Homiliae [Sp.]
Clemens Romanus (Clement of Rome)
Clemens Romanus. Clementis Romani quae feruntur homiliae. Schwegler, Albert, editor. Stuttgart: A. Becheri, 1847.
Διὸ καὶ ὑμεῖς ἀποκρίνεσθε πρὸς αὐτούς· ψεύδεσθε, οὐ γὰρ τιμῇ τῇ πρὸς τὸν ὄντως Θεὸν αὐτὰ σέβεσθε, πᾶσαν γὰρ ἄν μορφὴν προσεκυνεῖτε οἱ πάντες, οὐχ ὡς ἐποιεῖτε· οἱ μὲν γὰρ ὑμῶν κρόμμυον ὑπονοήσαντες εἶναι τὸ θεῖον καὶ γαστρὸς πνεύματα σέβοντες πολεμοῦσιν· καὶ οὕτως ὁμοίως οἱ πάντες ἕν τι προτιμήσαντες τὰ ἄλλων ψέγετε. διαφόρῳ δὲ γνώμῃ τοῦ αὐτοῦ ζώου μελῶν ὅς μὲν ἄλλο σέβει, ἕτερος δὲ ἕτερον. πλὴν αὐτῶν ἔτι τὰ τοῦ ὀρθοῦ λογισμοῦ πνέοντες, αἰδούμενοι ἐπὶ τῷ προδήλῳ αἰσχρῷ, εἰς ἀλληγορίας αὐτὰ ἄγειν πειρῶνται, δι᾽ ἑτέρας ἀπονοίας τὰ τῆς ἀπάτης αὐτῶν θανάσιμα κρατύνειν βουλομένοι. ὅμως καὶ τὰς ἀλληγορίας διελέγξαιμεν ἄν, εἴπερ ἐκεῖ ἦμεν, ὧν τὸ τοσοῦτον μωρὸν ἐπεκράτησεν πάθος, ὡς μεγίστην τῇ ἐπινοίᾳ ἐμποιῆσαι νόσον. οὐ γὰρ χρὴ τὴν ἔμπλαστρον προσφέρειν ἐπὶ τὸ ὑγιεινὸν μέρος τοῦ σώματος, ἀλλ᾽ ἐπὶ τὸ πάσχον. ἐπεὶ οὖν ὑμεῖς διὰ τοῦ γελάσαι τὰ Αἰγυπτίων ἐφάνητε μὴ πείθοντες τὰ ἐκείνων, περὶ οὗ ὑμεῖς πεπόνθατε, εὔλογον ἦν παρόντα με ὑμῖν τὴν ἴασιν τοῦ ἐν ὑμῖν πάθους παρέχειν.
Ὁ Θεὸν σέβειν αἰρούμενος πρὸ πάντων εἰδέναι ὀφείλει, τί μόνον τῆς Θεοῦ φύσεως ἴδιόν ἐστιν, ὅ ἄλλῳ προσεῖναι ἀδύνατον, ἵνα εἰς τὸ ἰδίωμα αὐτοῦ ἀποβλέπων καὶ παρ᾽ ἑτέρῳ αὐτὸ μὴ εὑρίσκων, ἑτέρῳ τῳ θεῷ εἶναι μὴ ἀπατηθῇ δοῦναί ποτε. ἔστιν δὲ ἴδιον Θεοῦ, τοῦτον μόνον εἶναι, ὡς πάντων ποιητὴν, οὕτως καὶ κρείττονα. κρείττων ἐστὶν μὲν δυνάμει τοῦ ποιεῖν τοῦ λοιποῦ, πρὸς μέγεθος τὸ ἄπειρον τοῦ περαινομένου πρὸς εἶδος τὸ εὐμορφότατον, πρὸς
εὐδαιμονίαν τὸ μακαριώτατον, πρὸς νοῦν τὸ τελειώτατον. ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις αὐτὸ ἀπαραβλήτως τὴν ὑπεροχὴν ἔχει. ἐπεὶ οὖν, ὡς ἔφην, ἴδιον Θεοῦ τὸ αὐτὸν εἶναι τῶν ὅλων κρείττονα, ὑπ᾽ αὐτοῦ δὲ ὁ πάντα περιέχων γέγονε κόσμος, ἀνάγκη πᾶσα λέγειν, μηδὲν ὑπ᾽ αὐτοῦ γεγονότων αὐτῷ δύνασθαι τὴν ἴσην ἔχειν σύγκρισιν.Ὁ δὲ μὴ ἔχων τὸ ἀπαράβλητον καὶ ἀνυπέρβλητον καὶ πάντῃ πάντοθεν ἀνενδεὲς θεὸς εἶναι οὐ δύναται, καθ᾽ ὅ γεγένηται. πόσῳ γε μᾶλλον τὰ μόρια αὐτοῦ οὐκ ἂν εὐλόγως κληθείη θεός; μόρια δὲ λέγω τοὺς ὑφ᾽ ὑμῶν λεγομένους θεούς, ἐκ χρυσοῦ καὶ ἀργύρου χαλκοῦ τε καὶ λίθου ἢ καὶ ἐξ ἄλλης ὕλης τινὸς οὖν γεγονότα, καὶ ταῦτα ὑπὸ θνητῆς χειρὸς δεδημιουργημένα. ὅμως δὲ πρὸς ταῦτα ἴδωμεν, οἷα δι᾽ ἀνθρώπου στόματος ὁ δεινὸς ὄφις φαρμάσσει τοῖς ὑπειγμοῖς τοὺς ἐξαπατωμένους.
