Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Καὶ ὁ Πέτρος ἔφη· μὴ ἡμᾶς νικάτω ἡ κακία, πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ τεκούσης στοργήν· ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν τὴν σήμερον διαμείνωμεν, καὶ αὔριον βαπτισθήσεται. οὐδὲ γὰρ ἡ ὥρα τῆς σήμερον ἡμέρας ἐπιτήδειός ἐστιν εἰς βάπτισμα. καὶ ὁμῶς οὕτως γενέσθαι οἱ πάντες συνευδοκήσαμεν.

Αὐτῆς οὖν ἑσπέρας τῆς Πέτρου οἱ πάντες διδασκαλίας ἀπηλαύομεν, δεικνύντος ἡμῖν ἐκ τῆς κατὰ τὴν μητέρα προφάσεως, τίνι λόγῳ τὰ τέλη τῆς σωφροσύνης καλά, τὰ δὲ τῆς μοιχείας χαλεπὰ ὄντα ὅλῳ γένει ὄλεθρον ποιεῖν φύσιν ἔχει, κἄν μὴ ταχέως, ἀλλ᾽ οὖν γε κἄν βραδέως. ἐπὶ τοσοῦτον δέ, φησίν, τὰ τῆς σωφροσύνης ἀρέσκει τῷ Θεῷ, ὅτι καὶ τοῖς ἐν πλάνῃ οὖσιν βραχεῖάν τινα ὑπὲρ αὐτῆς ἐν τῷ νῦν βίῳ ἀπονέμει χάριν (ἡ γὰρ ἐκεῖ σωτηρία μόνοις τοῖς διὰ τὴν εἰς αὐτὸν ἐλπίδα βαπτισθεῖσιν καὶ σωφρόνως δικαιοπραγοῦσιν ἀποδίδοται). ὥσπερ ἐγνώκατε ἐπὶ τῆς ὑμετέρας μητρὸς γενόμενα, λέγω δὴ τὰ ἐπὶ τέλει καλά. ἴσως δὲ εἰ ἐμοιχήσατο, ἀνῄρητο ἄν. διὸ σωφρονήσασαν ἐλεήσας ὁ Θεὸς τὸν κατ᾽ αὐτῆς ἀπέστρεψεν φόνον, καὶ τὰ ἀφαιρεθέντα τέκνα ἀπέδωκεν.

Ἀλλ᾽ ἐρεῖ τις ἴσως· πόσοι διὰ σωφροσύνην ἀπώλοντο;

φημὶ ἀναισθησίας αἰτίᾳ, χρὴ γὰρ τὴν αἰσθανομένην ἢ ἐρωμένου τινὸς ἢ ἐραστοῦ, παρ᾽ αὐτὸ φυγεῖν τῆς πρὸς αὐτὸν ἐπιμίξεως, ὡς πῦρ φλέγον ἢ λυσσοῦντα κύνα. ὅνπερ τρόπον ἐποίησεν ἡ ὑμᾶς τεκοῦσα, τὸ τῆς σωφροσύνης ὄντως ἀγαπήσασα καλόν. δἰ ὅ φυλαχθεῖσα σὺν ἡμῖν αἰωνίου βασιλείας ἔλαβεν τὴν ἐπίγνωσιν. ἡ σωφρονεῖν βουλομένη γυνὴ εἰδέναι ὀφείλει, ὅτι φθονουμένη ὑπὸ κακίας προφάσει ἔρωτος πολλοὺς ἔχει τοὺς ἐπιβούλους. μιᾷ δὲ τῇ πρὸς τὸ σωφρονεῖν ἐνστάσει σεμνὴ μείνασα τὴν ὑπὸ πάντων νίκην λαβοῦσα σωθῆναι ἔχει. καὶ γὰρ εἰ πάντα καλὰ διαπράξαιτό τις, μιᾷ τῇ πρὸς τὸ μοιχήσασθαι ἁμαρτίᾳ κολασθῆναι δεῖ, ὁ προφήτης ἔφη.

