Testimonia et Fragmenta
Cleanthes
Cleanthes. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Stobaeus Ecl. II 7, 6a, p. 76, 3. Κλεάνθης... οὕτως ἀπέδωκε· τέλος ἐστὶ τὸ ὁμολογουμένως τῇ φύσει ζῆν. — Cf. Diog. Laërt. VII 87. ὁ Ζήνων — τέλος εἶπε τὸ ὁμολογουμένως τῇ φύσει ζῆν· ὅπερ ἐστὶ κατ’ ἀρετὴν ζῆν· ἄγει γὰρ πρὸς ταύτην ἡμᾶς ἡ φύσις· ὁμοίως δὲ καὶ Κλεάνθης ἐν τῷ περὶ ἡδονῆς. — Clemens Alex. Strom. Il 21, 129 p. 497 P. Κλεάνθης δὲ (scil. τέλος ἡγεῖται) τὸ ὁμολογουμένως τῇ φύσει ζῆν * ἐν τῷ εὐλογιστεῖν, ὃ ἐν τῇ τῶν κατὰ φύσιν ἐκλογῇ κεῖσθαι διελάμβανεν.