Λέγουσι γὰρ οἱ πολλοί· τῶν σεβασμάτων ἡμῶν σέβομεν οὐ τὸν χρυσὸν οὐδὲ τὸν ἄργυρον οὐδὲ ξύλον ἢ λίθον· ἴσμεν γὰρ καὶ ἡμεῖς ὅτι ταῦτα οὐδέν ἐστιν ἢ ἄψυχος ὕλη καὶ ἀνθρώπου θνητοῦ τέχνη· ἀλλὰ τὸ κατοικοῦν ἐν αὐτοῖς πνεῦμα, τοῦτο θεὸν λέγομεν. ὅρα τῶν ταῦτα λεγόντων τὴν κακοήθειαν. ἐπεὶ γὰρ τὸ φαινόμενον εὐέλεγκτόν ἐστιν, ὅτι οὐδέν ἐστιν, κατέφυγον ἐπὶ τὸ ἀόρατον, ὡς ἐπ᾽ ἀδήλῳ τινὶ ἐλεγχθῆναι μὴ δυνάμενοι. πλὴν συνομολογοῦσιν ἡμῖν οἱ τοιοῦτοι ἐπὶ μέρους, ὅτι τὸ ἥμισυ τῶν παρ᾽ αὐτοῖς ἱδρυμάτων Θεὸς οὐκ ἔστιν, ἀλλ᾽ ἀναίσθητος ὕλη. λοιπὸν δὲ περιλείπεται δεῖξαι αὐτούς, πῶς πιστεύομεν ὅτι θεῖον ἔχει πνεῦμα. ἀλλ᾽ ἐπιδεῖξαι ἡμῖν οὐ δύνανται ὅτι ἐστίν, ἐπεὶ μή ἐστιν. καὶ αὐτοῖς ἑωρακέναι οὐ πιστεύομεν. ἡμεῖς αὐτοῖς ὅτι θεῖον οὐκ ἔχει τὰς ἀποδείξεις παρέξομεν, ὅπως τοῦ δοκεῖν αὐτὰ ἔμπνοα εἶναι οἱ φιλαληθεῖς τὸν ἔλεγχον ἀκούσαντες τῆς λυσσώδους ὑπονοίας ἀποτραπῶνται.
Τὸ μὲν δὴ πρῶτον, εἰ ὡς ἔμπνοα ὄντα σέβεσθε αὐτά, καὶ αἰωνίων ἀρχαίων τάφους προσκυνεῖτε, τῶν ὁμολογουμένων ὡς οὐδὲ πνεῦμα θεῖον ἐσχηκότων. οὕτως οὐδὲ κατὰ τοῦτο ἀληθεύετε. πλὴν εἰ ὄντως ἔμπνοα ἦν τὰ σεβάσματα ὑμῶν, ἀφ᾽ ἑαυτῶν ἄν ἐκινεῖτο, φωνὴν ἄν εἶχεν, τὴν ἐπ᾽ αὐτοῖς ἀράχνην ἀπεσείετο, τοὺς αὐτοῖς ἐπιβουλεῦσαι θέλοντας καὶ κλέπτοντας ἀπεωθεῖτο ἄν, τοὺς τὰ ἀναθήματα ἀποσυλῶντας συνελάμβανεν ἂν ῥᾳδίως. νῦν δὲ τούτων οὐδὲν ποιοῦσιν, ἀλλ᾽ ὡς κατάδικοι, καὶ μάλιστα οἱ τιμιώτεροι αὐτῶν,
φρουροῦνται, ὡς καὶ τὴν ἀρχὴν εἰρήκαμεν. τί δὲ οὐ φόρους καὶ τέλη ὑπὲρ αὐτῶν ἀπαιτοῦσιν ὑμᾶς οἱ δυνάσται, ὡς πολλὰ καρπιζομένους τῶν ἐκεῖ; τί δὲ οὐ πολλάκις ὑπὸ πολεμίων διηρπάγησαν, καὶ συντριβέντες διενεμήθησαν; οὐχὶ καὶ τῶν ἔξω θρησκευόντων αὐτοὶ πλέον οἱ ἱερεῖς, ἐπὶ τῇ ἀχρήστῳ θρησκείᾳ ἑαυτῶν κατεγνωκότες, τῶν ἀναθημάτων πολλὰ ὑφαιροῦνται;Ναί φησιν, ἀλλὰ προνοίᾳ αὐτῶν ἐφωράθησαν. ψεῦδός ἐστιν. πόσοι γὰρ οὐκ ἐφωράθησαν αὐτῶν; εἰ δὲ διὰ τὸ ἐνίους συνειλῆφθαι δύναμιν αὐτοὺς ἔχειν λέγουσιν, πεπλάνηνται. καὶ γὰρ τῶν τυμβωρύχων τινὲς μὲν εὑρίσκονται, τινὲς δὲ λανθάνουσιν, καὶ οὐ δήπου γε τῇ τῶν νεκρῶν δυνάμει οἱ συλληφθέντες ἐφωράθησαν. τοιοῦτόν τι καὶ περὶ τοὺς κλεπτομένους καὶ συλωμένους θεοὺς ἔστιν ἡμῖν νοεῖν. ἀλλά, φησίν, οὐ πεφροντίκασιν τῶν ξοάνων αὑτῶν οἱ ἐν αὐτοῖς ὄντες θεοί. τί οὖν αὐτὰ ὑμεῖς τημελεῖτε σμήχοντες καὶ πλύνοντες καὶ καθαίροντες, στεφανοῦντες, ἐπιθύοντες; διόπερ ἐντεῦθεν συννοήσατε μηδὲ ὀρθῷ λογισμῷ ποιοῦντες. ὡς γὰρ τοῖς νεκροῖς ἐπικλαίετε, οὕτω καὶ τοῖς θεοῖς ὑμῶν ἐπιθύετε καὶ σπένδετε.
Οὐκέτι μέν τοι τοῦτο οὐδὲ τῷ τοῦ Καίσαρος καὶ τῶν ὑπ᾽ αὐτὸν ἐξουσιῶν συμφωνεῖ παραδείγματι, διοικητὰς αὐτοὺς λέγειν, ὁπότε ὑμεῖς αὐτῶν τὴν πᾶσαν ποιεῖσθε πρόνοιαν, ὡς προεῖπον, κατὰ πάντα τημελοῦντες ὑμῶν τὰ ἱδρύματα. αὐτὰ γὰρ οὐδὲν δυνάμενα οὐδὲν ποιεῖ. ἐπεὶ εἴπατε ἡμῖν, τί διοικοῦσιν, τί ποιοῦσιν τοιοῦτον, ὁποῖόν τι οἱ κατὰ τόπον ἡγούμενοι; τί δὲ ἐνεργοῦσιν τοιοῦτον, ὁποῖον οἱ τοῦ Θεοῦ ἀστέρες; εἰ μή τι φαίνουσιν, ὡς ὁ ἥλιος, οἷς λύχνους ὑμεῖς ἅπτετε; μὴ, ὥσπερ τὰ νέφη ὑετοὺς φέρει, καὶ αὐτοὶ φέρειν ὄμβρους δύνανται, οἱ μηδὲ ἑαυτοὺς κινεῖν δυνάμενοι, ἐὰν μὴ ἄνθρωποι ἐπιλάβωνται; ἢ καρποὺς παρέχονται; τὸν αὐτὸν τῇ γῇ τοῖς πόνοις ὑμεῖς θυσίας χορηγεῖτε. οὕτως οὐδὲν δύνανται.
Εἰ δὲ καὶ ποιεῖν τι ἐδύναντο, οὐκ ἄν αὐτοὺς ὀρθῶς θεοὺς ἐλέγετε, ὁπότε οὐδὲ τὰ στοιχεῖα ὀνομάζειν ἔξεστιν θεούς, δἰ ὧν τὰ ἀγαθὰ χορηγεῖται. ἀλλὰ τὸν μόνον τάξαντα αὐτὰ, πρὸς τὴν ἡμετέραν χρῆσιν ἐκτελεῖν τὰ πάντα, καὶ κελεύσαντα ἀνθρώπῳ ὑπηρετεῖν, μόνον ὀρθῷ λόγῳ Θεὸν ὀνομάζομεν. τῆς εὐεργεσίας ὑμεῖς μὴ αἰσθανόμενοι τὰ ὑμῖν δοῦλα ἀπονεμηθέντα στοιχεῖα καθ᾽ αὑτῶν δεσπόζειν ἀνηγορεύσατε. καὶ τί περὶ στοιχείων δεῖ λέγειν; ὁπότε