Ἡ σώφρων γυνὴ τὸ τοῦ Θεοῦ θέλημα ποιοῦσα τῆς αὐτοῦ πρώτης κτίσεως ἀγαθὴ ὑπόμνησις γίνεται. ὅτι εἷς ὤν ὁ Θεὸς ἑνὶ ἀνθρώπῳ μίαν ἔκτισε γυναῖκα. ἔτι δὲ μᾶλλον σώφρων μένει, ἐὰν τῆς κτίσεως μὴ λανθάνῃ, καὶ τὴν κόλασιν προβλέπῃ, καὶ τῶν αἰωνίων ἀγαθῶν τὴν ζημίαν μὴ ἀγνοῇ. ἡ σώφρων γυνὴ ἐπὶ τοῖς σώζεσθαι θέλουσιν ἡδομένη, παράδειγμα εὐσεβὲς τοῖς θεοσεβοῦσιν τυγχάνει· ἀγαθοῦ γὰρ βίου νόμος ἐστίν. ἡ σωφρονεῖν θέλουσα τὰς προφάσεις τῆς λοιδορίας ἐκκόπτει, ἐὰν δὲ μὴ παρέχουσα πρόφασιν λοιδορεῖται ὡς ὑπ᾽ ἐχθροῦ, ὑπὸ Θεοῦ εὐλογεῖται καὶ ἐκδικεῖται. ἡ σώφρων τὸν Θεὸν ποθεῖ, τὸν Θεὸν φιλεῖ, τὸν Θεὸν τέρπει, τὸν Θεὸν δοξάζει· ἀνθρώποις πρόφασιν πρὸς λοιδορίαν οὐ παρέχει. ἡ σώφρων γυνὴ τὴν ἐκκλησίαν ἀγαθῇ τιμῇ μυρίζει καὶ ἐπὶ σεμνότητι δοξάζει· ἔτι δὲ καὶ διδασκάλων ἔπαινός ἐστιν, καὶ συνεργὸς αὐτοῖς σωφρονοῦσι τυγχάνει.

᾽Η σώφρων γυνὴ ὡς νυμφίῳ υἱῷ Θεοῦ κοσμεῖται, ἐνδεδυμένη τὸ σεμνὸν φῶς. ἔστιν δὲ αὐτῇ κάλλος ἐν τῇ ψυχῇ εὐνομία. μύρου δὲ πνέει τῆς ἀγαθῆς φήμης. καλὰ φορεῖ· ἠμφίεσται τὴν αἰδῶ. καὶ τιμίους μαργαρίτας περίκειται, τοὺς σωφρονίζοντας λόγους. λευκὴ δὲ τυγχάνει, ὅτ᾽ ἅν τὰς φρένας ᾖ λελαμπρυμένη. καλῷ ἐσόπτρῳ ὁρᾷ, εἰς τὸν Θεὸν ἐμβλέπουσα. καλῷ κόσμῳ χρῆται, τῷ πρὸς Θεὸν φόβῳ τὴν ψυχὴν νουθετοῦσα. καλὴ ἡ γυνὴ, οὐχ ἡ χρυσῷ πεπεδημένη, ἀλλ᾽ ἡ τῶν προσκαίρων ἐπιθυμιῶν λελυμένη. ἡ σώφρων γυνὴ μεγάλῳ βασιλεῖ περιπόθητός ἐστιν, αὐτῷ μεμνήστευται, αὐτῷ τετήρηται, ὑπὸ αὐτοῦ ἠγάπηται. ἡ σώφρων εἰς τὸ θέλεσθαι προφάσεις οὐ παρέχει, ἢ τῷ αὐτῆς ἀνδρί. ἡ σώφρων ὑπὸ ἑτέρου θελομένη λυπεῖται.

