Testimonia et Fragmenta
Cleanthes
Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Plutarchus de Aud. Poet. c. 12 p. 33c. ὅθεν οὐδ’ αἱ παραδιορθώσεις φαύλως ἔχουσιν, αἷς καὶ Κλεάνθης ἐχρήσατο καὶ Ἀντισθένης· ὁ μέν κ. τ. λ.... ὁ δὲ Κλεάνθης περὶ τοῦ πλούτου (Eur. El. 428)
φίλοις τε δοῦναι σῶμά τ’ εἰς νόσους πεσὸν δαπάναισι σῶσαι,μεταγράφων οὕτω·
πόρναις τε δοῦναι σῶμά τ’ εἰς νόσους πεσὸν δαπάναις ἐπιτρῖψαι.
Dio Chrysost. or. VII § 103 (Vol. I p. 208,9 Arn.). ἐπεὶ καὶ αὐτοῖς τούτοις τοῖς ἔπεσιν (scil. Eur. El. 428) ἀντείρηκε τῶν πάνυ φιλοσόφων τις, ὃν οὐδείς, ἐμοὶ δοκεῖν, φαίη ἄν ποτε φιλονικοῦντα τούτοις τε ἀντειρηκέναι καὶ τοῖς ὑπὸ Σοφοκλέους εἰς τὸν πλοῦτον εἰρημένοις, ἐκείνοις μὲν ἐπ’ ὀλίγον, τοῖς δὲ τοῦ Σοφοκλέους ἐπὶ πλέον, οὐ μήν, ὥσπερ νῦν ἡμεῖς, διὰ μακρῶν, ἅτε οὐ παραχρῆμα κατὰ πολλὴν ἐξουσίαν διεξιών, ἀλλ’ ἐν βίβλοις γράφων.