καὶ ἄψυχα ἀγάλματα πεποιηκότες οὐ μόνον προσκυνεῖτε, ἀλλ᾽ ὡς δοῦλοι κατὰ πάντα αὐτοῖς ὑποτετάχθαι ἀξιοῦτε. διὰ τοῦτο, ἑαυτοὺς δἰ ὧν παρεφρονήσατε, δαίμοσιν ὑποχείριοι γεγόνατε. πλὴν διὰ τῆς εἰς αὐτὸν τὸν Θεὸν ἐπιγνώσεως ἐκ τῶν καλῶν πράξεων δύνασθε δεσπόται γενέσθαι πάλιν, καὶ δαίμοσιν ὡς δούλοις ἐπιτάξαι, καὶ ὡς υἱοὶ Θεοῦ αἰωνίου βασιλείας κληρονόμοι καταστῆναι.Ταῦτα εἰπὼν ἐκέλευσεν τοὺς δαιμονῶντας καὶ νόσοις ἐγκατειλημμένους αὑτῷ προσφέρεσθαι, προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν αὐτοὺς ὑγιαίνοντας, ὑπομιμνήσκων αὐτοὺς καὶ τοὺς λοιποὺς ὄχλους ἐνταῦθα παρεδρεύειν, ὅσων ἄν ἡμερῶν ἐπιδημῶν διαλέγηται. τῶν οὖν ἄλλων ἀναχωρησάντων ὁ Πέτρος ἐν τῷ ἐκεῖ ὑδροχοείῳ λουσάμενος σὺν τοῖς θελήσασι, χαμαὶ στρωθῆναι κελεύσας ὑπό τινα πυκνὴν τῶν δένδρων κόμην διὰ τὴν σκιάν, κατ᾽ ἀξίαν ἕκαστον κατακλιθῆναι ἐποίησεν· καὶ οὕτως τροφῆς μετελάβομεν. εὐλογήσας οὖν καὶ ἐπευχαριστήσας τῷ Θεῷ ἐπὶ τῷ εὐφρανθῆναι κατὰ τὴν Ἑβραίων συνήθη πίστιν , ἔτι πολλῆς οὔσης ὥρας πυνθάνεσθαι ἡμᾶς περὶ ὧν θέλομεν ἐπέτρεψεν. καὶ ὅμως εἴκοσι οὖσιν ἡμῖν ἐν μέρει ἑκάστῳ πυθομένῳ ἐπέλυσεν. ἤδη δὲ ἑσπέρας ἐπικαταλαβούσης εἰς τὸν εὐρύτατον τῆς ξενίας οἶκον εἰσελθόντες ἅμα αὐτῷ ἐκεῖ οἱ πάντες ὑπνώσαμεν.
Τῇ μὲν οὖν τετάρτῃ ἐν Τριπόλει ἡμέρᾳ ὁ Πέτρος ἐγερθεὶς καὶ ἐγρηγορότας ἡμᾶς εὑρὼν, προσαγορεύσας ἐξῄει εἰς τὸ ὑδροχοεῖον, ὅπως λουσάμενος εὔξηται. ὁμοίως τε καὶ ἡμεῖς ἀκολούθως ἐποιήσαμεν. συνευξαμένοις οὖν καὶ προκαθεσθεῖσιν τὸν περὶ τοῦ δεῖν ἁγνεύειν ἐποιεῖτο λόγον. καὶ ἐπειδὴ λοιπὸν ἡμέρα ἐγεγόνει, τοῖς ὄχλοις εἰσελθεῖν ἐπέτρεψεν. εἰσελθόντος δὲ τοῦ ὄχλου πολλοὺς συνήθως προσαγορεύσας λέγειν ἤρξατο.
Ἐπειδὴ πολλῇ τῇ καθ᾽ ὑμῶν ὑφ᾽ ὑμῶν γενομένῃ ἀμελείᾳ ὁ νοῦς τὰς πολλὰς καὶ βλαβερὰς. τῶν θρησκειῶν ὑπονοίας ἐξέφυσεν, καὶ γεγόνατε ὥσπερ γῆ ἀπορίᾳ γεωργοῦ χερσεύσασα, πολλοῦ πρὸς κάθαρσιν δεῖσθε χρόνου, ἵνα τὸν μεταδιδόμενον ὑμῖν λόγον ἀληθῆ ὥσπερ καλὸν σπόρον ὁ νοῦς λαβὼν μὴ κακαῖς φροντίσιν συμπνίξας ἄκαρπον
