Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Πότερον οὖν κἀκείνας τὰς γυναῖκας, ἃς ἔφης θηρία εἶναι, οὐκέτι φοβεῖται, μή τι πάθῃ ὑπ’ αὐτῶν;

Οὐ μὴ διοχληθήσεται οὐδὲν οὔτε ὑπὸ Ὀδύνης οὔτε ὑπὸ Λύπης οὔτε ὑπ’ Ἀκρασίας οὔτε ὑπὸ Φιλαργυρίας οὔτε ὑπὸ Πενίας οὔτε ὑπὸ ἄλλου Κακοῦ οὐδενός.

ἁπάντων γὰρ κυριεύει καὶ ἐπάνω πάντων ἐστὶ τῶν

πρότερον αὐτὸν λυπούντων καθάπερ οἱ ἐχιοδεῖκται. τὰ γὰρ θηρία δήπου τὰ πάντας τοὺς ἄλλους κακοποιοῦντα μέχρι θανάτου ἐκείνους οὐ λυπεῖ διὰ τὸ ἔχειν ἀντιφάρμακον αὐτούς. οὕτω καὶ τοῦτον οὐκέτι οὐδὲν λυπεῖ διὰ τὸ ἔχειν ἀντιφάρμακον.

Καλῶς ἐμοὶ δοκεῖς λέγειν. ἀλλ’ ἔτι τοῦτό μοι εἰπέ. τίνες εἰσὶν οὗτοι οἱ δοκοῦντες ἐκεῖθεν ἀπὸ τοῦ βουνοῦ παραγίνεσθαι;