Testimonia et Fragmenta

Cleanthes

Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

[Pseudo-Plut. de Fluviorum nominibus V. 3. παράκειται δ’ [αὐτῷ] τὸ Καυκάσιον ὄρος· ἐκαλεῖτο δὲ τὸ πρότερον Βορέου κοίτη δι’ αἰτίαν τοιαύτην. Βορέας δι’ ἐρωτικὴν ἐπιθυμίαν Χιόνην ἁρπάσας, τὴν Ἀρκτούρου θυγατέρα, κατήνεγκεν εἴς τινα λόφον, Νιφάντην καλούμενον, καὶ ἐγέννησεν. ἐκ τῆς προειρημένης υἱὸν Ὕρπακα, τὸν διαδεξάμενον Ἡνιόχου τὴν βασιλείαν. μετωνομάσθη δὲ τὸ ὄρος κοίτη Βορέου. προσηγορεύθη δὲ Καύκασος διὰ περίστασιν τοιαύτην. μετὰ τὴν γιγαντομαχίαν Κρόνος, ἐκκλίνων τὰς Διὸς ἀπειλάς, ἔφυγεν εἰς τὴν ἀκρώρειαν Βορέου κοίτης, καὶ εἰς κροκόδειλον μεταμορφωθεὶς ⟨ἔλαθεν· ὁ δὲ Προμηθεὺς⟩ ἕνα τῶν ἐγχωρίων ποιμένα, Καύκασον, ἀναταμών, καὶ κατανοήσας αὐτοῦ τὴν διάθεσιν τῶν σπλάγχνων, εἶπεν οὐ μακρὰν εἶναι τοὺς πολεμίους. ὁ δὲ Ζεὺς ἐπιφανεὶς τὸν μὲν πατέρα δήσας πλεκτῷ ἐρίῳ κατεταρτάρωσε· τὸ δ’ ὄρος εἰς τιμὴν τοῦ ποιμένος Καύκασον μετονομάσας, προσέδησεν αὐτῷ τὸν Προμηθέα καὶ ἠνάγκασεν αὐτὸν ὑπὸ σπλαγχνοφάγου ἀετοῦ βασανίζεσθαι, ὅτι παρηνόμησεν εἰς τὰ σπλάγχνα, ὡς ἱστορεῖ Κλεάνθης ἐν γʹ θεομαχίας.]