καταστήσει πρὸς τὰ σώζειν δυνάμενα ἔργα. διὸ χρὴ τοὺς πεφροντικότας τῆς ἑαυτῶν σωτηρίας συνεχέστερον ἐπακούειν, ὅπως τὰ ἐκ μακρῶν χρόνων ἀτοπήματα πληθυνθέντα βραχεῖ τῷ περιλειπομένῳ χρόνῳ συνεχεῖ σπουδῇ πρὸς κάθαρσιν ἀναλογῆσαι δυνηθῇ. ἐπεὶ οὖν ἕκαστος ἄδηλον ἔχει τοῦ ἰδίου χρόνου τὸ τέλος, σπεύσατε τὰς πολλὰς τῶν καρδιῶν ὑμῶν ἐξελεῖν ἀκάνθας μὴ κατ᾽ ὀλίγον· οὐ γὰρ δυνήσεσθε καθαρθῆναι, ἐπὶ πολὺ γὰρ ἐχερσεύσατε.Οὐκ ἄλλως δὲ τὸ πολὺ τῆς σπουδῆς πρὸς κάθαρσιν ὑμῶν ἀναδέξασθαι ὑπομένετε, ἐὰν μή γε αὑτοῖς ὀργισθέντες ἐπιπλήξητε περὶ ὧν ὡς ἀχρεῖοι ἐνηδρεύθητε συνθέμενοι ταῖς κακαῖς ὑμῶν ἐπιθυμίαις, ἵνα τὴν δικαίαν ὑμῶν ὀργὴν τῷ νῷ ὡς πῦρ χερσευούσῃ ἀρούρῃ ἐπαφεῖναι δυνηθῆτε. εἰ μὲν οὖν οὐκ ἔχετε δίκαιον πῦρ, τὴν κατὰ τῶν κακῶν ἐπιθυμιῶν ὀργὴν λέγω, μάθετε ἀπὸ ποίων καλῶν ἐνηδρεύθητε, καὶ πρὸς ποίαν κόλασιν κατηρτίσθητε, καὶ ὑπὸ τίνος ἠπατήθητε, καὶ οὕτως ὑμῶν ὁ νοῦς νήψας, καὶ ὥσπερ πῦρ ὑπὸ τῆς τοῦ πέμψαντος ἡμᾶς διδασκαλίας ἐξαφθεὶς εἰς ὀργὴν, τὰ κακὰ τῆς ἐπιθυμίας ἀναλῶσαι δυνηθῇ. πιστεύσατέ μοι, ὅτι θελήσαντες πάντα κατορθῶσαι δυνήσεσθε.
Θεοῦ τοῦ ἀοράτου ἐστὲ εἰκών. ὅθεν οἱ εὐσεβεῖν βουλόμενοι μὴ τὰ εἴδωλα λεγέτωσαν Θεοῦ εἰκόνα εἶναι, καὶ διὰ τοῦτο δεῖν αὐτὰ σέβειν. εἰκὼν γὰρ Θεοῦ ὁ ἄνθρωπος. ὁ εἰς Θεὸν εὐσεβεῖν θέλων ἄνθρωπον εὐεργετεῖ, ὅτι εἰκόνα Θεοῦ τὸ ἀνθρώπου βαστάζει σῶμα. τὴν δὲ ὁμοιότητα οὐκέτι πάντες, ἀλλ᾽ ἀγαθῆς ψυχῆς ὁ καθαρὸς νοῦς. πλὴν ὡς ἡμεῖς οἴδαμεν τὸν ἄνθρωπον κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν γεγονότα τοῦ Θεοῦ, εἰς τοῦτον ὑμᾶς εὐσεβεῖν λέγομεν, ἵνα εἰς Θεόν, οὗπέρ ἐστιν εἰκών, ἡ χάρις λογισθῇ. τιμὴν οὖν τῇ τοῦ Θεοῦ εἰκόνι, ὅπερ ἐστὶν ἄνθρωπος, προσφέρειν δεῖ οὕτως, πεινῶντι τροφήν, διψῶντι ποτόν, γυμνητεύοντι ἔνδυμα, νοσοῦντι πρόνοιαν, ξένῳ στέγην, καὶ τῷ ἐν εἱρκτῇ ὄντι ἐπιφαινόμενον βοηθεῖν ὡς δυνατόν ἐστιν. καὶ ἵνα μὴ τὸ κατ᾽ εἶδος λέγω, πάντα ὅσα ἑαυτῷ τις θέλει καλά, ὡσαύτως ἄλλῳ χρῄζοντι παρεχέτω, καὶ τότε αὐτῷ εἰς τὴν τοῦ Θεοῦ εἰκόνα εὐσεβήσαντι δύναται ἀγαθὸς λογισθῆναι μισθός· ᾧ λόγῳ εἰ καὶ ταῦτα ποιεῖν μὴ ἀναδέξηται, ὡς ἀμελήσας τῆς εἰκόνος κολασθήσεται.
