Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
Ἐκτείνας οὖν τὴν χεῖρα πάλιν, Ὁρᾶτε, ἔφη, τὴν γυναῖκα ἐκείνην, ἣ δοκεῖ τυφλή τις εἶναι καὶ ἐπὶ λίθου στρογγύλου ἑστάναι, ἣν καὶ ἄρτι ὑμῖν εἶπον ὅτι Τύχη καλεῖται;
Ὁρῶμεν.
Ταύτῃ κελεύει, ἔφη, μὴ πιστεύειν καὶ βέβαιον μηδὲν νομίζειν μηδὲ ἀσφαλὲς εἶναι, ὅ τι ἂν παρ
αὐτῆς τις λάβῃ μηδὲ ὡς ἴδια ἡγεῖσθαι.οὐδὲν γὰρ κωλύει πάλιν ταῦτα ἀφελέσθαι καὶ ἑτέρῳ δοῦναι. πολλάκις γὰρ εἴωθε τοῦτο ποιεῖν. καὶ διὰ ταύτην οὖν τὴν αἰτίαν κελεύει πρὸς τὰς παρ’ αὐτῆς δόσεις ἴσους γίνεσθαι καὶ μήτε χαίρειν ὅταν διδῷ μήτε ἀθυμεῖν ὅταν ἀφέληται καὶ μήτε ψέγειν αὐτὴν μήτε ἐπαινεῖν.