Cebetis tabula
Cebes
Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.
ἐὰν δέ τις γνῷ, ἀνάπαλιν ἡ μὲν ἀφροσύνη ἀπόλλυται, αὐτὸς δὲ σώζεται καὶ μακάριος καὶ εὐδαίμων γίνεται ἐν παντὶ τῷ βίῳ. ὑμεῖς οὖν προσέχετε καὶ μὴ παρακούετε.
Ὦ Ἡράκλεις, ὡς εἰς μεγάλην τινὰ ἐπιθυμίαν ἐμβέβληκας ἡμᾶς, εἰ ταῦθʼ οὕτως ἔχει.
Ἀλλʼ ἔστιν, ἔφη, οὕτως ἔχοντα.
Οὐκ ἂν φθάνοις τοίνυν διηγούμενος ὡς ἡμῶν
προσεξόντων οὐ παρέργως, ἐπείπερ καὶ τὸ ἐπιτίμιον τοιοῦτόν ἐστιν.Ἀναλαβὼν οὖν ῥάβδον τινὰ καὶ ἐκτείνας πρὸς τὴν γραφήν, Ὁρᾶτε, ἔφη, τὸν περίβολον τοῦτον;
Ὁρῶμεν.
Τοῦτο πρῶτον δεῖ εἰδέναι ὑμᾶς, ὅτι καλεῖται οὗτος ὁ τόπος Βίος. καὶ ὁ ὄχλος ὁ πολὺς ὁ παρὰ τὴν πύλην ἐφεστὼς οἱ μέλλοντες εἰσπορεύεσθαι εἰς τὸν Βίον οὗτοί εἰσιν.