Οἶον οὖν ἐστιν λέγειν ποτέ, ὅτι εὐσεβείας τῆς εἰς Θεὸν χάριν πᾶσαν μορφὴν σεβόμενοι, τὸν ἄνθρωπον τὴν ὄντως εἰκόνα
θεοῦ ὄντα ἐν πᾶσιν ἐνυβρίζοντες, φονεύοντες, μοιχεύοντες, κλέπτοντες καὶ κατὰ πολλὰ ἄλλα ἀτιμάζοντες; ἐχρῆν δὲ μηδ᾽ ἕν κακὸν πράττειν, δἰ ὅ ἄνθρωπος λυπεῖται· νῦν δὲ πάντα πράττετε, δἰ ἅ ἄνθρωπος ἀθυμεῖ· ἀδυκία γὰρ καὶ ἂν ἀθυμία γίνεται. διὰ τοῦτο φονεύετε καὶ ἀφαιρεῖσθε τὰ αὐτοῦ, καὶ ὅσα ἄλλα ἴστε, ἅπερ παθεῖν οὐ θέλετε. ὑμεῖς δὲ ἑρπετῷ τινι κακούργῳ πρὸς κακίαν ἀπατηθέντες ὑπονοίᾳ πολυθέου γνώσεως, εἰς μὲν τὴν ὄντως εἰκόνα, ὅπερ ἐστὶν ἄνθρωπος, ἀσεβεῖτε, εἰς δὲ τὰ ἀναίσθητα εὐσεβεῖν δοκεῖτε.Τινὲς δὲ λέγουσιν, εἰ μὴ ἤθελεν αὐτὰ εἶναι, οὐκ ἄν ἦν, ἀλλ᾽ ἀνῃρεῖτο ἄν. φημὶ κᾀγώ, τοῦτο πάντως ἔσται, ὅταν τὴν αὑτῶν πρὸς αὐτὸν δείξωσιν προαίρεσιν, καὶ οὕτως ἀλλαγὴ τοῦ νῦν γενήσεται κόσμου. πλὴν εἰ καὶ οὕτως, εἰ θέλετε αὐτὸν ποιῆσαι, ἵνα μηδὲν τῶν προσκυνουμένων ὑπῆρχεν, εἴπατε ἡμῖν, τί τῶν ὄντων οὐκ ἐθρησκεύσατε; οὐχ οἱ μὲν ὑμῶν τὸν ἥλιον, οἱ δὲ σελήνην, οἱ δὲ ὕδωρ, οἱ δὲ γῆν, οἱ δὲ τὰ ὄρη, οἱ δὲ φυτὰ, οἱ δὲ τὰ σπέρματα, οἱ δὲ καὶ ἄνθρωπον, ὡς ἐν Αἰγύπτῳ, προσκυνοῦσιν; ἐχρῆν οὖν τὸν Θεὸν μηδὲν ἐάσαι, ἀλλὰ μηδὲ ὑμᾶς, ἵνα μηδὲν ἂν ἦν τὸ προσκυνούμενον, μήτε τὸ προσκυνοῦν. ἀληθῶς τοῦτο βούλεται γενέσθαι ὁ ἐν ὑμῖν δεινὸς ἐνδομυχῶν ὄφις, ὅς οὐ φείδεται ὑμῶν. ἀλλ᾽ οὐχ οὕτως ἔσται. οὐδὲν γὰρ ἁμαρτάνει τὸ προσκυνούμενον βίαν γὰρ πάσχει ὑπὸ τοῦ προσκυνεῖν αὐτὸ θέλοντος. εἰ γὰρ ὑπὸ πάντων ἀνθρώπων ἄδικος γίνεται κρίσις, ἀλλ᾽ οὐχ ὑπὸ Θεοῦ. οὐ γὰρ δίκαιόν ἐστιν τὴν αὐτὴν τιμωρίαν ἀναδέξασθαι τὸν πάσχοντα καὶ τὸν διαθέμενον, ἐκτὸς εἰ μὴ αὐτὸς ἑκὼν ἀναδέξηται τὴν τοῦ μόνου τιμιωτάτου τιμήν.
Ἀλλά φησιν, ἐχρῆν αὐτοὺς τοὺς προσκυνοῦντας ἀναιρεῖσθαι ὑπὸ τοῦ ὄντως Θεοῦ, ἵνα ἄλλος τοῦτο μὴ ποιῇ. ἀλλ᾽ οὐκ εἶ σοφώτερος τοῦ Θεοῦ, ἵνα αὐτῷ ὡς φρονιμώτερος γνώμην δῷς. οἶδεν ὅ ποιεῖ. πᾶσιν γὰρ ἐν ἀσεβείᾳ οὖσιν μακροθυμεῖ, ὡς ἐλεήμων καὶ φιλάνθρωπος πατὴρ, εἰδὼς ὅτι καὶ ἐξ ἀσεβῶν εὐσεβεῖς γίνονται. καὶ αὐτῶν τῶν σεβόντων τὰ αἰσχρὰ καὶ ἀναίσθητα πολλοὶ νήψαντες τὸ μὲν αὐτὰ σέβειν καὶ ἁμαρτάνειν ἐπαύσαντο, τῷ δὲ ὄντως Θεῷ πρὸς ταῖς εὐχαῖς καὶ Ἕλληνες ἐσώθησαν.
