Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Πλοῦτος δηλονότι καὶ δόξα καὶ εὐγένεια καὶ τέκνα καὶ τυραννίδες καὶ βασιλεῖαι καὶ τἆλλα ὅσα τούτοις παραπλήσια.
Ταῦτα οὖν πῶς οὐκ ἔστιν ἀγαθά;
Περὶ μὲν τούτων, ἔφη, καὶ αὖθις ἐκποιήσει διαλέγεσθαι, νῦν δὲ περὶ τὴν μυθολογίαν γινώμεθα. Ἔστω οὕτως.
Ὁρᾷς οὖν, ὡς ἂν παρέλθῃς τὴν πύλην ταύτην, ἀνωτέρω ἄλλον περίβολον καὶ γυναῖκας ἔξω τοῦ περιβόλου ἑστηκυίας κεκοσμημένας ὥσπερ ἑταῖραι εἰώθασι;
Καὶ μάλα.
Αὗται τοίνυν ἡ μὲν Ἀκρασία καλεῖται, ἡ δὲ Ἀσωτία, ἡ δὲ Ἀπληστία, ἡ δὲ Κολακεία.
Τί οὖν ὧδε ἑστήκασιν αὗται;
Παρατηροῦσιν, ἔφη, τοὺς εἰληφότας τι παρὰ τῆς Τύχης.
Εἶτα τί;
Ἀναπηδῶσι καὶ συμπλέκονται αὐτοῖς καὶ κολακεύουσι καὶ ἀξιοῦσι παρʼ αὑταῖς μένειν λέγουσαι ὅτι βίον ἕξουσιν ἡδύν τε καὶ ἄπονον καὶ κακοπάθειαν ἔχοντα οὐδεμίαν.