The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

διέλθωμεν εἰς τὰς γενεὰς πάσας, καὶ καταμάθωμεν ὅτι ἐν γενεᾷ καὶ γενεᾷ [*](Wisd 12, 10 Gen.7) μετανοίας τόπον ἔδωκεν ὀ δεσπότης τοῖς βουλομένοις ἐπιστραφῆναι ἐπ̓ αὐτόν.

Νῶε ἐκήρυξεν [*](Jon. 3; Mt. 12, 41)μετάνοιαν, καὶ οἱ ὑπακούσαντες ἐσώθησαν.

Ἰωνᾶς Νινευΐταις καταστροφὴν ἐκήρυξεν: οἱ δὲ μετανοήσαντες ἐπὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐξιλάσαντο τὸν θεὸν ἱκετεύσαντες καὶ ἔλαβον σωτηρίαν, καίπερ ἀλλότριοι τοῦ θεοῦ ὄντες.

Οἱ λειτουργοὶ τῆς χάριτος τοῦ θεοῦ διὰ πνεύματος ἁγίου περὶ μετανοίας ἐλάλησαν.