἰσῄει Σίμων μετὰ Ἀθηνοδώρου καὶ ἄλλων τινῶν τῶν ἑταίρων. καὶ πρὸ τοῦ τι τὸν Πέτρον φθέγξασθαι αὐτὸς προλαβὼν ἔφη.