Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

οἱ δὲ ἀστεφάνωτοι οἱ μὲν ἀπεγνωσμένοι ὑπὸ τῆς Παιδείας ἀνακάμπτουσι κακῶς καὶ ἀθλίως διακείμενοι· οἱ δὲ ἀποδεδειλιακότες καὶ οὐκ ἀναβεβηκότες πρὸς τὴν Καρτερίαν πάλιν ἀνακάμπτουσι καὶ πλανῶνται ἀνοδίᾳ.

Αἱ δὲ γυναῖκες αἱ μετ’ αὐτῶν ἀκολουθοῦσαι τίνες εἰσὶν αὗται;

Λῦπαι, ἔφη, καὶ Ὀδύναι καὶ Ἀθυμίαι καὶ Ἀδοξίαι καὶ Ἄγνοιαι.

Πάντα κακὰ λέγεις αὐτοῖς ἀκολουθεῖν.

Νὴ Δία πάντα, ἔφη, ἐπακολουθοῦσιν. ὅταν δὲ οὗτοι παραγένωνται εἰς τὸν πρῶτον περίβολον πρὸς τὴν Ἡδυπάθειαν καὶ τὴν Ἀκρασίαν,

οὐχ ἑαυτοὺς αἰτιῶνται, ἀλλ’ εὐθὺς κακῶς λέγουσι καὶ τὴν Παιδείαν καὶ τοὺς ἐκεῖσε βαδίζοντας, ὡς ταλαίπωροι καὶ ἄθλιοί εἰσι καὶ κακοδαίμονες, οἳ τὸν βίον τὸν παρ’ αὐταῖς ἀπολιπόντες κακῶς ζῶσι καὶ οὐκ ἀπολαύουσι τῶν παρ’ αὐταῖς ἀγαθῶν.

Ποῖα δὲ λέγουσιν ἀγαθὰ εἶναι;

Τὴν ἀσωτίαν καὶ τὴν ἀκρασίαν, ὡς εἴποι ἄν τις ἐπὶ κεφαλαίου. τὸ γὰρ εὐωχεῖσθαι βοσκημάτων τρόπον ἀπόλαυσιν μεγίστων ἀγαθῶν ἡγοῦνται εἶναι.

Αἱ δὲ ἕτεραι γυναῖκες αἱ ἐκεῖθεν παραγινόμεναι ἱλαραί τε καὶ γελῶσαι τίνες καλοῦνται;