Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Οὐκοῦν ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ ὑγιαίνειν καὶ

νοσεῖν. πολλάκις γὰρ οὐ συμφέρει ὑγιαίνειν, ἀλλὰ τοὐναντίον, ὅταν ᾖ περίστασις τοιαύτη.

Ἀληθῆ λέγεις.

Ἄγε δὴ σκεψώμεθα καὶ περὶ τοῦ πλουτεῖν οὕτως, εἴγε θεωρεῖν ἔστιν — ὡς πολλάκις ἔστιν ἰδεῖν — ὑπάρχοντά τινι πλοῦτον, κακῶς δὲ ζῶντα τοῦτον καὶ ἀθλίως.

Νὴ Δία, πολλούς γε.

Οὐκοῦν οὐδὲν τούτοις ὁ πλοῦτος βοηθεῖ εἰς τὸ ζῆν καλῶς;

Οὐ φαίνεται· αὐτοὶ γὰρ φαῦλοί εἰσιν.