Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
καὶ γὰρ ἐκεῖνοι ὅταν μὲν λάβωσι τὸ ἀργύριον παρὰ τῶν ἀνθρώπων, χαίρουσι καὶ ἴδιον νομίζουσιν εἷναι, ὅταν δὲ ἀπαιτῶνται, ἀγανακτοῦσι καὶ δεινὰ οἴονται πεπονθέναι, οὐ μνημονεύοντες, ὅτι ἐπὶ τούτῳ ἔλαβον τὰ θέματα, ἐφ’ ᾧ οὐδὲν κωλύει τὸν θέμενον πάλιν κομίσασθαι.
ὡσαύτως τοίνυν κελεύει ἔχειν τὸ Δαιμόνιον καὶ πρὸς τὴν παρ’ αὐτῆς δόσιν καὶ μνημονεύειν, ὅτι τοιαύτην φύσιν ἔχει ἡ Τύχη, ὥστε ἃ δέδωκεν ἀφελέσθαι καὶ ταχέως πάλιν δοῦναι πολλαπλάσια, αὖθις δὲ ἀφελέσθαι ἃ δέδωκεν, οὐ μόνον δέ, ἀλλὰ καὶ τὰ
προϋπάρχοντα.ἃ γοῦν δίδωσι, λαβεῖν κελεύει παρ’ αὐτῆς καὶ συντόμως ἀπελθεῖν βλέποντας πρὸς τὴν βεβαίαν καὶ ἀσφαλῆ δόσιν.