Ἀλλὰ τὴν ἀρχὴν ἔδει ποιῆσαι ἡμᾶς μηδ᾽ ὅλως περὶ τοιούτων ἐνθυμεῖσθαι. ταῦτα λέγοντες ἀγνοεῖτε τί ἐστιν τὸ αὐτεξούσιον,
καὶ πῶς δυνατόν ἐστιν ἀγαθοὺς τῷ ὄντι εἶναι. ὅτι ὁ ἰδίᾳ προαιρέσει ὤν ἀγαθὸς ὄντως ἀγαθός ἐστιν, ὁ δὲ ὑφ᾽ ἑτέρου ἀνάγκῃ ἀγαθὸς γενόμενος ὄντως οὐκ ἔστιν, ὅτι μὴ ἰδίᾳ προαιρέσει ἐστὶν ὅ ἐστιν. ἐπεὶ οὖν τὸ ἑκάστου ἐλεύθερον ἀποτελεῖ τὸ ὄντως ἀγαθόν, καὶ δεικνύει τὸ ὄντως κακόν, ἐν ἑκάστῳ γενέσθαι ἐχθρὸν ἢ φίλον διὰ τῶν ὑποθέσεων ὁ Θεὸς ἐμηχανήσατο. οὔ φησιν, ἀλλὰ πᾶν ὅ ἐνθυμούμεθα, αὐτὸς ἡμᾶς ποιεῖ νοεῖν. παύσασθε· τί πλεῖον βλασφημεῖτε οἱ τοῦτο λέγοντες; εἰ γὰρ πᾶν ὅ τι ἐνθυμηθῶμεν, ἀπ᾽ αὐτοῦ ἐνεργούμεθα, αὐτὸν αἴτιον λέγετε πορνειῶν , ἀσελγειῶν, πλεονεξιῶν καὶ πάσης βλασφημίας. παύσασθε δυσφημοῦντες, οἱ εὐφημεῖν καὶ πᾶσαν τιμὴν αὐτῷ ἀπονέμειν ὀφείλοντες. καὶ μὴ λέγετε· οὐκ ἐπιδικάζεται ὁ θεὸς τιμῆς. εἰ γὰρ αὐτὸς οὐδενὸς ἐπιδικάζεται, ἀλλ᾽ οὖν γε ὑμᾶς ἐχρῆν εἰς τὸ δίκαιον ἀφορῶντας τὸν ἐν πᾶσιν ὑμᾶς εὐεργετήσαντα εὐχαρίστῳ ἀμείψασθαι φωνῇ.Ἀλλά φησιν, κρεῖττον ποιοῦμεν, ἅμα αὐτῷ καὶ πᾶσιν εὐχαριστοῦντες. ἀλλὰ ταῦτα λέγοντες οὐκ ἴστε τὴν καθ᾽ ὑμῶν ἐπιβουλήν. ὡς γάρ, ὁπόταν ἕνα κάμνοντα πολλοὶ ἰατροὶ θεραπεύειν ἐπαγγέλλωνται μηδὲν δυνάμενοι, εἶς δέ τις ὄντως ἰᾶσθαι δυνάμενος τὴν αὐτοῦ ἀντίδοτον μὴ προσφέρει, λογισάμενος ὅτι, ἄν αὐτὸς θεραπεύσῃ, ἄλλοι ἐπιγράφονται, οὕτω καὶ ὁ Θεὸς μετὰ πολλῶν ἀξιούμενος τῶν μηδὲν δυναμένων, οὐκ εὐεργετεῖ. τί οὖν, φησίν, ὁ Θεὸς ἐπὶ τούτῳ ἀγανακτεῖ, ἐάν γε αὐτοῦ θεραπεύοντος ἄλλος ἐπιγραφῇ; φημί, εἰ καὶ μὴ ἀγανακτεῖ, ἀλλ᾽ οὖν γε οὐ λέγει τῆς ἀπάτης συνεργὸς γενέσθαι. αὐτοῦ γὰρ εὐεργετήσαντος καὶ τὸ μηδὲν ποιῆσαν εἴδωλον ὡς δυνηθὲν πιστοῦται. ἀλλὰ κἀγώ φημί σοι, εἰ μὴ φυσικῶς ἠδίκητο πρὸς ἀναίσθητα ἐπτοημένος, ἴσως ἂν καὶ τοῦτο ὑπομεμενήκει, δι᾽ ὅν ἥψατε ὑπὲρ τῆς σωτηρίας τὰ εὔλογα νοεῖν. ὁ Θεὸς γὰρ ἀνενδεὴς ὤν αὐτὸς οὐδενὸς δεῖται, οὔτε βλάπτεται. ἡμῶν γάρ ἐστιν τὸ ὠφελεῖσθαι ἢ βλάπτεσθαι. ὅνπερ γὰρ τρόπον Καῖσαρ οὔτε βλασφημούμενος βλάπτεται, οὔτε εὐχαριστούμενος ὠφελεῖται, ἀλλὰ τοῦ εὐχαριστοῦντος μὲν γίνεται τὸ ἀκίνδυνον, τοῦ δὲ βλασφημοῦντος ὄλεθρος, οὕτως οἱ Θεὸν εὐφημοῦντες αὐτὸν μὲν οὐδὲν ὠφελοῦσιν, ἑαυτοὺς δὲ σώζουσιν, ὁμοίως καὶ οἱ βλασφημοῦντες αὐτὸν μὲν οὐκ ἀδικοῦσιν, αὐτοὶ δὲ ὀλοθρεύονται.