ἡ σώφρων τὸν ἄνδρα ἐνδιαθέτως φιλεῖ, καὶ καταφιλεῖ, καὶ κολακεύει, ἀρέσκει, δουλεύει, πρὸς πάντα αὐτῷ πείθεται, παῤ ἐκτὸς τοῦ ἀπειθεῖν Θεῷ. ἡ γὰρ πειθομένη Θεῷ ἄνευ φυλάκων καὶ τὴν ψυχὴν σωφρονεῖ καὶ τὸ σῶμα καθαρεύει.

Ἀνόητος οὖν πᾶς ἀνηρ ὁ τὴν ἑαυτοῦ γυναῖκα χωρίζων φόβου Θεοῦ. ὅτι ἡ Θεὸν μὴ φοβουμένη οὐδὲ τὸν ἄνδρα φοβεῖται. ἐὰν Θεὸν τὸν ἀόρατα βλέποντα μὴ φοβῆται, πρὸς τὸν μὴ ὁρῶντα πῶς σωφρονήσει; πῶς δὲ σωφρονήσει ἡ μὴ συνερχομένη πρὸς τοὺς σωφρονίζοντας ἀκούειν λόγους; πῶς δὲ καὶ νουθεσίας τύχοι; πῶς δὲ σωφρονήσει ἄνευ φυλάκων, ἐὰν τὴν ἐσομένην κρίσιν τοῦ Θεοῦ μὴ διδαχθῇ, μηδὲ τὴν ἐπὶ μικρᾷ ἡδονῇ αἰώνιον ζημίαν πληροφορηθῇ; διὸ τοὐναντίον ἄκουσαν αὐτὴν πρὸς τὸν σωφρονίζοντα ἀεὶ εἰσέρχεσθαι λόγον ἀνάγκασον, κολάκευσον.

Πολὺ δὲ κρεῖττον, εἰ χειραγωγήσας ἥξεις· ἵνα καὶ αὐτὸς σώφρων γένῃ· θελήσεις γὰρ σώφρων γενέσθαι, ἵνα γνώσῃ σεμνοῦ γάμου τὸ τέλος, καὶ οὐκ ὀκνήσεις, εἰ ἀγαπᾷς, λέγω δὴ πατὴρ γενέσθαι, ἴδια τέκνα φιλεῖν καὶ ὑπὸ ἰδίων φιλεῖσθαι τέκνων. ὁ σώφρονα γυναῖκα ἔχειν θέλων καὶ αὐτὸς σωφρονεῖ, τὴν ὀφειλομένην εὐνὴν ἀποδίδωσιν, ταύτῃ συνεστιᾶται, ταύτῃ σύνεστιν, σὺν αὐτῇ πρὸς τὸν σωφρονίζοντα ἔρχεται λόγον, οὐ λυπεῖ, οὐκ εἰκῆ μάχεται, ἑαυτὸν μισητὸν οὐ ποιεῖ, ἅ δύναται καλὰ παρέχει, ὧν μὴ ἔχει, τῇ κολακείᾳ τὸ λυποῦν ἀποπληροῖ. ἡ σώφρων γυνὴ κολακευθῆναι οὐκ ἀναμένει, κύριον τὸν ἄνδρα γνωρίζει, πενομένου τὴν πενίαν φέρει, πεινῶντι συμπεινᾷ, ἀποδημοῦντι συναποδημεῖ, λυπούμενον παραμυθεῖται , κἄν προῖκα μείζονα ἔχῃ, ὡς μηδὲν ἔχουσα ὑπόκειται. ὁ δὲ ἀνὴρ κἂν πένητα ἔχῃ γυναῖκα, μεγάλην προῖκα ἡγείσθω αὐτῆς τὴν σωφροσύνην. ἡ σώφρων γυνὴ αὐταρκείᾳ βρωμάτων καὶ ποτῶν χρῆται, ἵνα μὴ λιπανθέντος τοῦ σώματος τῷ βάρει πρὸς ἐπιθυμίας ἀνόμους κατασπάσῃ τὴν ψυχήν. ἀλλ᾽ ἔτι μὴν σὺν νέοις οὐκ ἰδιάζει, καὶ τοὺς γέροντας ὑποπτεύει, γέλωτας ἀτάκτους ἀπωθεῖται, Θεῷ μόνῳ ἑαυτὴν ἀπονέμουσα οὐ σφάλλεται, σεμνοὺς λόγους ἀκούουσα ἥδεται, τοὺς δὲ μὴ ἐπὶ σωφροσύνης λεγομένους ἀπωθεῖται.

Μάρτυς Θεός, πολλοὶ φόνοι μία μοιχεία· καὶ τὸ δεινόν, ὅτι τῶν φόνων αὐτῆς τὸ φοβερὸν καὶ ἀσεβὲς οὐ βλέπεται. ὅτι αἵματος χυθέντος νεκρὸν κεῖται σῶμα, καὶ τὸ τῆς συμφορᾶς δεινὸν

πάντας ἐκπλήσσει. τῆς δὲ μοιχείας οἱ τῆς ψυχῆς φόνοι φοβερώτεροι ὄντες, ἐπεὶ μὴ ἀνθρώποις βλέπονται, τοῖς τολμῶσιν ἄοκνον τὴν ὁρμὴν παρέχουσιν. γνῶθι ἄνθρωπε, τίνος πνοὴν ἔχεις πρὸς τὸ ζῆν, καὶ οὐ μὴ αὐτὴν μιανθῆναι θελήσῃς. ὑπὸ μοιχείας μόνης μιαίνεται ἡ Θεοῦ πνοή. καὶ διὰ τοῦτο αὐτὴ τὸν μιάναντα εἰς πῦρ κατασπᾷ. σπεύδει γὰρ τὸν ὑβριστὴν ἀωνίῳ παραδοῦναι κολάσει.

Ταῦτα λέγων ὁ Πέτρος, ἀγαθὴν καὶ σώφρονα Ματτιδίαν ὑπὸ χαρᾶς δακρύουσαν ἰδὼν, ὡς ἐπὶ ὑποσχέσει τῶν γεγονότων λυπηθῆναι νομίσας, ἔφη· θάρσει γύναι· πολλῶν πολλὰ κακὰ παθόντων διὰ μοιχείαν σὺ διὰ σωφρωσύνην πέπονθας, καὶ διὰ τοῦτο οὐκ ἐτελεύτησας. εἰ δὲ καὶ τεθνήκεις, σεσωσμένην ἄν εἶχες τὴν ψυχήν. πατρίδα Ῥώμην ἔλειπες διὰ σωφροσύνην· ἀλλὰ τῇ ταύτης προφάσει ἀλήθειαν εὗρες, τὸ διάδημα τῆς ἀϊδίου βασιλείας· ἐν βυθῷ κεκινδύνευκας, καὶ οὐκ ἐτελεύτησας, καὶ εἴτε τετελευτήκεις, αὐτός σοι ὁ βυθὸς διὰ σωφροσύνην θνησκούσῃ βάπτισμα ἐγίνετο πρὸς ψυχῆς σωτηρίαν. τέκνων ἀπελείφθης πρὸς ὀλίγον, ἅ τινα γνησίας ὄντα σπορᾶς ἐν τοῖς κρείττοσιν εὕρηται. λιμώττουσα τροφὰς προσήτησας, ἀλλὰ πορνείᾳ σῶμα σὸν οὐκ ἐμίανας. σῶμα σὸν ἐβασάνισας, ἀλλὰ τήν ψυχὴν ἔσωσας. μοιχὸν ἔφυγες, ἵνα μὴ κοίτην ἀνδρὸς μιανῇς ἀλλὰ διὰ τὴν σωφροσύνην ὁ τὴν φυγὴν εἰδὼς Θεὸς τὸν ἀνδρὸς ἀποπληρώσει τόπον. λυπηθεῖσα καὶ μονωθεῖσα πρὸς ὀλίγον ἀνδρὸς καὶ τέκνων ἀπελείφθης, ἀλλὰ τούτους πάντας ἀπολείπειν εἶχες προθεσμίᾳ θανάτου· κρεῖττον δὲ ὅτι διὰ σωφροσύνην ἑκοῦσα ἀπελείφθης, ἢ εἴπερ ἄκουσα μετὰ χρόνον ἐφ᾽ ἁμαρτίαις αὐταῖς ἀπώλλυου.

Πολλῷ οὖν ἄμεινον τὰ πρωτεῖα εἶναι θλιβερά. καὶ γὰρ ὅτε πάρεστιν, ἐλπίδι τοῦ παρελθεῖν οὐ πάνυ λυπεῖ, προσδοκίᾳ τε τοῦ κρείττονος καὶ χαίρειν παρέχει. πρὸ πάντων δὲ εἰδέναι σε θέλω, πόσον τὸ σωφρονεῖν ἀρέσκει Θεῷ. ἡ σώφρων γυνὴ Θεοῦ ἐκλογὴ, Θεοῦ εὐδοκία, Θεοῦ δόξα, Θεοῦ τέκνον. τοσοῦτον ἀγαθὸν σωφροσύνη. εἰ μὴ ὅτι νόμος ἦν, μηδὲ δίκαιον ἀβάπτιστον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν, τάχα που τῶν ἐθνῶν οἱ πεπλανημένοι διὰ σωφροσύνην μόνον σωθῆναι ἐδύναντο. διὰ τοῦτο λίαν ἀθυμῶ περὶ τῶν ἐν πλάνῃ σωφρονούντων, ὅτι ἄνευ ἐλπίδος ἀγαθῆς σωφρονεῖν ἑλόμενοι πρὸς τὸ βαπτισθῆναι ὀκνηρῶς ἔχουσιν. διὸ οὐ σώζονται· ὅτι δόγμα Θεοῦ κεῖται, ἀβάπτιστον εἰς τὴν αὐτοῦ βασιλείαν

μὴ εἰσελθεῖν. ταῦτα αὐτοῦ εἰπόντος καὶ τούτων πλείονα, εἰς ὕπνον ἐτράπημεν.

Ὀρθριαίτερον δὲ πολλῷ τοῦ καθ᾽ ἡμέραν ὁ Πέτρος διυπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς, καὶ ἐξυπνίσας ἔφη· Φαυστῖνος καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπινῷ τῆς θαλάσσης τόπῳ ἐλθόντες ἐν ἀκατασκόπῳ βαπτίσαι αὐτὴν δυνηθῶμεν. πλὴν ἐπὶ τὸν αἰγιαλὸν γενομένων ἡμῶν, μεταξὺ πετρῶν τινων γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορησάντων ἐβάπτισεν αὐτήν. ἡμεῖς δὲ οἱ ἀδελφοί, τῶν γυναικῶν χάριν ἅμα ἀδελφῷ καὶ ἄλλοις τισὶν ὑποχωρήσαντες καὶ λουσάμενοι, ἐλθόντες τὰς γυναῖκας παρελάβομεν. καὶ οὕτως ἐν κρυφαίῳ τόπῳ πορευθέντες εὐχόμεθα. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψεν, δἰ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν κελεύσας, ἀνδρῶν τε μόνοις ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταῖς αὐταῖς γυναιξὶν ἐπέτρεψεν. ἐλθόντες οὖν εἰς τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἐλθεῖν ἀλλήλοις διελεγόμεθα. μεθ᾽ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν, τὸν ἄρτον ἐπ᾽ εὐχαριστίᾳ κλάσας καὶ ἐπιθεὶς ἅλας, τῇ μητρὶ πρῶτον ἐπέδωκεν, μετ᾽ αὐτὴν τοῖς υἱοῖς αὐτῆς. καὶ οὕτως αὐτῇ συνεστιάθημεν καὶ τὸν Θεὸν εὐλογήσαμεν.