The First Epistle of Clement to the Corinthians

Clemens Romanus (Clement of Rome)

Clement of Rome. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. London: William Heinemann Ltd.; New York: The Macmillan Company, 1912.

ἐπ̓ ἀληθείας ταχὺ καὶ ἐξαίφνης τελειωθήσεται τὸ βούλημα αὐτοῦ, συνεπιμαρτυρούσης [*](Isaiah 13, 22 (LXX) Malach. 3,1) καὶ τῆς γραφῆς, ὅτι ταχὺ ἥξει καὶ οὐ χρονιεῖ, καὶ ἐξαίφνης ἥξει ὁ κύριος εἰς τὸν ναὸν αὐτοῦ, καὶ ὁ ἅγιος, ὃν ὑμεῖς προσδοκᾶτε.

Κατανοήσωμεν, ἀγαπητοί, πῶς ὁ δεσπότης ἐπιδείκνυται διηνεκῶς ἡμῖν τὴν μέλλουσαν ἀνάστασιν ἔσεσθαι, ἧς τὴν ἀπαρχὴν ἐποιήσατο τὸν [*](I Cor. 15, 20) κύριον Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ἀναστήσας.

ἴδωμεν, ἀγαπητοί. τὴν κατὰ καιρὸν γινομένην ἀνάστασιν.

ἡμέρα καὶ νὺξ ἀνάστασιν ἡμῖν δηλοῦσιν: κοιμᾶται ἡ νύξ, ἀνίσταται ἡ ἡμέρα: ἡ ἡμέρα ἄπεισιν, νὺξ ἐπέρχεται.

λάβωμεν τοὺς καρπούς:

52
[*](Mk, 4, 5 and cf. I Cor. 15,86 ff.) ὁ σπόρος πῶς καὶ τίνα τρόπον γίνεται;

ἐξῆλθεν ὁ σπείρων καὶ ἔβαλεν εἰς τὴν γῆν ἕκαστον τῶν σπερμάτων, ἅτινα πεσόντα εἰς τὴν γῆν ξηρὰ καὶ γυμνὰ διαλύεται: εἶτ̓ ἐκ τῆς διαλύσεως ἡ μεγαλειότης τῆς προνοίας τοῦ δεσπότου ἀνίστησιν αὐτά, καὶ ἐκ τοῦ ἑνὸς πλείονα αὔξει καὶ ἐκφέρει καρπόν.

Ἴδωμεν τὸ παράδοξον σημεῖον τὸ γινόμενον ἐν τοῖς ἀνατολικοῖς τόποις, τουτέστιν τοῖς περὶ τὴν Ἀραβίαν.