Ἀλλά φησιν, οὐχ ὁμοίως ἐπ᾽ ἀνθρώπου καὶ Θεοῦ. σύμφημι
κἀγὼ ὅτι οὐχ ὁμοίως. μείζων γὰρ ἡ κόλασις ὡς μεῖζον ἀσεβήσαντι, ἥττων δὲ τῷ εἰς τὸν ἥττονα ἁμαρτήσαντι. ὡς οὖν πάντων μείζων ὁ Θεός, οὕτως μείζονα ὑφέξει κόλασιν ὁ εἰς αὐτὸν ἀσεβήσας, ὡς εἰς μείζονα ἁμαρτήσας, οὐκ αὐτοῦ αὐτόχειρος ἀμυνομένου, ἀλλὰ πάσης τῆς κτίσεως ἐπὶ τούτῳ ἀγανακτούσης καὶ φυσικῶς ἐπεξερχομένης. οὐ γὰρ δώσει τῷ βλασφήμῳ οὐχ ἥλιος τὸ φῶς, οὐ γῆ τοὺς καρπούς, οὐ πηγὴ τὸ ὕδωρ, οὐκ ἐν ᾅδῃ τῇ ψυχῇ ὁ ἐκεῖ καθεστὼς ἄρχων τὴν ἀνάπαυσιν, ὁπότε καὶ νῦν ἐπὶ τῆς τοῦ κόσμου προθεσμίας ὑφεστώσης παραγανακτεῖ πᾶσα ἡ κτίσις. διὸ οὔτε τελείους ὑετοὺς παρέχει, οὔτε γῆ τοὺς καρπούς, διὸ οἱ πλείονες λυμαίνονται. ἀλλὰ καὶ αὐτὸς ἀὴρ θυμῷ ὑπεκκαιόμενος πρὸς λοιμώδη πρᾶξιν μεταβάλλεται. πλὴν ὅσων ἀπολαύομεν ἀγαθῶν, τῷ αὑτοῦ ἐλέῳ εἰς τὴν ἡμετέραν φιλανθρωπίαν βιάζεται τὴν κτίσιν. οὕτως ὑμῖν τοῖς ἀτιμάζουσιν τὸν τῶν ὅλων δημιουργὸν ἡ πᾶσα κτίσις χαλεπαίνει.Κἂν γὰρ τῇ τοῦ σώματος λύσει τὴν κόλασιν ἐκφύγητε, πῶς τὴν ψυχὴν ὑμῶν ἄφθαρτον οὖσαν διὰ τῆς φθορᾶς φυγεῖν δυνήσεσθε; ἀθάνατος γὰρ ἡ ψυχὴ καὶ τῶν ἀσεβῶν, οἷς ἄμεινον ἦν μὴ ἄφθαρτον αὐτὴν ἔχειν. κολαζομένη γὰρ ὑπὸ τοῦ ἀσβέστου πυρὸς ἀπεράντῳ τιμωρίᾳ, καὶ μὴ θνήσκουσα, ἐπὶ κακῷ τῷ αὑτῆς τέλος λαβεῖν οὐκ ἔχει. ἀλλ᾽ ἴσως ἐρεῖ τις ὑμῶν· φοβεῖς ἡμᾶς Πέτρε. διδάξατε οὖν ἡμᾶς, πῶς σιγῶντες ἐροῦμεν τὰ ὄντα ὡς ἔστιν, ἄλλως γὰρ αὐτὰ ὑμῖν σημαίνειν οὐ δυνάμεθα. ἐάν τε σιγήσωμεν, ἐνεδρεύεσθε ὑπὸ τῶν κακῶν διὰ τὴν ἄγνοιαν, ἐάν τε λαλήσωμεν, ὡς ἐπὶ ψευδεῖ ὑποθέσει φοβοῦντες ὑμᾶς ὑποπτευόμεθα. πῶς οὖν ἐπᾴσωμεν τῷ εἰς τὴν ὑμετέραν κακῷ ἐνδομυχοῦντι καὶ πανούργως ὑποσπείροντι ὑμῖν τὰς Θεῷ ἐχθραινούσας ὑπονοίας προφάσει τῆς πρὸς Θεὸν φιλίας; διαλλάγητε ἑαυτοῖς· ὑπὲρ γὰρ τῆς ὑμῶν σωτηρίας γίνεται ἡ μετὰ εὐποιΐας πρὸς αὐτὸν καταφυγή. ἔχθρα τίς ἐστιν Θεῷ ἐν ὑμῖν ἄλογος ἐπιθυμία, ὑπονοίᾳ γὰρ φρονήσεως τὴν ἄγνοιαν κρατύνει.