Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν καὶ καθεσθεὶς καὶ παρακαθεσθῆναι ἡμᾶς κελεύσας ὑφηγεῖται τὰ πρῶτα πείθων ἡμᾶς, τίνι λόγῳ προπέμψας ἡμᾶς ἀπὸ τοῦ βαπτίσματος καὶ αὐτὸς βραδύνας ἐπῆλθεν. τὴν δὲ αἰτίαν ἔλεγεν τοιαύτην. ἅμα τῷ ὑμᾶς, φησίν, ἀποστῆναι, γέρων συνεισῄει ἐργάτης, περιέργως κλέπτων ἑαυτόν, καὶ προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγει, πρὸς τὸ ἰδεῖν τί ἄν πράττοιμεν εἰς τὸν σκεπινὸν τόπον εἰσελθόντες, λάθρα ἐκβὰς ἠκολούθησεν. ἐν εὐκαίρῳ τόπῳ προσελθὼν καὶ προςαγορεύσας ἔφη· ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν θέλων ἠδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπαίνῃς· νῦν δὲ τὰ ἐμοὶ δοκοῦντα ἀληθῆ, εἰ βούλει, λέγω. κἀγὼ ἀπεκρινάμην· λέγε ἡμῖν ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἄν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπείπερ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας.