Homiliae [Sp.]

Clemens Romanus (Clement of Rome)

Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.

Ἀλλ᾽ ἐρεῖ τις ὑμῶν· χρὴ οὖν ἡμᾶς ποιεῖν ὅσα ἐν εἰδώλοις ἐποιοῦμεν; φημί σοι, οὐχ ὅλα, ἀλλ᾽ ὅσα καλῶς ἐποιεῖτε, καὶ ἐνταῦθα πλεῖον. ὅ τι γὰρ ἂν καλῶς γίνηται ἐν τῇ πλάνῃ, ἀπὸ

τῆς ἀληθείας ἤρτηται, ὡς εἰ καί τι ἐν τῇ ἀληθείᾳ κακῶς γένοιτο, ἀπὸ τῆς πλάνης ἐστίν. ἀπολάβετε οὖν ὑμῶν πανταχόθεν τὰ ἴδια, μὴ τὰ ἀλλότρια, καὶ μὴ λέγετε, εἴ τι ποιοῦσιν οἱ πεπλανημένοι καλόν, ποιεῖν οὐκ ὀφείλομεν. τούτῳ γὰρ τῷ λόγῳ, ἐὰν μὴ φονεύῃ τις εἴδωλα σέβων, φονεύειν ὀφείλομεν, ὅτι ὁ ἐν πλάνῃ ὤν οὐ φονεύει.

Οὐχί, ἀλλὰ τὸ πλεῖον, ἐὰν οἱ ἐν πλάνῃ μὴ φονεύωσιν, ἡμεῖς μηδὲ ὀργιζώμεθα, ἐὰν ὁ ἐν πλάνῃ μὴ μοιχεύει , ἡμεῖς τὴν ἀρχὴν μηδὲ ἐνθυμηθῶμεν, ἐὰν ὁ ἐν πλάνῃ τὸν ἀγαπῶντα ἀγαπᾷ, ἡμεῖς καὶ τοὺς μισοῦντας, ἐὰν ὁ ἐν πλάνῃ δανείζῃ τοῖς ἔχουσιν, ἡμεῖς καὶ τοῖς μὴ ἔχουσιν. ἁπαξαπλῶς ὀφείλομεν οἱ τὸν ἄπειρον αἰῶνα ἐλπίζοντες κληρονομεῖν, τῶν τὸν παρόντα μόνον εἰδότων, τῶν ὑπ᾽ αὐτῶν γενομένων καλῶν κρεῖττον ποιεῖν, εἰδότες, ὅτι ἐὰν αὐτῶν τὰ ἔργα τοῖς ἡμετέροις ἔργοις ἐν ἡμέρᾳ κρίσεως ἀνακριθέντα ἴσα τῇ εὐποιΐᾳ εὑρεθῇ, καὶ ἡμεῖς ἐναισχυνθῆναι ἔχομεν, αὐτοὶ δὲ διὰ πλάνην τὰ καθ᾽ αὑτῶν ποιήσαντες ἀπολέσθαι. τὸ δὲ αἰσχυνθῆναι κατὰ τοῦτο εἴρηκα, ὅτι μὴ πλεῖον ἐποιήσαμεν αὐτῶν, ὧν καὶ πλεῖον ἐγνώκαμεν. εἰ δὲ αἰσχυνθῆναι ἔστιν, τὴν εὐποιΐαν αὐτοῖς ἴσην δείξαντες καὶ οὐ πλεῖον, πῶς γε μᾶλλον, ἐὰν αὐτῶν τῆς εὐποιΐας τὸ ἧττον δείξωμεν;

Ὅτι δὲ ὄντως ἐν ἡμέρᾳ κρίσεως ταῖς τῶν πεπλανημένων εὐποιΐαις αἱ τῶν ἀλήθειαν ἐγνωκότων ἰσάζονται πράξεις, αὐτὸς ἡμᾶς ὁ ἀψευδὴς ἐδίδαξεν, εἰπὼν πρὸς μὲν τοὺς ἀμελοῦντας ἐλθεῖν καὶ ἐπακούειν αὐτοῦ βασίλισσα νότου ἐγερθήσεται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος· καὶ ἰδοὺ πλεῖον Σολομῶνος ὧδε, καὶ οὐ πιστεύετε. πρὸς δὲ τοὺς ἐν τῷ λαῷ μὴ θέλοντας μετανοῆσαι ἐπὶ τῷ κηρύγματι αὐτοῦ εἶπεν· ἄνδρες Νινευῖται ἐγερθήσονται μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν, ὅτι ἀκούσαντες μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ· καὶ ἰδοὺ πλεῖον ὧδε, καὶ οὐδεὶς πιστεύει. καὶ οὕτως πρὸς πᾶσαν ἀσέβειαν αὐτῶν ἀντιπαραθεὶς τοὺς ἀπὸ τῶν ἐθνῶν πεποιηκότας, εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ μηδὲ τὸ ἴσον καλὸν τοῖς πεπλανημένοις πεποιηκότων, τοὺς ἔχοντας λογισμὸν ἐνουθέτει, μὴ μόνον ὅσα τοῖς ἔθνεσιν τὰ καλὰ ἴσως ποιεῖν, ἀλλὰ τὸ πλεῖον. ὁ δὲ λόγος μοι ἐῤῥύη, πρόφασιν λαβὼν ἐκ τοῦ δεῖν φυλάσσειν τὴν ἄφεδρον, καὶ ἀπὸ κοινωνίας βαπτίζεσθαι, μὴ ἀρνεῖσθαι τὴν τοιαύτην ἁγνείαν, κἄν οἱ πεπλανημένοι αὐτὴν πράττωσιν,

ὅτε εἰς κατάκρισιν τῶν ἐν θεοσεβείᾳ εἰσὶν οἱ ἐν πλάνῃ ποιοῦντες καλῶς μετὰ τοῦ μὴ σώζεσθαι· ὅτι ἡ τιμὴ τῆς ἁγνείας αὐτῶν ἐστιν διὰ τὴν πλάνην, καὶ οὐ διὰ θρησκείαν τοῦ ὄντως πατρὸς καὶ Θεοῦ τῶν ὅλων.

Τοῦτο δὲ εἰπὼν ἀπέλυσεν τοὺς ὄχλους, καὶ συνήθως ἁλῶν σὺν τοῖς φιλτάτοις μεταλαβὼν ἡσύχασεν. οὕτως οὖν ποιῶν καὶ διαλεγόμενος ἑκάστοτε προσαγωγὰς κατὰ τὸ βέβαιον προσέφερεν τῷ τοῦ Θεοῦ νόμῳ, τοὺς νομιζομένους μετὰ τῆς νομιζομένης γενέσεως ἐλέγχων, καὶ ὅτι αὐτοματισμὸς μὲν οὐκ ἔστιν, ἀλλὰ κατὰ πρόνοιαν διοικεῖται ὁ κόσμος.

Τριῶν οὖν μηνῶν πληρωθέντων νηστεῦσαί μοι κελεύσας ἡμερῶν, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγάς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ. οὕτως οὖν εὐωχηθέντων τῶν ἀδελφῶν ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει, μετ᾽ οὐ πολλὰς ἡμέρας τοῖς πρεσβυτέροις ἐπιστρέφων ἐπὶ πάσης τῆς ἐκκλησίας ἐνετείλατο λέγων· ὁ ἀποστείλας ἡμᾶς κύριος ἡμῶν καὶ προφήτης ὑφηγήσατο ἡμῖν, ὡς ὁ πονηρὸς τεσσαράκοντα ἡμέρας διαλεχθεὶς αὐτῷ καὶ μηδὲν δυνηθεὶς πρὸς αὐτόν, ἐκ τῶν αὑτοῦ ἐπηκόων ἐπηγγέλλετο πρὸς ἀπάτην ἀποστόλους πέμψαι. διὸ πρὸ πάντων μέμνησθε ἀπόστολον ἢ διδάσκαλον ἢ προφήτην μὴ πρότερον ἀντιβάλλοντα αὑτοῦ τὸ κήρυγμα Ἰακώβῳ τῷ λεχθέντι ἀδελφῷ τοῦ κυρίου μου καὶ πεπιστευμένῳ ἐν Ἱερουσαλὴμ τὴν Ἑβραίων διέπειν ἐκκλησίαν, καὶ μετὰ μαρτύρων προσεληλυθότα πρὸς ὑμᾶς, ἵνα μὴ ἡ κακία ἡ τῷ κυρίῳ προδιαλεχθεῖσα ἡμέρας τεσσαράκοντα, μηδὲν δυνηθεῖσα, ὕστερον ὡς ἀστραπὴ ἐξ οὐρανοῦ ἐπὶ γῆς πεσοῦσα καθ᾽ ὑμῶν ἐκπέμψῃ κήρυκα, ὡς οὖν ἡμῖν τὸν Σίμωνα ὑπέβαλεν προφάσει ἀληθείας ἐπ᾽ ὀνόματι τοῦ κυρίου ὑμῶν κηρύσσοντα, πλάνην τε ἐνσπείροντα ὑποβάλλῃ. οὗ χάριν ὁ ἀποστείλας ἡμᾶς ἔφη· πολλοὶ ἐλεύσονται πρός με ἐν ἐνδύματι προβάτων, ἔσωθεν δὲ λύκοι ἅρπαγες ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγινώσκετε αὐτούς.

Καὶ ταῦτα εἰπὼν τοὺς μὲν προπόμπους ἐξέπεμψεν εἰς Ἀντιόχειαν τῆς Συρίας, ἐκεῖ τὴν ἑπομένην ἐπιμένειν εἰπών. τῶν οὖν πορευθέντων ὁ Πέτρος πολλῶν πεπεισμένων ὄχλων νόσους, πάθη, δαίμονας ἀπελάσας, καὶ εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς βαπτίσας, καὶ εὐχαριστίαν κλάσας, Μαροόνην τὸν ἀποδεξάμενον

αὐτόν, ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας καὶ χηρικὰ συστησάμενος, ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος τῆς ἐκκλησίας τῇ τάξει προσομιλήσας, καὶ τῷ ἐπισκόπῳ Μαροόνῃ πείθεσθαι συμβουλεύσας, ἤδη τριῶν μηνῶν πληρωθέντων τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπ᾽ Ἀντιόχειαν τῆς Συρίας ἐπορεύετο ὁδόν.

Ἐκβάντες οὖν τὴν Τρίπολιν τῆς Φοινίκης, ὡς ἐπ᾽ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ορθωσίᾳ ἐμείναμεν ἐλθόντες. καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων, ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· ἐπειδὴ πολὺς ὄχλος τῶν συνοδοιπορούντων οὐ μικρὸν φθόνον ἡμῖν εἰσιοῦσιν κατὰ πόλιν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι, πῶς μήτε οὗτοι λυπηθῶσιν κωλυθέντες συνεῖναι ἡμῖν, μήτε ἡμεῖς περίβλεπτοι γινόμενοι φθόνῳ τῷ τῆς κακίας ὑποπέσωμεν. τούτου ἕνεκεν βούλομαί σε τὸν Νικήτην καὶ Ἀκύλαν προοδεύειν μου κατὰ συστήματα δύο σποράδην, μανθάνοντες τὰς τῶν ἐθνῶν εἰσέρχεσθαι πόλεις.

Οἶδα δὲ ὅτι ἀθυμεῖτε, τοῦτο ποιεῖν ἀκηκοότες, ἀπολιπόμενοί μου διάστημα οὐδ᾽ ὅλων ἡμερῶν δύο. εἰδέναι οὖν ὑμᾶς θέλω, ὅτι πολλαπλάσιον ἀγαπῶμεν ἡμεῖς οἱ πείσαντες ὑμᾶς τοὺς πεισθέντας, ἢ, εἴπερ, ὑμεῖς ἡμᾶς τοὺς πεπεικότας. ἀλλήλους οὖν στέργοντες, τῷ μὴ ἀλόγως ποιεῖν ἅ θέλωμεν τῆς ἀσφαλείας ὅσον τὸ ἐφ᾽ ἡμῖν φροντίζωμεν. πρὸς τούτοις δὲ οὐδεμιᾶς ἡμέρας διαλεγομένου μου ἀπολιμπάνεσθε. εἰς γὰρ τὰς ἐπισημοτέρας τῶν ἐπαρχιῶν πόλεις προῄρημαι, ὡς ἴστε καὶ ὑμεῖς, ἡμερῶν ἐπιμένειν καὶ διαλέγεσθαι. καὶ τὸ νῦν εἰς τὴν ἐγγυτέραν ἡμῖν Λαοδίκειαν προάξατε, καὶ μεθ᾽ ἡμέρας δύο ἢ τρεῖς, ὅσον ἐπὶ τῇ ἐμῇ προαιρέσει, καταλήψομαι ὑμᾶς. ἐπὶ δὲ τῶν πυλῶν ἐκδέξασθέ με ὑμεῖς μόνοι, διὰ τὸν θρύλλον, ἵνα οὕτως ἀψοφητὶ συνεισελθόντες ἅμα ὑμῖν ὦμεν. κᾀκεῖθεν ὁμοίως μετὰ τὸ ἐπιμεῖναι ἡμερῶν ἄλλοι ἀνθ᾽ ὑμῶν εἰς τὰ ἐπέκεινα κατ᾽ ἐφημερίας προάξωσιν, τὰς ξενίας ἑτοιμάζοντες.

Ταῦτα τοῦ Πέτρου εἰπόντος ἠναγκάσθησαν συνθέσθαι λέγοντες· οὐ πάνυ ἡμᾶς, κύριε, λυπεῖ τοῦτο πράττειν, διὰ τὸ ὑπὸ σοῦ κελεύεσθαι. πρῶτον μέν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὤν ὑπὸ τῆς τοῦ Θεοῦ προνοίας ἐξελέγης. πρὸς τούτοις δὲ ἐπὶ τὸ πολὺ ἡμερῶν δύο ἀνάγκῃ τοῦ προάγειν ἀπολιμπανόμεθά σου· καὶ αὗται μὲν πολλαὶ πρὸς τὸ μή σε τὸν κύριον ἡμῶν ὁρᾶν Πέτρον, πλὴν λογιζόμεθα, ὅτι πλεῖον λυπηθήσονται οἱ πολὺ μακρὰν προπεμπόμενοι, ὡς ἐπὶ πλεῖον ἀναμένειν σε κατὰ πόλιν κεκελευσμένοι, ἀνιώμενοι ἐν τῷ ἐπὶ πλεῖον ἐστερῆσθαι τὸ ὁρᾶν σου τὸ περιπόθητον πρόσωπον. καὶ ἡμεῖς οὐκ ἔλαττον ἐκείνων ἀθυμοῦντες ὡς κελεύεις διὰ τὸ συμφέρον ποιεῖν οὐκ ἀντιλέγομεν. ὁμῶς ταῦτα εἰπόντες προῆξαν, ἐντολὴν ἔχοντες, ἐν τῷ πρώτῳ πανδοχείῳ προσομιλῆσαι τῷ συνοδοιποροῦντι ὄχλῳ, ὅπως σποράδην ἀλλήλων γενόμενοι εἰς τὰς πόλεις εἰσέρχωνται.

Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης μεγάλως ἔχαιρον, ὅτι σὺν αὑτῷ με ἐκέλευσεν εἶναι. καὶ ἀποκριθεὶς εἶπον· εὐχαριστῶ τῷ Θεῷ, ὅτι με οὐκ ἐξαπέσταλκας, ὡς τοὺς ἑτέρους, ἐπειδὴ ὀδυνώμενος ἄν διαπεφωνήκειν. ὁ δὲ ἔφη· τί δέ; εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που μαθημάτων χάριν, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταγέντα εὐθύμως ὑποσταίης; ἢ οὐκ οἶσθα ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις, κἄν τοῖς σώμασιν ἀπολιμπάνονται; ὡς ἔνιοι συνόντες τοῖς σώμασιν ἀμνημοσύνης αἰτίᾳ ταῖς ψυχαῖς ἀποδημοῦσιν τοῖς φίλοις.

Κᾀγὼ ἀπεκρινάμην· μὴ τοίνυν νομίσῃς, κύριε, ὅτι τὰ λύπης πάσχειν ἤμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῷ τινι λογισμῷ. ἐπεὶ γάρ σε, κύριέ μου, ἀντὶ πάντων ἔχω, πατρός τε καὶ μητρὸς καὶ ἀδελφῶν καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν Θεὸν τῆς σωζούσης ἀληθείας, ἀντὶ πάντων ἔχων σε παραμυθίας τῆς μεγίστης τυγχάνω. πρὸς τούτοις , δεδιώς μου καὶ τῆς ἀκμῆς τὴν ἐκ φύσεως ἐπιθυμίαν, ἠγωνίων, μή πως ἀπολειφθείς σου, ἄνθρωπος ὤν νεώτερος, ὅσπερ νῦν οὕτως ἐνστάσεως ἔχω, ὡς ἄν μὴ κατά τινα χόλον Θεοῦ ἀποστῆναί σου ἀδύνατον εἶναι, ἥττων ἐπιθυμίας ἔσομαι. ἀλλ᾽ ἐπειδὴ πολλῷ ἄμεινον καὶ ἀσφαλέστερον συνεῖναί μέ σοι, τούτῳ, ᾧ ὁ νοῦς μου αἰδεῖσθαι εὐλόγως προείληφεν, διὸ πάντῃ σοι συνεῖναι εὔχομαι· πρὸς τούτοις δὲ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τις βούλεταί μοι

συνοδεῦσαι, εὐσεβῶς συνοδευέτω. εὐσεβῶς δὲ ἔφης, τὸ μηδένα λυπεῖν κατὰ Θεόν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα ὁμόφρονα, ἢ ἑτέρους τινὰς τῇ θεοσεβείᾳ προσκειμένους. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ εἰ καὶ τὰ μέγιστα χαρίζῃ, τὰς δούλων μοι ὑπηρεσίας συγχωρεῖς ποιεῖν.

Καὶ ὁ Πέτρος ἀκούσας γελοίαζων ἔφη· τί οὖν οἴει, Κλήμης, μὴ ὑπ᾽ αὐτῆς ἀνάγκης σε εἰς δούλων μοι ταγῆναι τόπον; ἐπεὶ τίς τὰς καλὰς καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων μοι δακτυλίων καὶ ὑποδήσεων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετοιμάσει, ἅ τινα ποικίλα ὄντα πολλῶν καὶ τεχνιτῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα ὅσα ἐκτεθηλυμένων ἀνθρώπων ὡς θηρίῳ μεγάλῳ τῇ ἐπιθυμίᾳ ἐκ πάσης πλεονεξίας πορισθέντα ἑτοιμάζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν, ἴσως μὴ συνέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρῶμαι, καὶ σπανίως λαχάνοις, καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ὑπάρχει τοῦτο αὐτὸ ὅ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ οὐδὲν τῶν ἐνταῦθα περιβλέπεται. πλήν σου μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι, καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥᾳδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων, ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος καὶ κατὰ Θεὸν ἀδελφὸς ὤν ἐμός, οὐ μόνον ἐν ὀρφανίᾳ ἀνατραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας καὶ κακουχίας εἰς ἐργασίαν ἐθισθέντες, εὐμαρῶς νῦν τὰς τῶν ὁδῶν φέρομεν σκύλσεις. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἄν συγκεχωρήκεις, ἀνδρὶ ἐργάτῃ, σοὶ τὰ δούλων ἀποπληροῦν μέρη.

Ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς, οἷον λόγον εἶπεν ἀνὴρ, οὗ πάντες οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττους τυγχάνουσιν. ὁ δὲ ἰδών με σύνδακρυν τῶν δακρύων ἐπύθετο τὴν αἰτίαν. κᾀγὼ ἔφην· τί τοιοῦτον ἥμαρτον, ἵνα μοι τοιοῦτον εἴπῃς λόγον; καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μὲν κακῶς εἴρηκα τὸ δουλεῦσαί σοι, σὺ πρῶτος ἥμαρτες, τοῦτο ἐμοὶ ποιῆσαι ἀξιώσας. κᾀγὼ ἔφην· οὐχ ὅμοιόν ἐστιν· ἐμοὶ μὲν γὰρ τοῦτο ποιεῖν πρέπει πάνυ, σοὶ δὲ τῷ τοῦ Θεοῦ κήρυκι τὰς ἡμετέρας σώζοντι ψυχὰς χαλεπὸν τοῦτο ποιεῖν ἐμοί. καὶ ὁ Πέτρος

ἀπεκρίνατο· συνεθέμην ἄν σοι, ἐπεὶ ὁ κύριος ἡμῶν ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθώς, μόνος ὑπὲρ πάντας εὐγενὴς ὤν, δουλείαν ὑπέμεινεν, ἵνα ἡμᾶς πείσῃ μὴ αἰδεῖσθαι τοῖς ἀδελφοῖς ἡμῶν τὰς δούλων ποιεῖν ὑπηρεσίας, κἄν πάνυ εὐγενεῖς τυγχάνωμεν. κᾀγὼ ἔφην· εἰ μὲν νομίζω σε νικῆσαι λόγῳ, ἀνόητός εἰμι, πλὴν χάριν ἔχω τῇ τοῦ Θεοῦ προνοίᾳ, ὅτι σε εἰς γονέων τόπον ἔχειν κατηξιώθην.